9. Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δὲ ἡμερινὸς
10. μακρότερος. ἔστι δ’ οἷσι ῥέπει καὶ ἐπὶ τὸ
11. φθινῶδες.
13. Τῶν μὲν ἐν ἀρχῇ πυρετῶν τὸν κατάλογον ἔγραψεν
14. ἁπλῶς, τούτων δ’ ἑξῆς τὰ ἤθη διδάσκει. προειρηκὼς οὖν
15. ἐν τῷ καταλόγῳ, πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ
16. ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην
17. διαλείπουσιν. εἶτα περὶ τῶν συνεχῶν διελθὼν ὁποῖοί τινές
18. εἰσι καὶ προσθεὶς αὐτοῖς ἐφεξῆς τὴν περὶ τοῦ τεταρταίου
1. τε καὶ ἡμιτριταίου διδασκαλίαν, ἐπὶ τοὺς τῇ μὲν ἡμέρᾳ
2. παροξυνομένους, τῇ δὲ νυκτὶ διαλείποντας, ἢ τῇ μὲν νυκτὶ
3. παροξυνομένους, τῇ δ’ ἡμέρᾳ διαλείποντας ἀφίκετο, καλέσας
4. αὐτῶν τὸν μὲν ἕτερον νυκτερινὸν, τὸν δ’ ἕτερον ἡμερινόν·
5. νυκτερινὸν μὲν τὸν ἐν νυκτὶ παροξυνόμενον, ἡμερινὸν δὲ
6. τὸν ἐν ἡμέρᾳ. δι’ ὧν δ’ ἐπαινεῖν ἔδοξε τὸν νυκτερινὸν,
7. οὐδὲν ἧττον ἔψεξε διὰ τῶν αὐτῶν, οὐχ ἁπλῶς εἰπὼν, νυκτερινὸς
8. οὐ θανατώδης, ἀλλὰ τὸ οὐ λίην προσθείς. εἰ γὰρ λίην
9. θανατώδης, εὔδηλον ὅτι θανατώδης μετρίως, τὸν δ’ ἡμερινὸν
10. οὐ μόνον μακρότερον εἶπεν εἶναι τοῦ νυκτερινοῦ, ἀλλὰ
11. καὶ· ἔτι πρὸς τὸ φθινῶδες ἐνίοτε ῥέπειν, ὥστε καὶ κατὰ
12. τοῦτο μοχθηρότερον εἶναι. τοῦτο μὲν γὰρ ἐν ᾧ χρόνῳ
13. διαφορεῖσθαι καὶ ἀραιοῦσθαι μᾶλλον εἴωθε, εἰ συστέλλεται
14. καὶ πυκνοῦται τὸ σῶμα, παροξυνόμενος εἰκότως κακοηθέστερος
15. εἶναι δοκεῖ· τοῦτο δὲ καὶ τὸν καιρὸν τῆς προνοίας
16. ἔχων ἀήθη. καθ’ ὃν γὰρ χρόνον ἐχρῆν κοιμᾶσθαι, κατὰ
17. τοῦτον ἀναγκαῖόν ἐστι τῆς ἰατρικῆς προνοίας τυγχάνειν
1. τὸν κάμνοντα καὶ διὰ τοῦτο καταφθείρονται τῷ χρόνῳ καὶ
2. φθίνουσι δυοῖν θάτερον. εἰ μὲν δὴ κοιμῶνται τῆς ἡμέρας,
3. ἐνδεῶς ἀπολαβόντες ὕπνου, εἰ δ’ οὐ κοιμῶνται, νυκτερίδος
4. βίον, οὐκ ἀνθρώπων, βιοῦντες.