10. Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρινιχίδεω φρέαρ,
11. πῦρ ἔλαβε, ἤλγει δὲ κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ
12. ἀρχῆς. αὐτίκα δὲ κώφωσις, ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς
13. ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου, σύντασις ὀλίγη
14. γλῶσσα ξηρὴ, τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. πέμπτῃ
15. ἐπιπόνως καὶ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην
16. σμικρὰ ξυνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ’ ἀρχῆς καὶ
17. μέχρι τεσσαρεσκαιδεκάτην πολλὰ, λεπτὰ, ὑδατόχροα διῄει.
1. εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν, ἔπειτα κοιλίη ἐπέστη.
2. οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ, καὶ πολὺ εἶχεν
3. ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. περὶ δὲ τὴν ἑκκαιδεκάτην
4. οὔρησεν ὀλίγῳ, παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν,
5. ἐκούφισεν ὀλίγῳ, κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ
6. πάλιν λεπτά. παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη ξὺν
7. ὀδύνῃ, ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, περὶ δὲ τὰ σκέλεα
8. ἐπωδύνως εἶχε. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα
9. κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη
10. ἰσχυρῶς δεξιοῦ διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ
11. ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύει. ἤλγει δὲ περὶ τριακοστὴν
12. καὶ πρώτην διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ
13. δυσεντεριωδέων, οὖρα παχέα οὔρησεν, κατέστη τὰ παρὰ
14. τὰ ὦτα. περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν
15. ἤλγεεν, ἀμβλύτερον ἑώρα, κατέστη.
1. Οὗτος ὁ ἄνθρωπος καὶ μαρτύριον ἢ καὶ παράδειγμά
2. ἐστιν οὐκ ὀλίγον τῶν καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ
3. ἀπὸ τῶν οὔρων ἐφ’ ὧν ἔγραψε κατὰ τὴν ια΄ ἡμέραν, οὖρα
4. διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ καὶ πολὺ ἔσχεν ἐναιώρημα
5. ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. ὡς γὰρ ἐξ ἀρχῆς αὐτῶν
6. τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆς ις΄.
7. ὁμοίως, οὕτως φαίνεται πεποιῆσθαι τὴν διήγησιν. ἐπὶ τῆς
8. ιστ΄ ἡμέρας ἐδήλωσε τὴν μεταβολὴν αὐτῶν, ὥς ποτε πρῶτον
9. γενομένην οὕτως εἰπὼν, περὶ ιστ΄ ἡμέρας οὔρησεν ὀλίγῳ
10. παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν. εὔδηλον οὖν ὅτι
11. λεπτὰ μὲν, εὔχροα δὲ οὖρα διὰ μὲν τὴν εὔχροιαν
12. ἐνδείκνυνται σωθήσεσθαι, ὅτι δὲ λεπτὰ χρόνου δεῖσθαι
13. πρὸς τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδος.
14. μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆς ιστ΄ ἡμέρας τὴν μεταβολὴν
15. τῶν οὔρων ἐφεξῆς φησι, τῇ ιζ΄ πάλιν λεπτά. κατὰ δὲ
16. τὴν αὐτὴν ἡμέραν φησὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ
17. καὶ εἴ γε σὺν οὔροισι παχέσιν ἐγεγόνει, κατὰ τὴν εἰκοστὴν
1. ἂν ἔσχε τελέως καλῶς οὔσης τῆς ιζ΄ ἐπιδήλου τῆς κ΄.
2. ἐκρίθη μὲν οὖν ὑπ’ αὐτῆς τὸ τέλεον, οὐ μὴν ἔσχε τὸ βέβαιον
3. ἡ κρίσις. ἀλλὰ καὶ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’
4. ἐξεπύη. ἤλγει μέντοι καὶ διαῤῥοίας ἀρξαμένης μετὰ δυσεντεριωδῶν,
5. τουτέστι μετὰ ξυσματωδῶν διαχωρημάτων, ἅπερ
6. ἦν τῆς δριμύτητος τῶν ἐκκρινομένων χυμῶν γνωρίσματα
7. καὶ σὺν αὐτοῖς οὔρων παχέων γενομένων κατέστη τὰ παρὰ
8. τὰ ὦτα. καὶ τούτων οὖν προϊόντων ἡ τελεία τοῦ νοσήματος
9. ἀπαλλαγὴ κατὰ τὴν μ΄ ἡμέραν ἐγένετο. μέμνησο τοίνυν
10. ἐπὶ τῶν τοιούτων κρίσεων μὴ μόνον τῆς ὑστάτης κατὰ τὴν
11. περίοδον τῶν κρισίμων ἡμερῶν γενομένης, ἀλλὰ καὶ τῆς ἐν
12. τῷ μεταξύ. καὶ γὰρ αἱ κρίσεις ἐπὶ πάντων τῶν ἀῤῥώστων,
13. οὐκ ἐπὶ τούτοιν μόνοιν ἐν ταῖς κρισίμοις ἡμέραις φαίνονται
14. γεγονυῖαι κατὰ τὰς κρισίμους ἡμέρας, τὰ κατ’ ὦτα ἐπιφανέντα.
15. κατὰ μέν γε τὴν ιζ΄ αἱ παρωτίδες ὤφθησαν. ἐν
16. τῇ κζ΄ ἰσχίου ὀδύνη δεξιοῦ ἐπεσήμανεν, ὠθούσης μὲν κάτω
17. τὴν περιουσίαν τῆς φύσεως, οὔπω δὲ τὴν διὰ τῆς γαστρὸς
1. ἔκκρισιν ἐργάσασθαι δυναμένης, ἣν ἐπὶ τῆς ἑξῆς τετράδος
2. ἐκίνησεν. ὅτι δὲ καὶ κ΄ κρίσιν ἔσχεν ἐλλιπῆ προακηκόαμεν.
3. ὥστε μαρτυροῦνται τῶν κρισίμων ἡμερῶν αἱ περίοδοι πρὸς
4. τῶν ἐναργῶς φαινομένων ἐπὶ τῶν νοσούντων.