11. Εἰσὶ δ’ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι
12. καὶ θανατωδέσταται ἐν τῷ ξυνεχεῖ πυρετῷ.
14. Ἡ μὲν ἀκριβεστάτη τούτων ἁπάντων διδασκαλία λέλεκται
15. κατὰ τὰ περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα, καὶ
16. νῦν, ὡς εἶπον ἤδη πολλάκις, οὐκ ἀποδεικνύναι μοι
1. πρόκειται τἀληθὲς, οὐδὲ διδάσκειν ἅπαντα τὰ κατὰ μέρος,
2. ὡς μηδὲν παραλιπεῖν, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι τοῦ παλαιοῦ.
3. τὰ δ’ οὖν κεφάλαια τῆς ἐμπιπτούσης ἑκάστου θεωρίας
4. οὐ παρήσω. λέγει τοίνυν ὀξυτάτας καὶ χαλεπωτάτας
5. νόσους εἶναι κατὰ τὸν συνεχῆ πυρετόν. ὀξυτάτας μὲν λέγων
6. τὰς ἐν ὀλίγῳ χρόνῳ τὰς κρίσεις λαμβανούσας, μεγίστας
7. δὲ τὰς ἰσχυροτάτας, χαλεπωτάτας δὲ τὰς κίνδυνον
8. ἐπιφερούσας, ὅπερ ἐξηγούμενος αὐτὸς ἐπήνεγκε, θανατωδεστάτας
9. εἰπὼν αὐτάς. ὅπως δ’ ἂν ἀκούῃς εἰρῆσθαι τὸν
10. συνεχῆ πυρετὸν, ἀληθής ἐστιν ὁ λόγος. ὀξύταται γὰρ νόσοι
11. καὶ μέγισται καὶ χαλεπώταται κατά τε τοὺς ἰδίως λεγομένους
12. συνόχους γίνονται πυρετοὺς καὶ κατὰ τοὺς ἄλλους
13. οὐδὲν ἧττον, ὅσοι διὰ τῶν κατὰ μέρος προέρχονται παροξυσμῶν
14. ἀρχὰς καὶ ἀναβάσεις, ἀκμὰς καὶ παρακμὰς ποιούμενοι
15. σαφεῖς, ἄνευ τοῦ λήγειν εἰς ἀπυρεξίαν, ὑπὲρ ὧν ἄμεινον
16. ἀκούειν νῦν, ἐπειδὴ καὶ τοὺς συνόχους ἐν τούτοις περιέχεσθαι
17. συμβέβηκεν, οὐ μὴν ἐν τοῖς συνόχοις δὲ τούτους.
18. ἐὰν οὖν ἀκούσῃ τις περὶ μόνων τῶν συνόχων εἰρῆσθαι τὸν
1. λόγον, ἐξαιρεῖσθαι δόξει τοὺς ἄλλους συνεχεῖς, ὡς οὐ κινδυνώδεις
2. ὄντας οὔτε σφοδροὺς οὔτ’ ὀξεῖς.