Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 3.case2, ed. Kühn, 1828, vol. 17a, p. 259-266. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:3.case2


10. Σιληνὸς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος πλησίον τῶν
11. Εὐαλκίδεος, ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων
12. πῦρ ἔλαβεν. ἤρξατο δὲ πονέειν καὶ ὀσφὺν καὶ κεφαλὴν
13. εἶχε βάρος καὶ τραχήλου ἦν ξύντασις. ἀπὸ δὲ κοιλίης
14. τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ
15. διῆλθεν, οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης
16. γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ
17. πυρετὸς ὀξὺς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα,
1. οὖρα μέλανα, νύκτα δυσφόρως, μικρὰ παρέκρουσε. τρίτῃ
2. πάντα παρωξύνθη, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων
3. παραμήκης, πρὸς ὀμφαλὸν ὑπολάπαρος, διαχωρήματα
4. λεπτὰ, ὑπομέλανα, οὖρα θολερὰ, μέλανα, νυκτὸς οὐδὲν
5. ἐκοιμήθη, λόγοι πολλοὶ, γέλως, ᾠδὴ, κατέχειν οὐκ ἠδύνατο.
6. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμπτῃ διαχωρήματα ἄκρητα,
7. χολώδεα, λεῖα, λίαν λιπαρὰ, οὖρα λεπτὰ, διαφανέα, μικρὰ,
8. κατενόει. ἕκτῃ περὶ κεφαλὴν μικρὰ ἐφίδρωσεν, ἄκρεα
9. ψυχρὰ, πελιδνὰ, πολὺς βληστρισμὸς, ἀπὸ κοιλίης οὐδὲν
10. διῆλθεν, οὖρα ἐπέστη, πυρετὸς ὀξὺς, ἑβδόμῃ ἄφωνος,
11. ἄκρεα οὐκέτι ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. ὀγδόῃ
12. ἵδρωσε διόλου ψυχρὸν, ἐξανθήματα μεθ’ ἱδρῶτος ἐρυθρὰ,
13. στρογγύλα, σμικρὰ, οἷον ἴονθοι παρέμενον, οὐκ ἀφίσταντο.
14. ἀπὸ δὲ κοιλίας ἐρεθισμῷ σμικρῷ, κόπρανα
15. λεπτὰ, οἷα ἄπεπτα. πολλὰ διῄει μετὰ πόνου, οὔρει μετ’
16. ὀδύνης δακνώδεα, ἄκρεα σμικρὰ ἀνεθερμαίνετο. ὕπνοι
1. λεπτοὶ, κωματώδεες, ἄφωνος, οὖρα λεπτὰ, διαφανέα.
2. ἐνάτῃ διὰ τῶν αὐτῶν, δεκάτῃ ποτὰ οὐκ ἐδέχετο,
3. κωματώδης, οἱ δ’ ὕπνοι λεπτοὶ, ἀπὸ δὲ κοιλίης ὅμοια,
4. οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον, ὑπόστασις κριμνώδης
5. λευκὴ, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ
6. ἀρχῆς τουτέῳ καὶ διὰ τέλεος πνεῦμα μέγα, ἀραιὸν, ὑποχονδρίου
7. παλμὸς συνεχὴς, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσι.

9. Ἐπὶ τούτου προσέθηκε τὴν ἡλικίαν μὴ προσθεὶς ἐπὶ
10. τοῦ πρώτου. ἐκεῖνος μὲν γὰρ εὐλόγως ἑκταῖος ἀπέθανεν ἐν
11. ὀξεῖ νοσήματι κατὰ τὸ συνεχὲς, ὀλέθρια ἔχων ἀπὸ τῆς ἀρχῆς
12. τά τε σημεῖα καὶ τὰ συμπτώματα. οὗτος δὲ παραπλησίως
13. ἐκείνῳ διακείμενος ἀπ’ ἀρχῆς, ὅμως εἰς τὴν ια΄ ἡμέραν
14. προῆλθε διὰ ῥώμην δυνάμεως, ἣν εἰκὸς, μὲν ἦν καὶ
15. ἄλλως ὑπάρχειν αὐτῷ, καὶ διὰ τοῦ προσθεῖναι δὲ
16. τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προσθεὶς ἐπὶ τοῦ Φιλίσκου, ἐξ
17. αὐτοῦ τοῦ μὴ προσθεῖναι δηλώσας ὅτι πλειόνων ἐτῶν ἦν,
1. ὥστε τὴν μὲν δύναμιν μὴ ἰσχυρὰν εἶναι. ἕτερος δ’ ἂν ἄῤῥωστος
2. ἐπὶ τοῖς αὐτοῖς ἀπ’ ἀρχῆς σημείοις τε καὶ συμπτώμασιν,
3. εἰ μὴ ἰσχυρῶς ἦν τὴν δύναμιν, ἑβδομαῖος ἀπέθανε,
4. καὶ οὕτως γε πλησίον ἧκε τοῦ θανάτου κατ’ ἐκείνην τὴν
5. ἡμέραν καὶ ἔγραψεν ἐπ’ αὐτοῦ· ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτ’
6. ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. εὔδηλον οὖν ἐκ τούτων
7. ὅτι πλησίον ἀφίκετο θανάτου. τῆς δυνάμεως δ’ ἰσχυρᾶς
8. οὔσης ἴσχυσεν ἐξαρκέσαι πρὸς τὴν ἐφεξῆς ἡμέραν κρίσιμον
9. οὖσαν ἑνδεκάτην, ἐπεί τοι κατὰ τὴν τρίτην ἢ τετάρτην
10. ἡμέραν ἐν κακίστοις αὐτοῦ γενομένου σημείοις τε καὶ
11. συμπτώμασιν, ἐπὶ τῆς ἑβδόμης ἐχρῆν ἀποθανεῖν, ὄντων
12. γε τῶν παροξυσμῶν ἐν ταῖς περιτταῖς μᾶλλον, ὅπερ ἐδήλωσεν
13. εἰπὼν, τρίτῃ παρωξύνθη πάντα, καὶ μετὰ ταῦτα πάλιν τετάρτῃ
14. διὰ τῶν αὐτῶν. δυνηθεὶς οὖν ὑπερβῆναι, ὡς ἔφην,
15. τὴν ζ΄ ἡμέραν διὰ ῥώμην δυνάμεως, ἐπὶ τῆς ὀγδόης ἡμέρας
16. ἐξανθήματα μεθ’ ἱδρῶτος ἔσχεν ἐρυθρὰ, στρογγύλα,
17. σμικρὰ, τῆς φύσεως αὐτοῦ διαμαχομένης ἐπὶ τῷ νοσήματι
1. καὶ πρὸς τὸ δέρμα τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν
2. ὠθούσης καὶ διὰ τοῦτό γε οὐκ ἐπὶ τῆς ἐνάτης ἡμέρας ἀπέθανεν,
3. ἀλλ’ ἐπὶ τῆς ἑνδεκάτης. ὡς εἴ γε κατὰ τὴν ὀγδόην
4. μηδὲν ἐγεγόνει τοιοῦτον, ἀκόλουθον ἦν ἀποθανεῖν αὐτὸν
5. ἐπὶ τῆς ἐνάτης, γεγονυίας γε τῆς ἑβδόμης οἵαν εἶπεν.
6. ἐπεὶ δὲ καὶ παρεφρόνησεν οὗτος ὁ ἄῤῥωστος ἐν τῇ νόσῳ,
7. διὰ τοῦτο προσέθηκεν ἐπὶ τελευτῇ τῆς διηγήσεως, πνεῦμα
8. σχεῖν αὐτὸν ἀραιὸν καὶ μέγα δι’ ὅλου τοῦ νοσήματος.
9. ἀλλὰ καὶ ὑποχονδρίου παλμὸν συνεχῆ γεγονέναι φησὶν αὐτῷ.
10. θόρυβον δὲ καὶ τοῦτο ἤ παραφροσύνην ἐλέγετο δηλοῦν ἐν
11. προγνωστικῷ. ἔοικεν ἐν τῷ διαφράγματι φλεγμονὴ γεγονέναι
12. τις τῷ ἀνθρώπῳ, δι’ ἤν κατὰ τῆς τρίτης ἡμέρας διήγησιν
13. ἔγραψε, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων παραμήκης
14. πρὸς ὀμφαλὸν, ὑπολάπαρος. τὸ γὰρ ὑπολάπαρος
15. ὑπόκενός ἐστι, τουτέστιν ὄγκου χωρὶς, ὅς γίνεται τῶν καθ’
16. ὑποχόνδρια μορίων φλεγμαινόντων. ὅταν μέντοι τῇ φλεγμονῇ
17. τοῦ διαφράγματος κατὰ τὸ συνεχὲς ἀνέλκηται τὸ ὑποχόνδριον,
18. συντείνεται χωρὶς ὄγκου. καὶ κατ’ ἀρχήν γε τῆς
1. ὅλης διηγήσεως ἔφη πονεῖν αὐτὸν ὀσφὺν καὶ κεφαλῆς ἔχειν
2. βάρος καὶ τραχήλου σύντασιν, ἅπερ καὶ αὐτὰ πρὸς τὸ χεῖρον
3. ὄντος τοῦ νοσήματος παρακρουστικὰ σημεῖα γίνεται καὶ
4. εἴ γε μετ’ ἀγρυπνίας ἄνευ βάρους ἐγεγόνει ταῦτα, φρενιτικὸς
5. ἂν ἀπετελέσθη. νυνὶ δὲ τὸ βάρος τῆς κεφαλῆς πλῆθος
6. ἐνδεικνύμενον ἐν αὐτῇ περιέχεσθαι χυμῶν, οὐ πάνυ τι
7. θερμῶν ἢ χολωδῶν ἢ πάντως ἄγρυπνος ἂν ἦν, ἐδήλωσε κωματώδη
8. γενέσθαι τὸν κάμνοντα. λεχθήσεται δ’ ἐπὶ πλέον
9. περὶ τῶν τοιούτων διαθέσεων, ἐν αἷς ἅμα κωματώδεις εἰσὶ
10. καὶ παραφρονοῦσιν, ὅταν ἐξηγησώμεθα τὴν πρώτην ῥῆσιν
11. τοῦ προῤῥητικοῦ. προσθεῖναι δὲ χρὴ τῷ παρόντι λόγῳ καὶ
12. ταῦτα, ὡς ἐστὶ βέλτιον ἅπερ εἴρηται καὶ δι’ ἄλλων ἡμῖν
13. πολλάκις ὅτι τῶν ἐπὶ προφανέσιν αἰτίαις ἀρξαμένων πυρέττειν,
14. εἰ μηδεμίαν τῶν κατὰ τὸ σῶμα περιέχοιτο παρασκευὴν
15. νοσήματος, ἐφήμερος ὁ πυρετὸς γίνεται. καίτοι γε
16. τῷ Σιληνῷ πάντως ἂν ἐγεγόνει τοιοῦτον ἐκ κόπων καὶ πότων καὶ
17. γυμνασίων ἀκαίρων πυρέξαντι μὴ πρόϋπαρ χούσης ἐν τῷ σώματι
18. τῆς νοσώδους παρασκευῆς, ἥν διαγνώσῃ τοῖς γιγνομένοις εὐθέως
19. περὶ τὴν πρώτην καὶ δευτέραν ἡμέραν συμπτώμασί τε καὶ σημείοις.
1. πρῶτον μὲν οὖν, ἔφη, πῦρ ἔλαβεν, οὕτως δ’ ὀνομάζειν εἰωθὼς
2. τὸν πυρετὸν, ὅταν ᾖ σφοδρότατος. εἶτ’ ἐφεξῆς, ἀπὸ δὲ κοιλίης τῇ
3. πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ
4. διῆλθε τούτῳ. εἶτ’ ἐφεξῆς· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν
5. ἔχοντα· καὶ πάλιν ἐφεξῆς· διψώδης γλῶσσα, ἐπίξηρος,
6. νυκτὸς οὐδὲν ἐκοιμήθη, πλῆθος οὐ σμικρὸν ὀλεθρίων τε
7. συμπτωμάτων καὶ σημείων ἐγένετο τῷ Σιληνῷ κατὰ τὴν
8. πρώτην εὐθὺς ἡμέραν, ὡς νοῆσαί τινα δύνασθαι σαφῶς,
9. τοὺς κόπους καὶ πότους καὶ γυμνάσια, προφάσεις γεγονέναι
10. τοῦ νοσήματος, κυριώτατα γὰρ ἄν τις φαίη προφάσεις, τὰ
11. φανερὰ τῶν αἰτίων. ὅταν δέ τινα καὶ ἄλλα μέλλοντα νοσεῖν
12. ἄνθρωπον ἐξελέγξῃ προσγενόμενα, χρόνῳ μέντοι πλείονι
13. προηγησάμενα, κυρίως ἄν τι γένοιτο τηνικαῦτα, δυνατὸν
14. εἶναι καὶ τὸν Σιληνὸν τοῦτον ἐν χρόνῳ πολλῷ διητηθέντα
15. τὸν τρόπον τὸν εἰρημένον, ἐξ αὐτοῦ αὐτῷ ἐσκευάσθαι τὸ
16. νόσημα. ἐὰν μὲν γὰρ πονῇ τις, πολλὰ ταλαιπωρούμενος
17. ἐν ταῖς ἐνεργείαις ἄχρι κόπου, πίνῃ δὲ δαψιλῶς καὶ ἀκαίρως
1. τε γυμνάζοιτο, τοῦτο δέ ἐστιν, ἤτοι γ’ ἐπὶ σιτίοις ἢ
2. βραδυπεψίας γενομένης, πρὶν καλῶς εἰς αἷμα μεταβληθῆναι
3. τὴν τροφὴν, οὗτος ἐν αὐτᾷ, τὸ μέντοι χολῶδες ἀθροίσειε διὰ
4. τὰς ταλαιπωρίας, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον διά τε τοὺς πότους
5. καὶ τὰ ἄκαιρα γυμνάσια. χαλεπώτατα δέ εἰσι ταῦτα μάλιστα
6. τῶν νόσων, ἐν αἷς ἀμφοτέρων ἀξιόλογον ἀθροίζεται πλῆθος.

Cliquer un n° de page pour en afficher l’image