8. Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς
9. καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, αὐτίκα δὲ
10. πυρετὸς ὀξὺς ἔλαβε, γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο, πόνοι
11. τούτων ἁπάντων ξυνεχέες ἕκτῃ κωματώδης, ἀσώδης,
12. φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ
13. παρέκρουσε. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ
14. πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροὶ, οὖρα διὰ
15. τέλεος εὔχροα μὲν, λεπτὰ δὲ διαχωρήματα, χολώδη, δακνώδεα,
16. κάρτα λεπτὰ, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν.
1. οὔροισιν ὑπόστασις λευκὴ, λείη, ἵδρωσεν, ἐκρίθη τελέως
2. ἑνδεκαταίη.
4. Καὶ περὶ ταύτης ἐν ἀρχῇ μὲν ἔγραψε τὴν
5. ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆς διηγήσεως ἔφη,
6. οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δέ. τὰ μὲν γὰρ ἀκριβῶς
7. λεπτὰ τὴν κατὰ φύσιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίως
8. μὲν γάρ ἐστιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελείως
9. λεπτά. καθ’ ὅσον δὲ ἐγχωρεῖ συνελθεῖν εὔχροιαν οὔρων
10. λεπτότητι, κατὰ τοσοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν, οὖρα
11. διὰ τέλεος εὔχροα μὲν γενέσθαι, λεπτὰ δέ. φαίνεται δὲ
12. καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰσχὺν τῆς φύσεως σωθῆναι.