Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 3.case3, ed. Kühn, 1828, vol. 17a, p. 266-268. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:3.case3


9. Ἡροφῶντι πυρετὸς ὀξὺς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ’
10. ἀρχὰς, μετὰ δὲ ταῦτα λεπτὰ διῄει, χολώδεα, ὑπόσυχνα,
11. ὕπνοι οὐκ ἐνῆσαν οὖρα μέλανα, λεπτά. πέμπτῃ πρωῒ,
12. κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπῄρθη, ὑποχονδρίου
13. ξύντασις, ἀπὸ κοιλίης ὀλίγα μέλανα διῆλθεν, παρεφρόνησεν.
14. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρὼς, ψύξις, παράληρος παρέμενεν.
15. ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε, ἐς
16. νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεξε σπλὴν ἐμειοῦτο,
17. κατενόει πάντα, ἤλγησε, κατὰ βουβῶνα ἔπαρμα, τὸ
1. πρῶτον σπληνὸς κατ’ ἴξιν, ἔπειτα οἱ πόνοι
2. ἐς ἀμφοτέρας κνήμας, ἐς νύκτα εὐφόρως, οὖρα εὐχροιότερα,
3. ὑπόστασιν εἶχε μικρήν. ἐνάτῃ ἵδρωσε, ἐκρίθη,
4. διέλιπε. πέμπτῃ ὑπέστρεψεν, αὐτίκα δὲ σπλὴν ἐπήρθη
5. πυρετὸς ὀξὺς, κώφωσις πάλιν. μετὰ δὲ τὴν ὑποστροφὴν
6. τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπώδυνα,
7. νύκτα ἵδρωσεν, ἐκρίθη περὶ τὴν ἑπτακαιδεκάτην οὐδὲ παρέκρουσεν
8. ἐν τῇ ὑποστροφῇ.

10. Οὗτος ἐκ παραδόξου διεσώθη. κατὰ γὰρ τὰς πάντας
11. ἡμέρας εἰκότως ἄν τις αὐτὸν ὑπενόησε τεθνήξεσθαι. καὶ γὰρ
12. οὔρησε μέλανα καὶ διαχωρουμένων χολωδῶν συμπαυσαμένων
13. ἠκολούθηκε κώφωσις, ὡς ἂν εἰς τὴν κεφαλὴν ἀνελθόντων
14. αὐτῶν. ἀλλ’ ἐπὶ τούτοις μὲν εἰκότως παρεφρόνησεν,
15. ἐπὶ δὲ τοῖς μέλασιν οὔροις, κακοῖς οὖσιν, οὐδὲν
16. ἀντίῤῥοπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι σπλὴν ἐπήρθη πεμπταίῳ,
17. δεξάμενός τι τῆς κακοχυμίας, εἶτα κατὰ τὴν ὀγδόην
1. ἡμέραν ἐκ τοῦ σπληνὸς, εἰς τὰ σκέλη μεθισταμένων αὐτῶν,
2. ὁ μὲν ἐμειοῦτο, κατὰ δὲ τὴν ἐπὶ σκέλη φορὰν τῶν μεθισταμένων,
3. ἤλγησε μὲν τὰ πρῶτα κατὰ βουβῶνα τὸν ἀριστερὸν,
4. οὗτος γάρ ἐστι κατ’ ἴξιν σπληνὸς, ἔπειτα εἰς τὰς κνήμας
5. ἀμφοτέρας, ἐφ’ οἷς δὴ συμπτώμασι διὰ τῆς νυκτὸς εὐφόρως
6. ἔσχε καὶ οὔρησεν εὐχροώτερα καὶ λευκὴν ὑπόστασιν
7. ἔχοντα μικράν. εἶτα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, ἥτις ἦν
8. ἐνάτη, μεθ’ ἱδρῶτος ἐκρίθη. τοσοῦτον ἄρα ἥ τε κάτω μετάστασις
9. ἴσχυσε τῶν λυπούντων ἥ τε τῶν οὔρων πέψις.
10. ἀλλὰ γὰρ οὐδ’ οὕτως ἦν ἱκανὰ ταῦτα τελέως ἀπαλλάξαι τῆς
11. νόσου τὸν κάμνοντα ἱδρώσαντα κατὰ τὴν θ ἡμέραν. ὑπελείφθη
12. τοιγαροῦν αὐτῷ μόριόν τι τῆς κακοχυμίας ὃ κατὰ
13. τὴν ιδ΄ ἡμέραν ὑποστροφὴν ἤνεγκεν, ἐφ’ ᾖ τὸ σύμπαν
14. ἑπτακαιδεκαταῖος ἐκρίθη, φυλαττομένης καὶ κατὰ τοῦτον τὸν
15. ἄῤῥωστον τῆς ἐπὶ τῶν κρισίμων ἡμερῶν τηρήσεως.

Cliquer un n° de page pour en afficher l’image