Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 3.17, ed. Kühn, 1828, vol. 17a, p. 249-253. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:3.17


2. Πλανῆτες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι
3. καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται
4. σκεπτέον.

6. Οὐδὲ περὶ τούτων ἐπιζητεῖ κατὰ προγνωστικόν. καὶ
7. γὰρ οἱ πλανῆτες τοὺς κατὰ μέρος παροξυσμοὺς ἀτάκτους
8. ἔχουσιν, ἀλλὰ διά τε τῶν κατὰ τὰς κρισίμους ἡμέρας φαινομένων
9. σημείων ἡ κρίσις αὐτῶν προγινώσκεται . περὶ δὲ
10. τῶν εἰς ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων
11. εἰσὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖς πολλοῖς τῶν
12. ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸς ἐπειράθημεν
13. ἐπὶ τῶν ἀῤῥώστων. οὐ γὰρ ταῖς ἀπὸ τῆς ἀρχῆς ἡμέραις
14. προσέχειν χρὴ τὸν νοῦν, οὐδὲ ταύτας ἀριθμεῖν ἁπλῶς
15. ἐφεξῆς, ἀλλὰ τοὺς παροξυσμοὺς, ὥσπερ ἐπὶ τριταίου ἀκριβοῦς
16. αὐτὸς εἶπε κατὰ τοὺς ἀφορισμούς· τριταῖος ἀκριβὴς
17. ἐν ἑπτὰ περιόδοισι κρίνεται τὸ μακρότατον. ὡς γὰρ οὗτος
1. ἐν ἑπτὰ περιόδοις κρίνεται, κατὰ τὸν αὐτὸν λόγον ἄλλος μὲν ἐν
2. ἐννέα περιόδοις, ἄλλος δ’ ἐν ἕνδεκα καὶ οὕτως ἐφεξῆς κατὰ τὸν
3. ἀριθμὸν τῶν κρινουσῶν ἡμερῶν. καὶ περὶ τῶν τεταρταίων ὁ αὐτὸς
4. λόγος. ἐν γοῦν τῷ προγνωστικῷ φησί· γίνεται δὲ καὶ τῶν τεταρταίων
5. ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. ἐμοῦ δὲ καὶ ταύτην
6. τὴν θεωρίαν προειπόντος ἐπ’ Εὐδήμου τοῦ φιλοσόφου,
7. τρεῖς τεταρταίους ἔχοντος, ἕνα μὲν ἐξ αὐτῶν πρῶτον παύεσθαι
8. τὸν ἐν ταῖσδε ταῖς ἡμέραις παροξυνόμενον καὶ μετὰ
9. τοσάσδε περιόδους. ἐπεὶ δ’ οὗτος ἐπαύσατο, δεύτερον ἄλλον
10. ἐν τῇδε τῇ ἡμέρᾳ, κᾄπειτα καὶ τὸν τρίτον ὁμοίως προειπόντος,
11. ἐκ μαντικῆς ἔφασαν λέγεσθαι ταῦτα καὶ οὐκ ἐξ
12. ἰατρικῆς θεωρίας, καίτοι τοὺς μάντεις οὐδέποτ’ ἀληθῶς
13. ὁρῶντας ἐπ’ ἀῥῥώστου προειπόντας ἐν Ῥώμῃ. τῶν γὰρ ἐν
14. ταῖς ἄλλαις πόλεσιν οὐ πεπείραμαι, σὺν θεῷ δ’ εἰπεῖν,
15. ἡμεῖς οὐδέποτε ἀπετύχομεν ἐν οὐδεμιᾷ προῤῥήσει. καὶ σὺ
16. τοίνυν, ἐὰν ἀσκήσῃς σαυτὸν ἐν τοῖς εἰρημένοις περὶ κρίσεως,
17. Ἱπποκράτους τε καὶ τῆς τέχνης ἄξιος ἔσῃ. ταῦτα
18. μὲν εἰρήσθω μοι κατὰ τὸ πάρεργον, ἐπὶ δὲ τὴν προκειμένην
1. ἐξήγησιν αὖθις ἴωμεν. ὥσπερ γὰρ ἅπαντα τὸν περὶ
2. τῶν κρισίμων ἡμερῶν λόγον ἀκριβῶς διωρίσατο κατὰ τὸ
3. προγνωστικὸν, οὕτω καὶ τὸν τῶν περιόδων. οὐδαμόθεν
4. γοῦν ἐμνημόνευσε πεμπταίας ἢ ἑβδομαίας ἢ ἐναταίας οὐ
5. μόνον κατὰ τὸ προγνωστικόν τι εἰπὼν, ἀλλ’ οὐδὲ κατὰ τοὺς
6. ἀφορισμοὺς, καίτοι κατὰ τὸ προγνωστικὸν εἰπών· γίνεται
7. δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ
8. κόσμου. κατὰ δὲ τοὺς ἀφορισμοὺς τριταῖον ἀκριβῆ κρίνεσθαι
9. περιόδοις ἐν ἑπτὰ, δυνατὸν ἦν αὐτῷ καὶ περὶ πεμπταίου
10. καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφασιν
11. ποιήσασθαι, τὴν λέξιν ὡδί πως γράψαντι· γίγνεται δὲ καὶ
12. τῶν τεταρταίων ἡ κατάστασις κατὰ τὸν αὐτὸν τρόπον καὶ
13. πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ τουτέου κόσμου.

14. Πρὸ τῆς τῶν κατὰ μέρος ἀῤῥώστων ἐξηγήσεως
15. ἄμεινον εἶναί μοι δοκεῖ σαφηνείας τε καὶ συντομίας ἕνεκα
16. κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν. ἐδείχθη μοι
17. καὶ κατ’ ἄλλας μὲν πραγματείας, ἀλλὰ κἀν τῇ τῆς θεραπευτικῆς
18. μεθόδου ὡς διττὴ ἡ τῶν ζητουμένων εὕρεσίς ἐστι,
1. μία μὲν ἡ διὰ τοῦ λόγου πρὸς τὴν γνῶσιν ἀφικουμένη τοῦ
2. καθόλου τε καὶ κοινοῦ παντὸς τῶν κατὰ μέρος εἴδους,
3. ἄλλη δὲ διὰ τῶν κατὰ μέρος ἐπὶ τὸ κοινόν τε καὶ καθόλου
4. παραγινομένη. καὶ τὰ μὲν συμπληροῦντα εἶναι καθόλου,
5. τὰς δὲ πράξεις τῶν τεχνιτῶν ἐπὶ τῶν ἀτόμων εἰδῶν γίγνεσθαι.
6. δεῖσθαι δὲ τῆς ἐπ’ αὐτῶν γυμνασίας καὶ καθόλου
7. πρότερον εὑρόντα καὶ μέντοι καὶ πρὸς βεβαίωσιν αὐτῶν τῶν
8. ηὑρημένων καθόλου χρήσιμα γίγνεσθαι τὰ κατὰ μέρος.
9. ἔστι δὲ καὶ πρὸς τὴν τῶν μανθανόντων γνῶσιν οἷον παραδείγματα
10. ταῦτα τῶν ἐπιτεταγμένων αὐτοῖς καθόλου θεωρημάτων.
11. διὰ τοῦτο κᾀγὼ κατὰ τὰς πραγματείας, ἃς ἐποιησάμην,
12. οὐ τὰ καθόλου μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος διῆλθον
13. ἐκ τῶν Ἱπποκράτους βιβλίων καὶ μάλιστα τῶν ἐπιδημίων παραγράψας
14. ῥήσεις, ἐν αἷς διηγήσατο ἅπαντα ἀπ’ ἀρχῆς μέχρι τέλους
15. τὰ συμβαίνοντα τοῖς ἀῤῥώστοις. ἐν μὲν οὖν ταῖς
16. δυσπνοίαις ἅπαντας τοὺς δυσπνοήσαντας ἐν ταῖς τῶν ἐπιδημιῶν
17. συγγραφαῖς διῆλθον, ἐν δὲ τοῖς τῶν κρισίμων ἡμερῶν
18. τοὺς κριθέντας, ἐπί τε τῶν ἄλλων ὡσαύτως. ὅθεν
1. οὐδ’ ἐξηγήσεως ἦν περιττοτέρας χρεία τοῖς βουλομένοις ἐπὶ
2. τὰ τῆς τέχνης ἔργα σπεύδειν. ἀλλ’ ἐπειδὴ παρέγκεινταί
3. τινες ἀσαφεῖς λέξεις, δι’ ἐκείνας ἔδοξεν ἄμεινον εἶναι καὶ
4. τὰ τοιαῦτα ὑπομνήματα ποιήσασθαι δῆλα. εἰ μὲν οὖν ἁπάντων
5. τῶν συμπτωμάτων ὅσα γεγονέναι φησὶν ἑκάστῳ τῶν νοσημάτων
6. εἴτ’ οὖν τὴν ὅλην φύσιν ἢ τὰς αἰτίας τῆς γενέσεως
7. εἴποιμι, τὰς γενομένας μοι πραγματείας ἐνταῦθα μεταφέρειν
8. ἀναγκασθήσομαι πάσας, κινδυνεύσω τε καθ’ ἕκαστον
9. ἄῤῥωστον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ προγνωστικῷ
10. γεγραμμένων ἐν τῷ καθόλου τὰ παραδείγματα
11. μόνα νῦν ἐπισημαινοίμην, ἀναπέμπων τὸ σύμπαν τῆς διδασκαλίας
12. εἰς τὰς γεγραμμένας μοι πραγματείας, ἐλπίζω σύντομον
13. ἔσεσθαι τὸν λόγον.

Cliquer un n° de page pour en afficher l’image