Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 3.2, ed. Kühn, 1828, vol. 17a, p. 219-224. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:3.2


6. Πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα
7. διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν.
8. ἡμιτριταῖοί τε καὶ τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι καὶ
9. ἐναταῖοι.

11. Καὶ τῷ τοῦ συνεχοῦς ὀνόματι καὶ τῷ τοῦ διαλείποντος
12. οἱ παλαιοὶ διττῶς φαίνονται χρώμενοι. συνεχεῖς γοῦν
13. ὀνομάζουσι πυρετοὺς ἐνίοτε μὲν ἅπαντας ὅσοι μὴ λήγουσιν
14. εἰς ἀπυρεξίαν, ἐνίοτε δ’ οὐχ ἅπαντας τοὺς μὴ λήγοντας
15. εἰς ἀπυρεξίαν, ἀλλ’ ἐκείνους μόνους ἐξαιρέτως, ὅσοι μηδεμίαν
16. ἴσχουσι μεταβολὴν ἄχρι κρίσεως. οὕτω δὲ καὶ διαλείποντας,
1. ἐνίοτε μὲν ἐκείνους μόνους ὀνομάζουσι τοὺς εἰς ἀπυρεξίαν
2. παυομένους, ἐνίοτε δὲ τοὺς μὴ παυομένους εἰς ἀπυρεξίαν,
3. ἀξιολόγους δὲ μεταβολὰς ποιουμένους τῶν κατὰ μέρος
4. παροξυσμῶν, εἰς ἀρχήν τε καὶ ἀνάβασιν, ἀκμήν τε καὶ
5. παρακμήν. ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν τοὺς μηδεμίαν
6. ἀξιόλογον ἴσχοντας μεταβολὴν οὐ συνεχεῖς, ἀλλὰ συνόχους
7. ὀνομάζουσι, συνεχεῖς δὲ μόνους ἐκείνους, ὅσοι μετ’ εἰς ἀπυρεξίαν
8. λήγουσι καὶ διαλιμπάνουσι τοῖς κατὰ μέρος παροξυσμοῖς.
9. τούτους οἱ παλαιοὶ ποτὲ μὲν συνεχεῖς. ὀνομάζουσι,
10. ποτὲ δὲ διαλείποντας. εἰσὶ γὰρ ὄντως ἐν τῷ μέσῳ τῶν
11. συνεχῶν καὶ τῶν εἰς ἀπυρεξίαν παυομένων. εἰκότως οὖν
12. ὅταν μὲν τοῖς συνέχοις παραβάλλωνται, διαλείποντες καλοῦνται,
13. ὅταν δὲ τοῖς εἰς ἀπυρεξίαν λήγουσι, συνεχεῖς.
14. ἐν δὲ τῇ προκειμένῃ ῥήσει πυρετῶν διαφορὰν
15. γράφων ὁ Ἱπποκράτης ἐνίους μὲν αὐτῶν φησιν εἶναι
16. συνεχεῖς, εἰσὶ γὰρ ὄντως πολλοὶ συνεχεῖς κατὰ ἀμφότερα
17. τὰ σημαινόμενα τοῦ συνεχοῦς, ἐνίους δ’ ἤτοι
1. τὴν νύκτα διαλιπεῖν ἢ τὴν ἡμέραν, ὧν τοὺς μὲν εἰς ἀπυρεξίαν
2. μὴ λήγοντας ἔνιοι τῶν νεωτέρων ἰατρῶν μεθημερινοὺς
3. ἢ καθημερινοὺς ὀνομάζουσι, τοὺς δὲ λήγοντας ἀμφημερινοὺς,
4. τῆς τοιαύτης λεπτολογίας τῶν ὀνομάτων οὐκ
5. οὔσης παρὰ τοῖς παλαιοτέροις. τοῦ γὰρ διαλείπειν διχῶς
6. νοουμένου τε καὶ λεγομένου, καθότι προείρηται, τοὺς καθ’
7. ἑκάστην ἡμέραν ἢ νύκτα παροξυνομένους διαλείποντας ἐροῦμεν,
8. ἐάν τ’ εἰς ἀπυρεξίαν, ἐάν τ’ εἰς καλουμένην ἔνδοσιν
9. ἥκωσιν, εἶθ’ ἑξῆς καταλέγει διαφορὰς πυρετῶν ἑτέρας τῶν
10. προειρημένων, ἡμιτριταίων, τριταίων, τεταρταίων, πεμπταίων,
11. ἑβδομαίων καὶ ἐναταίων μνημονεύων. τριταῖοι μὲν καὶ τεταρταῖοι
12. σαφῶς εἰς ἀπυρεξίαν λήγουσι, τῶν δ’ ἡμιτριταίων
13. ἔνιοι μὲν ἀμφοτέραις ἄγουσι ταῖς διαγωγαῖς, ἔνιοι δὲ κατὰ
14. τὴν ἑτέραν μόνην τῶν μὴ ληγόντων εἰς ἀπυρεξίαν. ἐὰν δ’
15. ἐννοήσαις ὅτι καθάπερ ἐπὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων
16. ἐνίους μὲν εἰς ἀπυρεξίαν ἔφη λήγειν, ἐνίους δ’
17. εἰς ἔνδοσιν, οὕτω καὶ τῶν διὰ τρίτης ἢ διὰ τετάρτης τίς
18. ἐστι διαφορὰ, γνώσῃ σαφῶς οὐ περὶ πράγματος εἶναι τὴν
1. ζήτησιν, ἀλλὰ σημαινομένου πρὸς τῆς ἡμιτριταίου φωνῆς.
2. τούς γε μὴν διὰ τετάρτης παροξυνομένους ἴσμεν εἰς
3. ἀπυρεξίαν λήγοντας, ὡς τὸ πολὺ καὶ σπανιώτατά τις ὤφθη
4. τῶν διὰ τετάρτης παροξυνομένων, μὴ λήγων εἰς ἀπυρεξίαν. οὐ
5. μὴν ἐπί γε τῶν διὰ τρίτης ὁμοίως ἔχει, πάμπολλαι γάρ
6. εἰσι διαφοραί. ἐν τούτοις μὲν οὖν, ὡς ἔφην, οὐ περὶ πράγματος,
7. ἀλλὰ περὶ σημαινομένου καὶ ὀνόματός ἐστιν ἡ ζήτησις,
8. οὓς τῶν προειρημένων πυρετῶν ὀνομάζειν προσήκει
9. τριταίους, ἡμιτριταίους καὶ τριταιοφυεῖς. οὕτω δὲ καὶ οὔτε
10. πεμπταίους ἢ ἑβδομαίους ἢ ἐναταίους λέγει τινὰς εἶναι
11. πυρετοὺς, οὐ περὶ ὀνόματός ἐστι σημαινομένου ζήτησις, ἀλλὰ
12. περὶ πράγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν οὐδέποτέ φασιν
13. ἑορακέναι τῆς τετάρτης ἡμέρας ἐξωτέρω προϊοῦσαν οὐδεμίαν
14. περίοδον, ἔνιοι δέ φασιν, ὥσπερ καὶ Ἱπποκράτης.
15. ἐγὼ δὲ καὶ αὐτὸς ἐκ μειρακίου μέχρι δεῦρο παραφυλάττων,
16. ἑβδομαίαν ἢ ἐνάτην οὐδ’ ὅλως εἶδον οὔτε σαφῶς οὔτ’
17. ἀμφιβόλως. πεμπταίας δὲ περιόδους ἐθεασάμεθα ἀμφιβόλους.
1. οὐ μὴν ἀκριβῶς τε καὶ σαφῶς, ὡς ἀμφημερινὰς καὶ τριταίας
2. καὶ τεταρταίας. οὐ μὴν οὐδὲ λογικῆς ἀποδείξεως ἡγοῦμαι
3. δεῖσθαι τὸ πρᾶγμα τὴν κρίσιν ἐκ πείρας λαμβάνον. εἰ μὲν
4. γὰρ ἀκριβῶς ἑόρακέ τις πολλάκις, ἤτοι δι’ ἑβδόμης ἢ ἐνάτης
5. ἡμέρας τοὺς παροξυσμοὺς γινομένους, οὐ γὰρ δὴ δὶς
6. ἢ τρὶς εἴη ἂν οὗτος πεπεισμένος εἶναί τινας καὶ τοιαύτας
7. περιόδους. εἰ δ’ οὐχ ἑόρακεν ἐκ νεότητος εἰς γῆρας ἐπεσκεμμένος
8. ἀῤῥώστους οὕτω πυρεταίνοντας παμπόλλους, εὔδηλον
9. αὐτῷ τοῦτο πάλιν, ὡς οὐ γίνονται περίοδοι τοιαῦται.
10. πρὸς δ’ οὖν τὸν Ἱπποκράτην τάχα καὶ λογικὴν ἄν τις ἀπόδειξιν
11. εἴποι, καθάπερ ὁ Διοκλῆς. ἐπὶ τίσι γὰρ ἐρεῖς τοῖσι
12. σημείοισιν ἢ χυμοῖσι τὴν πεμπταίαν ἢ ἑβδομαίαν ἢ ἐναταίαν
13. γίνεσθαι περίοδον οὐχ ἕξεις. οὐ μὴν οὐδ’ ἔγραψέ τινα ἡμῖν
14. ἄῤῥωστον οὕτω νοσήσαντα, καίτοι γ’ ἐχρῆν, ὥσπερ ἄλλων
15. πολλῶν καθολικῶν θεωρημάτων παραδείγματα διὰ τῶν κατὰ
16. μέρος ἐδίδαξεν, οὕτω κᾀπὶ τούτων ποιῆσαι. γινώσκειν μέντοι
1. χρὴ τὴν ἀρχὴν τῆς λέξεως ἐν πολλοῖς τῶν
2. ἀντιγράφων κατὰ τὸ καλούμενον ἀσύνδετον εἶδος τῆς ἑρμηνείας
3. γεγραμμένον ὡδί πως, πυρετοὶ συνεχέες, ἡμέρην ἔχουσι,
4. νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν.
5. εἰπὼν δ’ ἀσύνδετον ὀνομάζεσθαι τὸ τοιοῦτον εἶδος ἐδήλωσα
6. καὶ τὴν ἐξήγησιν αὐτοῦ. χρὴ γὰρ ὡς ἐν καταλόγῳ τῶν
7. εἰρημένων ἀκούειν ἡμᾶς, προστιθέντας τοὺς παραλελειμμένους
8. ἐν ταῖς λέξεσι συνδέσμους.

Cliquer un n° de page pour en afficher l’image