5. Ἀσφαλέστατος δ’ ἁπάντων καὶ ῥήϊστος καὶ μακρότατος ὁ
6. τεταρταῖος. οὗτος γὰρ οὐ μόνον αὐτὸς ἐφ’ ἑωυτοῦ τοιοῦτός
7. ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων
8. ῥύεται.
10. Ῥήϊστον εἶπε τὸν τεταρταῖον ἐν ἴσῳ τῷ εὔφορον. οἱ
11. γάρ τοι συνεχεῖς τῶν πυρετῶν μηδεμίαν ἔχοντες τῶν ὀχληρῶν
12. ἀνάπαυλαν ἄχρι κρίσεως, ἀλλὰ καὶ διηνεκῶς βαρύνοντες,
13. εἰκότως δύσφοροι λέγονταί τε καί εἰσιν. ἐν δὲ τῷ τεταρταίῳ
14. καὶ μάλισθ’ ὅταν ᾖ μέτριος, ἔνεστι καὶ προϊέναι ταῖς
15. μέσαις τῶν παροξυσμῶν ἡμέραις καί τι καὶ πράττειν ἐνίοτε
16. τῶν συνήθων. χρὴ δὲ γινώσκειν σε καὶ τὸ τῶν παλαιῶν
17. ἔθος, ὅταν ἀκούσῃς αὐτῶν περὶ πυρετῶν διαλεγομένων.
1. ἐὰν γοῦν ἥπατος ἢ πλευρᾶς ἢ πνεύμονος ἢ ἄλλου τινὸς
2. μορίου φλεγμονῇ πυρετὸς ἕπηται, πλευρῖτιν ἢ περιπνευμονίαν
3. ἢ ἡπατῖτιν ὀνομάζουσι τὴν νόσον, οὐ πυρετώδη.
4. τὸν δ’ ἄνευ φλεγμονῆς πυρέττοντα πυρετόν φασι νοσεῖν,
5. καὶ νῦν δ’ ἄκουε περὶ ὧν διαλέγεται πυρετῶν οὕτως εἰρῆσθαι
6. τὸν λόγον, ἐπεί τοι πολλάκις εἴδομεν ἐπὶ σπληνὶ μεγάλως
7. πυρέττοντας ἀνθρώπους τεταρταῖον, κᾄπειτα ἐν χρόνῳ
8. παρεγχύσεως ὑδερικῆς γενομένης ἀποθανόντας. ἀλλ’ αὐτός
9. τε καθ’ ἑαυτὸν ὁ τεταρταῖος ἀκίνδυνός ἐστιν, ὅς γε καὶ
10. ἄλλων νοσημάτων ῥύεται. παυσαμένας γοῦν ἐπιληψίας ἴσμεν
11. ἐπὶ τεταρταίῳ χρονίῳ ἐνοχλήσαντι, καὶ μεμάθηκας ἤδη περὶ
12. τῆς γενέσεως αὐτοῦ κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν
13. ὑπομνήματα καὶ τὰ περὶ κρίσεων.