16. Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος καὶ κατεκλίθη. ἐν
17. τῇ πρώτῃ πυρετὸς ὀξὺς, ἵδρωσεν ἐς νύκτα ἐπιπόνως.
18. δευτέρῃ πάντα παρωξύνθη. ὀψὲ δ’ ἀπὸ κλυσματίου καλῶς
19. διῆλθε, νύκτα δι’ ἡσυχίης. τρίτῃ πρωῒ καὶ μέχρι
1. μέσου ἡμέρης ἔδοξε γενέσθαι ἀπύρετος. πρὸς δείλην δὲ
2. πυρετὸς ὀξὺς μεθ’ ἱδρῶτος, διψώδης, γλῶσσα δὴ ἐπεξηραίνετο,
3. μέλαν οὔρησε, νύκτα δύσφορος, οὐκ ἐκοιμήθη,
4. πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα,
5. νύκτα εὐφορωτέρην, οὖρα εὐχρούστερα. πέμπτῃ περὶ μέσον
6. ἡμέρης, μικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἄκρητον. οὖρα δὲ ποικίλα
7. ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπαρμένα,
8. οὐχ ἵδρυτο. προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθε,
9. νύκτα ἐπιπόνως, ὕπνοι σμικροὶ, λόγοι, λῆρος, ἄκρεα πάντοθεν
10. ψυχρὰ καὶ οὐκέτ’ ἀναθερμαινόμενα, οὔρησε δὲ μέλανα,
11. ἐκοιμήθη σμικρὰ, πρὸς ἡμέρην ἄφωνος, ἵδρωσε
12. ψυχρὰ, ἄκρεα πελιδνὰ, περὶ δὲ μέσον ἡμέρης ἑκταῖος
13. ἀπέθανεν. τουτέῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ
14. ἀραιὸν καὶ μέγα. σπλὴν ἐπήρθη περιφερεῖ
15. κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παροξυσμοὶ ἐν
16. ἀρτίῃσιν.
1. Ἐπὶ τούτου τοῦ ἀῤῥώστου κατὰ τὴν τρίτην ἡμέραν ὁ
2. μέλλων ἔσεσθαι θάνατος ἦν φανερὸς ἤδη τῷ μεμνημένῳ
3. τῶν καθόλου θεωρημάτων. ἐν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν
4. ὀξέος πυρετοῦ γενομένου καὶ μετὰ τοῦτο ἱδρῶτος ἐπιφανέντος
5. οὐκ ἔλυσε τὸν πυρετὸν, ἀλλὰ καὶ τὴν νύκτα χαλεπὴν
6. ἤνεγκεν. ἡ δευτέρα πάλιν ἅπαντα παρώξυνεν, εἶθ’
7. ἡ τρίτη μελάνων οὔρων ἔσχεν ἔκκρισιν. ἦν μὲν οὖν καὶ τὸ
8. κατὰ τὴν πρώτην ἡμέραν γενόμενον εὐθέως μοχθηρόν. τὰ
9. γὰρ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα,
10. θανατώδη μὲν, ἄν τι τῶν ἐπ’ αὐτοῖς θανατωδῶν γένηται
11. συμπτωμάτων ἢ σημείων, δύσκριτα δὲ, ἐὰν ἄνευ τούτων
12. διαμένῃ τὰ σημεῖα τῆς τῶν χυμῶν ἀπεψίας. ἀλλ’ ἐπί
13. γε τοῦ Φιλίσκου θανατῶδες ἐγένετο σημεῖον, ἐπὶ, τῷ μὴ
14. λύσαντι τὸν πυρετὸν ἱδρῶτι, κατὰ τὴν τρίτην ἡμέραν, τὰ
15. μέλανα τῶν οὔρων, μετὰ τοῦ καὶ διψώδη γενέσθαι καὶ τὴν
16. γλῶσσαν ἐπιξηρανθῆναι καὶ δυσφορῆσαι δι’ ὅλης νυκτὸς,
17. ἀγρυπνῆσαί τε καὶ παρακροῦσαι. καὶ τούτων οὕτως
18. γενομένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν πάντα τε παροξυνθῆναί
1. φησι καὶ οὖρα πάλιν γενέσθαι μέλανα. μέμνησο τοιγαροῦν
2. ὅτι τῆς τετάρτης ὁμοίως τῇ τρίτῃ χαλεπὰ συμπτώματα
3. καὶ σημεῖα ἐχούσης ἐν ὀξεῖ νοσήματι τὴν κρίσιν ἐχρῆν
4. ἐσομένην προσδοκᾷν διὰ ταχέων, εἰ μὲν ἐν ἀρτίαις παρωξύνετο,
5. μᾶλλον ἐν ταῖς ἀρτίαις, εἰ δ’ ἐν ταῖς περιτταῖς, ἐν
6. ἐκείναις. ἔνθα δ’ ἡ κρίσις, ἐνταῦθα δηλονότι καὶ ὁ θάνατος,
7. ἐπί γε τῶν ὀλεθρίων νοσημάτων. καὶ τοίνυν ἀπέθανεν
8. ἑκταῖος ὁ Φιλίσκος, διότι καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας
9. ἦσαν αὐτῷ. τοῦτο γὰρ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο
10. κατὰ τὸ τέλος τῆς ὅλης ἐξηγήσεως γράψας ὡδί· τούτῳ τὸ
11. πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν, μέγα, σπλὴν
12. ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος,
13. οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν. ἄλλος δ’ ἄν τις ἄῤῥωστος ἴσος
14. ἐπὶ τοῖς αὐτοῖς συμπτώμασί τε καὶ σημείοις οὐ κατὰ τὴν
15. ἕκτην, ἀλλὰ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπέθανε τῆς τε δυνάμεως
16. ἰσχυροτέρας οὔσης ἢ ὡς ἔτυχεν ὁ Φιλίσκος ἔχειν, τῶν
17. τε συμπτωμάτων καὶ τῶν σημείων ἧττον ὀλεθρίων. ἐπὶ γὰρ
1. τούτῳ κατά τε τὴν τρίτην ἡμερῶν καὶ τὴν τετάρτην οὖρα
2. μέλανα γενόμενα σαφῶς ἐδήλωσε τὸ μέγεθος τῆς κακοηθείας
3. τοῦ νοσήματος, ἱδρῶτές τε ψυχροὶ γενόμενοι καὶ ἡ τοῦ
4. αἵματος δὲ στάξις ἐν τῇ ε΄ τῶν ἡμερῶν ἐπεκύρωσε
5. τὸν προσδοκώμενον ὄλεθρον σύντομον. ἔτι δὲ μᾶλλον ὅτι
6. προσέγραψε τῇ στάξει τὸ ἄκρητον ὧδέ πως εἰπὼν, τῇ
7. πέμπτῃ περὶ μέσον ἡμέρας μικρὸν ἐπέσταξεν ἀπὸ ῥινῶν
8. ἄκρητον. ὅταν μὲν οὖν ἤτοι διαχώρησιν ἢ ἔμετον ἄκρητον
9. εἴποι, τὸ ἄμικτον λέγει, διαχωρούσης ἢ ἐμουμένης ἤτοι
10. τῆς ξανθῆς ἀμίκτου χολῆς ἢ τῆς μελαίνης ἢ τῆς ἰώδους·
11. περὶ δὲ τῆς στάξεως ἐὰν ἀκούσωμεν ἄμικτον αἷμα τὸ ἐρυθρὸν,
12. αὕτη γὰρ ἴδιος αὐτοῦ χροιὰ, ψεῦδός τι νοήσομεν.
13. οὐδέποτε γὰρ ἐρυθροῦ στάξις ἀπὸ ῥινῶν ὀλεθρίῳ νοσήματι
14. πέφηνεν, ἀλλ’ ἀεὶ μέλανος· εἰκὸς οὖν ἐστὶν αὐτὸ δὴ
15. τοῦτο τὸ μέλαν ἄκρητον εἰπεῖν, βουληθέντος αὐτοῦ τὸ πάνυ
16. τοιοῦτον. ἐν μὲν δὴ τῇ τρίτῃ τῶν ἡμερῶν ἐφαίνετο σαφῶς
17. ἤδη τὸ τοῦ νοσήματος ὀλέθριον, οὐ μὴν ὁπότε τεθνήξεται
18. δῆλον ἦν. ἐν δὲ τῇ τετάρτῃ τῶν ἡμερῶν τῶν μελάνων
19. οὔρων διαμεινάντων καὶ τῶν παροξυσμῶν ἐν ταῖς ἀρτίαις
1. γιγνομένων, εἰ μὲν τῇ ἡλικίᾳ καὶ τῇ ῥώμῃ τῶν δυνάμεων
2. ἀντεῖχεν, εἰκὸς ἦν ἄχρι τῆς ὀγδόης ἐξαρκέσαι τὸν ἄῤῥωστον·
3. εἰ δὲ μὴ, κατὰ τὴν πέμπτην τεθνήξεσθαι. τῆς πέμπτης
4. δ’ ἐπὶ τοῖς εἰρημένοις αἵματός τε στάξιν ἀκράτου ἐχούσης
5. καὶ δηλονότι τοὺς ψυχροὺς ἱδρῶτας, οὓς διὰ παντὸς
6. τοῦ νοσήματος ἔφη γενέσθαι, προσεδόκησεν ἄν τις εὐλόγως
7. μὴ δυνηθήσεσθαι τὸν κατὰ τὴν ἕκτην ἡμέραν ἐσόμενον παροξυσμὸν
8. ὑπομεῖναι τὸν κάμνοντα. ταῦτά τε οὖν ἀκόλουθα
9. φαίνεται τοῖς καθόλου περὶ κρισίμων ἡμερῶν καὶ οὔρων καὶ
10. ἱδρώτων εἰρημένοις, ἐπί τε τῶν κρισίμων συγγραμμάτων
11. καὶ πρὸς αὐτοῖς τῶν περὶ δυσπνοίας τε καὶ παραφροσύνης.
12. εἰρηκὼς γὰρ ἐν προγνωστικῷ, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν
13. πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις,
14. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην
15. δηλοῖ· εἶτα νῦν ὅτι μὲν παρεφρόνησεν ὁ Φιλίσκος
16. εἰρηκὼς, οὐδὲν δ’ ἐν ὅλῃ τῇ διηγήσει περὶ δυσπνοίας
17. γεγραφὼς, εἰκότως ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκεν,
18. τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένου, ἀραιὸν,
1. μέγα. πρόδηλον δ’ ὅτι ταὐτὸν ἐστιν ἀραιόν τε φάναι καὶ
2. διὰ πολλοῦ χρόνου. τὸ δ’ ὥσπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνησκομένῳ
3. σημαίνει. δέδεικται γὰρ ἐν τοῖς περὶ δυσπνοίας
4. ἀραιὸν καὶ μέγα γίνεσθαι τὸ πνεῦμα διὰ τὴν βλάβην
5. τῆς διανοίας, ὥσπερ ἐπιλανθανομένου τῶν ἐνεργιῶν τοῦ
6. κάμνοντος, ὡς μήθ’ ὅτε καταπαῦσαι προσῆκεν αὐταῖς ἐπίστασθαι
7. μήθ’ ὅτε ἄρξασθαι.