16. Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει μὲν καὶ
17. ὀξέα νοσήματα γίγνεσθαι καί ἐστι τῶν λοιπῶν οὗτος θανατωδέστατος.
1. ἀτὰρ φθινώδεες καὶ ὅσα ἄλλα μακρὰ
2. νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν.
4. Οὐ δύναμαι πεῖσαι τοὺς πολλοὺς τῶν ἰατρῶν διακρῖναι
5. τὴν τῶν πραγμάτων αὐτῶν ἐπίσκεψιν τῆς περὶ τῶν
6. ὀνομάτων τε καὶ σημαινομένων καὶ συγγινώσκειν αὐτοῖς δίκαιον.
7. ὅπου γὰρ Ἀγαθῖνος, ἵνα τοὺς ἄλλους παραλείπω,
8. βιβλίον ὅλον ἔγραψε τὸ πρῶτον περὶ ἡμιτριταίου, τὸ σημαινόμενον
9. ἐκ τῆς προσηγορίας ζητῶν ἐν αὐτῷ, πῶς οὐκ
10. ἄν τις καὶ τούτοις συγγνώη; καίτοι γε ῥᾷστον ἦν ἰδίαν
11. μὲν τῶν ὁρωμένων ποιήσασθαι διδασκαλίαν ἐν τῇ περιοδίᾳ,
12. ἰδίαν δὲ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων, ὥσπερ ἐγὼ νῦν ποιήσομαι.
13. τῶν γὰρ διὰ τρίτης παροξυνομένων πυρετῶν οἱ μὲν
14. εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὔ. καὶ πάλιν ἑκατέρου τούτων
15. ἡ διαφορὰ τοιάδ’ ἐστί. τῶν εἰς ἀπυρεξίαν ληγόντων
16. ἔνιοι μὲν ἐντὸς ὡρῶν δώδεκα τὸν παροξυσμὸν ἔχουσι περιγραφόμενον,
17. ἔνιοι δ’ ἐπὶ πλέον ἐκτεινόμενον. τῶν δὲ μὴ
18. ληγόντων εἰς ἀπυρεξίαν ἔνιοι μὲν φρικώδεις ὄντες, ὅταν
1. ἀπὸ τῆς πρώτης εἰσβολῆς ἐπὶ τὴν καλουμένην ἀνάβασιν
2. ἔρχωνται, κᾂν δοκῶσιν ἤδη μετρίως προεληλυθέναι, πάλιν
3. ἑτέραν φρίκην μετὰ συστολῆς ποιοῦνται καὶ μετὰ ταύτην
4. αὖθις ἑτέραν ἀνάβασιν, εἶτα ἐπ’ ἐκείνης ἄλλην συστολήν τε
5. καὶ φρίκην. δὶς γὰρ καὶ τρὶς οὗτοι ὑποστρέφουσι. κατὰ
6. δὲ τὴν δευτέραν ἡμέραν ἕτερον ἴσχουσι παροξυσμὸν ἐλάττονα
7. τοῦ προτέρου, χωρὶς τῶν προτέρων ἐπαναλήψεως καὶ
8. τοῦτο ἐφεξῆς αὐτοῖς ἀεὶ κυκλεῖται, δυοῖν παροξυσμοῖν οἵοιν
9. εἴρηκα γιγνομένοιν ἐν ἡμέραις δύο. καὶ μὴν καὶ ἄλλοι τινὲς
10. διὰ τρίτην παροξυνόμενοι χωρὶς τῶν εἰρημένων φρικωδῶν
11. εἰσβολῶν τε καὶ ἐπαναλήψεων ἕνα παροξυσμὸν ἴσχουσι
12. διὰ τρίτης, οὐ παροξυνόμενοι τῇ δευτέρᾳ. μίαν οὗτοι καὶ
13. συνεχῆ καὶ ὁμαλὴν τὴν ἐπὶ τὴν ἀκμὴν ἀπὸ τῆς εἰσβολῆς
14. ἀνάβασιν ἔχουσιν. αὕτη μέν σοι τῶν διὰ τρίτης παροξυνομένων
15. πυρετῶν ἡ διαφορὰ, φαινομένη συνεχῶς ἐπὶ τῶν
16. καμνόντων. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὁ μὲν φρικώδης πυρετὸς
1. ἐπὶ χολώδει καὶ φλεγματώδει χυμῷ συνιστάμενος. ὁ δὲ χωρὶς
2. φρίκης ἐπὶ τῷ χολώδει μὲν, ἀλλὰ δυσκινητοτέρῳ τε καὶ
3. δυσπεπτοτέρῳ, φέρουσι δ’ αὐτὸν καὶ φλεγμοναὶ κυρίων μορίων.
4. τῶν δὲ μετὰ ῥίγους μὲν εἰσβαλλόντων, εἰς ἀπυρεξίαν
5. δὲ ληγόντων ἅμα χολώδεσιν ἐμέτοις ἢ διαχωρήσεσιν ἢ ἱδρῶσιν
6. ἡ ξανθὴ χολὴ κινουμένη δι’ ὅλου τοῦ σώματος αἰτία.
7. τούτων μὲν οὖν οὕτως ἐχόντων, ὡς εἴρηται, τὸ μὲν ἤτοι τὴν
8. αἰτίαν ἑκάστου ζητεῖν ἢ τὴν θεραπείαν, ἰατρικόν τε καὶ
9. χρήσιμόν ἐστι πρᾶγμα· τὸ δὲ τί καλέσει
10. τὶς ἕκαστον τῶν εἰρημένων ὀρθῶς οὐκέτι τῆς ἰατρικῆς
11. ἴδιον, ἀναγκαίως γε μὴν γινόμενον, ὅταν βούληταί τις ἑτέρους
12. διδάσκειν, ἀναγινώσκειν. τὰς γὰρ ἐπὶ τῶν καμνόντων
13. γιγνομένας ἡμῖν διαγνώσεις τε τῶν παθῶν καὶ προγνώσεις
14. τῶν ἐσομένων καὶ θεραπείας, ὁρῶμεν οὐδὲν δεομένας τῆς ἐν
15. τοῖς ὀνόμασιν ἀκριβείας. οὐδὲ γὰρ ἀπὸ τούτων οἱ ἰδιῶται
16. κρίνουσι τοὺς ἰατροὺς, ἀλλ’ ὅταν ἐπὶ φλεβοτομίᾳ τὸν
17. κάμνοντα ῥᾳστωνήσαντα θεάσωνται καὶ τροφὴν ἐν καιρῷ
1. λαμβάνοντα· καὶ γὰρ καὶ τοῦτο κρίνειν ἰδιώτης δύναται
2. θεασάμενος. εἶτα οὐκ εὐθέως ἐπὶ τῇ τροφῇ τὴν ἀρχὴν τοῦ
3. παροξυσμοῦ γενομένην, ἀλλὰ μετὰ χρόνον πλείονα, τὸν ἰατρὸν
4. ἐπαινεῖ, κᾂν εἰ ψυχροῦ δεῖ τότε δόντα καὶ λούσαντα τὸν ἄῤῥωστον
5. ἀπύρετον ἴδῃ πεποιηκότα, παραχρῆμα θαυμάζει,
6. καθάπερ γε κᾂν εἰ προείπῃ τι τῶν ἐσομένων. ἀπὸ τούτων
7. μὲν οὖν ὁ ἰατρὸς ἀκριβῶς τε καὶ ἀληθῶς εὐδοκιμεῖ, σοφιστὴς
8. δὲ κατατρίβει τὸν χρόνον ἑαυτοῦ τε καὶ τῶν μαθητῶν,
9. ὑπὲρ ὀνομάτων τε καὶ σημαινομένων ἐρίζων. ἐπεὶ δὲ
10. τὸ προκείμενον ἡμῖν νῦν ἐστιν, οὐκ αὐτὰ τὰ πράγματα διδάξαι
11. τῆς τέχνης, ἐν ἑτέροις γὰρ τοῦτο ἐπράξαμεν αὐτάρκως,
12. ἀλλὰ τὴν Ἱπποκράτους γνώμην ἐπισκέψασθαι διὰ συντόμων
13. καὶ τοῦτο δυνατὸν ὧδε ποιῆσαι. λέλεκται μὲν γὰρ
14. αὐτῷ καὶ πρόσθεν· ἦν δ’ αὐτοῖσι τὰ παθήματα φρικώδεες
15. πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες. ὁ δὲ τρόπος
16. ἡμιτριταῖος, μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι.
17. καὶ νῦν δὴ πάλιν ἡ ῥῆσις αὕτη φησὶν, ἐν δὲ τῷ ἡμιτριταίῳ,
1. συμπίπτει μὲν καὶ ὀξέα νοσήματα καὶ ἐστι τῶν ἄλλων οὗτος
2. θανατωδέστατος. ὅτι μὲν οὖν θανατώδης ἐστὶν ὁ ἡμιτριταῖος
3. ἄντικρυς εἴρηκεν αὐτὸς ὁ Ἱπποκράτης. ὅτι δὲ
4. τῶν εἰς ἀπυρεξίαν ληγόντων οὐδείς ἐστι θανατώδης ἄντικρυς
5. ἐν ἀφορισμοῖς ἐδήλωσεν εἰπών. πυρετοὶ ὁκόσοι μὴ διαλείποντες,
6. διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι.
7. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπουσι, σημαίνει ὅτι ἀκίνδυνοι. πῶς
8. οὖν ἐκ τῶν εἰς ἀπυρεξίαν ληγόντων εἴπῃ τὸν ἡμιτριταῖον,
9. ἑπόμενος Ἱπποκράτει ; καὶ μὴν οἱ λέγοντες, ἐάν τις ὥραις
10. τέτρασι καὶ εἴκοσι ἀπύρετος γίγνηται, τὸν μέσον ἔχειν αὐτὸν
11. ἡμιτριταῖον, ἐκ τῶν διαλειπόντων ποιοῦσι τοῦτον τὸν
12. πυρετὸν τοιοῦτον. οὕτως δὲ καὶ τὸν μέσον καὶ τὸν μικρὸν
13. ὡρῶν ἀριθμῷ διαφέρειν τοῦ μεγάλου φάσκοντες, εἰς
14. ἀπυρεξίαν περιάγειν ἀμφοτέρους βουλόμενοι, τῆς Ἱπποκράτους
15. ἀποχωρήσουσι γνώμης, ἐν τοῖς διαλείπουσι πυρετοῖς
16. τὸν ἡμιτριταῖον ἄγοντες. ἀκίνδυνος γὰρ οὗτος ἔσται, καίτοι
17. θανατώδης ὑπ’ αὐτοῦ λεγόμενος. ἄμεινον οὖν ἐστὶ τῶν
1. μὲν ὀνομάτων, ὡς εἴρηται, καταφρονεῖν, ἀσκοῦντα θεραπείας
2. τε καὶ διαγνώσεις καὶ προγνώσεις ἑκάστου τῶν πυρετῶν.
3. ἐπεὶ δὲ σαφεστέρα τε καὶ συντομωτέρα διὰ τῶν ὀνομάτων
4. ἡ διδασκαλία γίνεται, προδιηγησάμενοι λόγῳ τῶν διὰ τρίτης
5. παροξυνομένων πυρετῶν, ἐφεξῆς τὸν ἐντὸς τῶν δώδεκα
6. ὡρῶν παυόμενον, ἀκριβῆ τριταῖον ὀνομάσομεν ἕνεκα συντόμου
7. διδασκαλίας. ὅστις δ’ ἂν ἔχῃ πολυχρονιώτερον τούτου
8. τὸν παροξυσμὸν, ὅμως μὲν ἔτι μακροτέραν αὐτοῦ τὴν ἄνεσιν,
9. ἐκεῖνον ἁπλῶς τριταῖον ὀνομάσομεν. ὅστις δ’ ἂν ἐπὶ
10. πλεῖστον μὲν ἐκτεταμένον τὸν παροξυσμὸν, ὀλίγον
11. δὲ τὸ διάλειμμα, τοῦτον πάλιν ὀνομάσομεν ἐκτεταμένον τριταῖον.
12. ὅστις δ’ ἂν μὴ παυσάμενος εἰς ἀπυρεξίαν φρικώδεις
13. μὲν τῇ προτέρᾳ τῶν ἡμερῶν ἐπαναλήψεις ποιῆται, κατὰ
14. δὲ τὴν δευτέραν ἁπλοῦν ἕνα παροξυσμὸν, τοῦτον ἡμιτριταῖον
15. ὀνομάσομεν· εἰ δ’ ἁπλῶς διὰ τρίτης παροξύνοιτο, τριταιοφυῆ.
16. πάντ’ ἔχεις ἐν. τούτῳ τῷ λόγῳ διωρισμένα, τά τ’
1. ἄχρηστα καὶ χρήσιμα. τούτων οὖν ἐστι διὰ παντὸς μεμνῆσθαι
2. καὶ πρόχειρον ἔχειν τὴν γνῶσιν αὐτῶν. οὕτως γὰρ
3. καταγνώσεις τῆς τῶν νεωτέρων ἰατρῶν φλυαρίας, ἣν περὶ
4. τῶν εἰρημένων ὀνομάτων ἐποιήσαντο, περὶ τῶν πραγμάτων
5. οἰόμενοι διαλέγεσθαι. ἀλλ’ ὅτι μὲν οὐδένα τῶν νῦν εἰς
6. ἀπυρεξίαν ἀφικνουμένων πυρετῶν ὁ Ἱπποκράτης ἡμιτριταῖον
7. ὀνομάζει δέδεικται. πότερον δ’ ἐκεῖνον μόνον ὃν ἐγὼ ἰδίως
8. καλεῖν εἴωθα τὸν τὰς φρικώδεις ἐπαναλήψεις ποιούμενον ἢ
9. καὶ τὸν ἄνευ τούτων γινόμενον, ἄξιόν ἐστι σκέψεως. εἰ γὰρ
10. καὶ τοῖς φθινώδεσι καὶ ἄλλως χρονίως νοσοῦσιν ὁ πυρετὸς
11. οὗτος εἴωθε συμπίπτειν, ἴσως, εἰ καὶ χωρὶς φρίκης γίγνοιτο,
12. καλέσομεν αὐτὸν ἡμιτριταῖον, ἐὰν τῇ δευτέρᾳ τῶν ἡμερῶν
13. ἐπιπαροξύνηται. ἀλλ’ ὅπερ ἔφην, ὑπὲρ ὀνόματος οὕσης τῆς
14. ζητήσεως οὐδὲν ἄτοπόν ἐστι, κᾂν μὴ γνῶμεν ἀκριβῶς ἐπὶ
15. τίνος πυρετοῦ μάλιστα τὴν ἡμιτριταίου ἐπιφέρει φωνὴν ὁ
16. Ἱπποκράτης. ὁπόταν γὰρ αὐτοῦ τὴν περὶ τοὺς πυρετοὺς
17. τέχνην ἐκμαθόντες ἕξομεν ὧν δεόμεθα πρὸς τὰ τῆς τέχνης
18. ἔργα, χωρὶς τῶν ἐπ’ αὐτῆς ὀνομάτων. τάχα δ’ ἂν εἶναι
1. δόξειεν οἰκεῖον ἑξῆς σκέψασθαι διὰ τί προσέθηκεν ὁ Ἱπποκράτης
2. τὸ καλεόμενον καὶ οὐχ ἁπλῶς εἶπεν, ἐν δὲ τῷ ἡμιτριταίῳ
3. ξυμπίπτει μὲν καὶ ὀξέα νοσήματα. δοκεῖ δέ μοι
4. μέμφεσθαι τὴν προσηγορίαν ὡς ἄκυρον. ἐπὶ γὰρ τῶν ἐνδεεστέρως
5. ἐχόντων κατὰ τὰ τέλεια, τὴν τοῦ ἡμίσεος προσθήκην
6. ποιούμεθα φάσκοντες ἡμιθνῆτα καὶ ἡμίθνητον καὶ
7. ἡμίθεον καὶ ἡμίφωνον, ἡμίονόν τε καὶ τὸ ἡμίοπτον, ὅσα
8. τ’ ἄλλα τοιαῦτα λέγοντες. ὁ δ’ ἡμιτριταῖος οὐ μόνον οὐκ
9. ἔστιν ἥμισυς τῷ πλήθει τῶν συμπτωμάτων ἢ τῇ δυνάμει,
10. καὶ τούτων τῆς ὅλης διαθέσεως, ἀλλὰ καὶ πολὺ χείρων τοῦ
11. τριταίου, ὡς ἄμεινον εἶναι δοκεῖν ἐκεῖνον τούτου λέγειν ἥμισυν,
12. οὐκ ἐκείνου τοῦτον. οὐκοῦν οὐκ οἶδα τί δόξαν αὐτοῖς οὕτως
13. μᾶλλον ὠνόμασαν οἱ πρώτως θέμενοι τὴν προσηγορίαν
14. ἢ ἄλλως. ἐνδέχεται γὰρ αὐτοὺς διότι τοῦ τριταίου πυρετοῦ τὸ διὰ
15. τρίτης τε παροξύνειν καὶ τὸ εἰς ἀπυρεξίαν λήγειν ἔχοντος, ὁ
16. ἡμιτριταῖος ἓν μὲν ἔχει τούτων, ἓν δ’ οὐκ ἔχει ταύτην θέσθαι
17. τὴν προσηγορίαν. τὸ μὲν γὰρ διὰ τρίτην παροξύνειν ἔχει,
1. τὸ δ’ εἰς ἀπυρεξίαν λήγειν οὐκ ἔχει. ἐνδέχεται γὰρ καὶ
2. διότι καὶ μετὰ ῥίγους εἰσβάλλειν οὐκ ἔχει, καὶ πρὸς τούτοις
3. γ’ ἔτι τὸ μετ’ ἐκκρίσεως παύεσθαι, καὶ μέντοι καὶ ὅτι
4. τὴν δευτέραν ἡμέραν οὐκ ἔχει καθαράν. ἐνδέχεται δὲ καὶ
5. ἄλλο τι τοιοῦτον εἰπεῖν, τοῖς μὲν ἄχρηστον σοφίαν ἀσκοῦσι,
6. τὰ δ’ ὄντως χρήσιμα τῆς τέχνης παραλείπουσι.