Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 3.case13, ed. Kühn, 1828, vol. 17a, p. 297-301. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:3.case13


11. Γυναῖκα ἣ κατέκειτο ἐν ἀκτῇ τρίμηνον πρὸς ἑωυτὴν ἔχουσα,
12. πῦρ ἔλαβεν, αὐτίκα δ’ ἤρξατο πονέειν ὀσφύν. τρίτῃ πόνος
13. τραχήλου καὶ κεφαλῆς, κατὰ κληῖδα, χεῖρα δεξιὰν, διὰ
14. ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρέθη μετὰ
15. σπασμοῦ παραπληκτικὸν τρόπον, παρελήρει πάντα, νύκτα
16. δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν,
17. ὀλίγοισιν, ἀκρήτοισιν. τετάρτῃ γλῶσσα φωνῆς ἐλύθη,
1. σπασμὸς τῶν αὐτῶν, πόνοι πάντων παρέμενον, καθ’ ὑποχόνδριον
2. ἐσπασμένα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε
3. πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ οὐκ εὔχροα. πέμπτῃ
4. πυρετὸς ὀξὺς, ὑποχονδρίου πόνος, παρέκρουσε πάντα, διαχωρήματα
5. χολώδεα, ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει,
6. πάντων ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος
7. παρέμενε, διψώδης, οὖρα λεπτὰ, οὐκ ἐκοιμήθη. ἑβδόμῃ
8. τρόμος, ὑπεκαρώθη, μικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ
9. κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε. τὰ δ’ ἄλλα
10. διεκουφίσθη, πάντα κατενόει, τρὶς δὲ διέμενεν ἄπυρος.
11. ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπεῤῥίγωσε, πῦρ ἔλαβε. περὶ δὲ
12. τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, ἵδρωσεν,
13. ἄπυρος, ἐκρίθη οὐκ ἀνάλγητος ἐκ τῶν αὐτῶν
14. παθημάτων.

1. Ἐσώθη μὲν ἡ αὐτὴ, εἰ καὶ ἰσχυρὰ εἴρηκεν ἅπαντα
2. νοσήματα, εἴ τε σφαλερώτερα· καὶ θαυμάζω γ’ ὅπως οὐδὲν
3. ἔγραψε περὶ τῆς ἡλικίας αὐτῆς. καὶ μὴν μεμνῆσθαι προσήκει
4. τῶν εἰρημένων ἕνεκα τοῦ γινώσκειν ἐν τῷ σπανίῳ
5. διασωζομένας τινὰς ἐγκύμονας, ἐκ τοιούτων νοσημάτων,
6. ἄνευ διαφθορᾶς τῶν ἐμβρύων. ἔτι δὲ κᾀκείνου μεμνῆσθαι
7. προσήκει τοῦ τριῶν καὶ τεσσάρων μηνῶν δυσπαθέστατον
8. τῶν ἄλλων εἶναι· καὶ τοῦτο γινώσκων αὐτὸς ἐν ἀφορισμοῖς
9. εἶπε, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα
10. καὶ ἄχρις ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ
11. τὰ πρεσβύτερα εὐλαβέεσθαι δεῖ. τοῖς μὲν οὖν παιδίοις οἵ
12. τε δεσμοὶ καθ’ οὓς τῇ μήτρᾳ συμπεφύκασιν ἀσθενεῖς εἰσι
13. καὶ τὸ σύμπαν σῶμα μαλακόν· τοῖς δὲ τῆς ἀποκυήσεως
14. ἐγγὺς μεγάλοις οὖσι πολλῆς δεῖται τροφῆς, ἧς ἀποροῦντα
15. πολλάκις ἐν τοῖς ὀξέσι νοσήμασι διαφθείρεται. διὸ καὶ χαλεπώτατόν
16. ἐστι καλῶς διαιτηθῆναι νοσοῦσαν ὀξέως, εἰ μετὰ τοῦ
17. ἐμβρύου ᾖ. εἰ μὲν γὰρ ὡς τὰς ἀκύμονας ἐνδεῶς τρέφεις,
1. διαφθείρεται τὸ κυούμενον. εἰ δ’ ἐκείνου στοχαζόμενος
2. ἐκτενέστερον προσφέρεις αὐτὴν, κίνδυνος ἀποβάλλεσθαι τῇ
3. κυούσῃ. διὰ ταῦτα μὲν τὰ τρίμηνα καὶ τετράμηνα μᾶλλον
4. διασώζονται τῶν ἄλλων. τῇ δ’ οὖν νῦν προκειμένῃ κατὰ
5. τὸν λόγον γυναικὶ καὶ τῶν οὔρων λευκῶν καὶ οὐκ ἀχρόων
6. ὄντων ὅμως ἐγένετο σωθῆναι διὰ ῥώμην φύσεως, ἥτις ἐν
7. νυκτὶ δι’ ἱδρώτων ἔπαυσε τὸν πυρετόν. οὐ μὴν βέβαιόν γε
8. δυνατὸν ἦν γενέσθαι νόσημα κατὰ τὰς ἑξῆς ἡμέρας ἄχρι
9. τῆς ια΄. ἐν ᾗ πάλιν μετὰ ῥίγους ὑποστρέψασα δι’ ἐμέτου
10. καὶ ἱδρῶτος ἐκρίθη τελέως. ἐν γὰρ ταῖς ἀπὸ τῆς ε΄
11. ἄχρι τῆς ια΄ τὰ γενόμενα συμπτώματα τοῦ νευρώδους ἦν
12. γένους, οὐ τοῦ φλεβώδους ἢ ἀρτηριώδους. ἐν γοῦν τῇ ζ΄,
13. φησὶ, τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσε, τὰ δέ γε
14. κατὰ τὰς φλέβας ἐπὶ τὸ βέλτιον ἦν πεττόμενα μετὰ τὴν ἐν
15. τῇ ε΄ κρίσιν. ἐπὶ γοῦν τῆς στ΄ ἔγραψεν οὖρα λεπτὰ καὶ
16. προσθεὶς τὰ οὐκ εὔχροα. καὶ τούτων μὲν μεμνῆσθαι χρήσιμον
17. καὶ τὸ τῆς ε΄ ἡμέρας, ὅπως ἀγωνιστικὰς κρίσεις ἐπιφέρει·
1. καὶ γὰρ ὀλίγον ἔμπροσθεν ἄλλον ἄῤῥωστον
2. ἔκρινε δι’ αἱμοῤῥαγίας καὶ νῦν δι’ ἱδρῶτος τὴν προκειμένην
3. ἐν τῷ λόγω γυναῖκα, καίτοι τοῦ νοσήματος ἀμφοτέροις
4. ἀπέπτου κατ’ ἐκείνην τὴν ἡμέραν ὄντος, διὸ μηδὲ τελέαν
5. ἐποιήσατο τὴν κρίσιν.

Cliquer un n° de page pour en afficher l’image