7. Ἑβδομαῖος μακρὸς οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος
8. οὐ θανατώδης.
10. Οὔθ’ Ἱπποκράτει καλὸν ἀπιστεῖν, ἐμφαίνει γὰρ ὡς
11. ἑορακὼς ταῦτ’ ἔγραψε, οὔτε ψεύδεσθαι προσήκει λέγοντα
12. καὶ αὐτὸν ἑορακέναι. παραφυλάττειν οὖν ἡμᾶς φιλοπόνως
13. προσήκει καὶ τῇ πείρᾳ κρίνειν τὸ ἀληθὲς, ἀλλ’ ὅπως μὴ
14. πάθητε τοῖς πολλοῖς ὁμοίως, οἳ θεασάμενοι κατά τινα τύχην
15. δι’ ἑβδόμης ἡμέρας πυρέξαντα τὸ δεύτερόν τε καὶ τρίτον
16. ἀπὸ τῆς ἀρχῆς ὑπέλαβον ἑβδόμῃ εἶναί τινα περίοδον.
17. ἐνδέχεται γάρ ποτε τοῦτο καὶ κατὰ συντυχίαν ἁπαντῆσαι,
1. καὶ μέντοι καὶ κατὰ τὸ τῆς διαίτης ὁμοειδές. ὅσοις
2. γὰρ τῶν νοσούντων οὐκ ἀκριβῶς ἡ νοσώδης ἐπαύσατο διάθεσις,
3. ἀλλ’ ἔμεινεν αὐτοῖς τι σπέρμα, τούτοις ἀμελέστερον
4. διαιτηθεῖσι συμβαίνει πολλάκις μὲν ἕκτῃ μετὰ τὴν πρώτην
5. ἡμέραν πυρέξαι, πολλάκις δ’ ἑβδόμῃ, πολλάκις δ’ ὀγδόῃ,
6. πολλάκις δ’ ἄλλῃ τινὶ καὶ τοῦ πυρετοῦ παυσαμένου, δόξασιν
7. ἀκριβῶς ἀπηλλάχθαι, πάντα ὁμοίως διαιτηθεῖσιν, ἐπὶ τῷ
8. καταλειφθέντι τῆς νόσου σπέρματι δι’ ἴσων ἡμερῶν εἰς τὴν
9. αὐτὴν ἀφικομένων διάθεσιν, ὡσαύτως πυρέξαι. καὶ δυνατὸν
10. γίγνεσθαι τοῦτο πολλάκις, ὅταν ἴσον μὲν ᾖ τὸ καταλειπόμενον
11. τῆς διαθέσεως, ὁμοίως δὲ καὶ οἱ κάμνοντες διαιτῶνται.
12. τοῦτ’ οὖν ὄντως περίοδός ἐστι νοσώδης, ὅταν ἀκριβῶς
13. διαιτηθέντων αὐτῶν κατὰ τὴν αὐτὴν ἀφικνῆται προθεσμίαν
14. ὁ πυρετὸς, ὥσπερ ἐπὶ τοῦ τεταρταίου φαίνεται
15. γιγνόμενος.