2. Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν καὶ κατὰ
3. φύσιν καθάρσεως γινομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν,
4. τεσσαρεσκαιδεκάτην ἐοῦσαν, μετὰ τόκον πῦρ ἔλαβε μετὰ
5. ῥίγεος. ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιὸν
6. γυναικείων πόνοι, κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ
7. ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος
8. πόνοι παρέμενον. ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρὰ, διψώδης
9. κοιλίη ξυνεκαύθη μικρὰ διῄει, οὖρα λεπτὰ ἄχροα κατ’ ἀρχάς.
10. ἑκταίῃ ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει.
11. ἑβδόμῃ διψώδης, διαχωρήματα χολώδεα, κατακορέα.
12. ὀγδόῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, σπασμοὶ πολλοὶ μετὰ πόνου,
13. πολλὰ παρέλεγεν, ἐξανίστατο. βάλανον προσθεμένῃ
14. πολλὰ διῆλθε μετὰ περιῤῥόου χολώδεος, ὕπνοι οὐκ ἐνῆσαν.
15. ἐνάτῃ σπασμοὶ, δεκάτῃ πάντα σμικρὰ κατενόει.
16. ἑνδεκάτῃ πάντως ἐκοιμήθη, ἀνεμνήσθη, ταχὺ δὲ πάλιν
17. παρέκρουσε. οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολὺ, ὀλιγάκις
18. ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίνεται ἐκ τῶν
1. καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενον, πολὺν χρόνον
2. οὐ καθίστατο χρῶμα καὶ πάχος εἴκελον οἷον γίνεται ὑποζυγίων,
3. τοιαῦτα οὔρει οἷα κᾀγὼ εἶδον. περὶ δὲ τεσσαρεσκαιδεκάτην
4. ἐούσῃ πόνοι δι’ ὅλου τοῦ σώματος, λόγοι
5. πολλοὶ, σμικρὰ κατενόει, διὰ ταχέων δὲ πάλιν παρέκρουσε·
6. περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα ἦν ἄφωνος, εἰκοστῇ
7. ἀπέθανεν.
9. Δύο ἦν ἐκ ταύτης τῆς διηγήσεως ὧν ἓν κοινὸν
10. μὲν καὶ πρὸς τοὺς ἔμπροσθεν καὶ μετὰ ταῦτα γεγραμμένους
11. ἀῤῥώστους τὸ τῶν κρισίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον.
12. ἐπισχεθείσης γὰρ τῇ γυναικὶ ταύτῃ τῆς μετὰ τόκον καθάρσεως
13. ἥ τε νόσος ἐγένετο καὶ ὁ θάνατος. ἀπέθανε δὲ κατὰ
14. τὴν κ΄, τῆς ιδ΄ καὶ ιζ΄ χειρόνων παρὰ τὰς ἄλλας γενομένων.
15. τὸ δὲ προσθεμένῃ μετὰ μὲν τοῦ βάλανος ὅταν τύχῃ γεγραμμένον,
16. εὔδηλον ἔχει τὸ σημαινόμενον, ἄνευ δὲ τῆς προσθήκης
1. ἤτοι ὑπακοῦσαι χρὴ τὸν βάλανον, ὥς τινες βούλονται, ἢ
2. πεσσὸν παρηγορικὸν δηλονότι καὶ ἀφλέγμαντον. ἐκεῖνό γε
3. μὴν ἐπὶ πασῶν γυναικῶν, ὧν ἐπεσχέθη μετὰ τόκον ἡ κάθαρσις,
4. ἐπίστασθαί τε καὶ μεμνῆσθαι προσῆκεν, ὥς τινες
5. μὲν ἐσχάτως κινδυνεύουσιν ἀποθανεῖν. ὀλίγαι δὲ πάνυ μετρίως
6. ἐνωχλήθησαν, ἐπεὶ ταῖς πλείσταις μὲν ἡ μήτρα φλεγμαίνει,
7. τισὶ δὲ καὶ τὸ παρ’ αὐτῷ τῷ τόκῳ ῥυὲν αἷμα κενωθὲν
8. διάφορόν ἐστι κατὰ τὴν ποιότητα, ταῖς μὲν πικρόχολον
9. ἢ μελαγχολικὸν, ταῖς δὲ ἰῶδες ἢ φλεγματικὸν ἢ μετρίως
10. χρηστὸν, ἄμεμπτον δὲ τελέως οὐδέποτε. δεδαπάνηται γὰρ
11. ἐξ αὐτοῦ τὸ κάλλιστον εἰς τροφὴν τοῦ κυηθέντος. ἐνδείκνυται
12. δ’ αὐτοῦ τὴν φύσιν καὶ τὰ γενόμενα συμπτώματα
13. κατὰ τὴν ἐπίσχεσιν τῆς λοχίου καθάρσεως, ὥσπερ καὶ νῦν
14. ἐπὶ τῆς προκειμένης ἐν τῷ λόγῳ, τὸ μὲν ῥῖγος καὶ ὁ πυρετὸς
15. ὀξὺς, ἥ τε δίψα καὶ ὁ χολώδης ἐπίῤῥους καὶ ἡ παραφροσύνη
16. καὶ ἡ ἀγρυπνία χολώδους ἐστὶ πλεονάζοντος χυμοῦ
17. γνωρίσματα· σπασμοὶ δὲ καὶ παλμοὶ καὶ τὸ οἷον τῶν
1. ὑποζυγίων ἐοικὸς οὖρον ὠμοῦ καὶ παχέος αὐτὰ εἴδη εἰσίν.
2. οὕτως κάκισται τῶν νόσων ἐν αἷς ἀμφότεροι πλεονάζουσιν
3. οἱ εἰρημένοι χυμοὶ καὶ τὸν ἡμιτριταῖον ἐπί γε τούτοις
4. ἐδείκνυμεν ἐπιγενέσθαι. τοῦ μὲν οὖν ἐπισφαλῶς νοσῆσαι
5. τὴν γυναῖκα τοῦτο ἦν αἴτιον. πότερον δὲ διαφεύξεται τὴν
6. νόσον ἢ τεθνήξεται τά τε συμπτώματα καὶ τὰ σημεῖα κατ’
7. ἀρχὰς εὐθέως ἐξηγεῖσθαι δύναται. προσέχωμεν οὖν αὐτοῖς
8. ἕνεκα γυμνασίας. τῇ πρώτῃ τῶν ἡμερῶν, ἥτις ἦν ιδ΄, μετὰ
9. τόκον, πῦρ, φησὶν, ἔλαβε τὴν ἄνθρωπον μετὰ ῥίγους. ἴσμεν
10. δ’ ὅτι πῦρ ὀνομάζει τὸν πυρωδέστατον πυρετὸν, ἀλλ’ οὔπω
11. τοῦτό γε πάντως ὀλέθριον, ὥσπερ οὐδὲ τὸ καρδιαλγέειν,
12. ὅπερ ἐστὶ τὸ στόμα τῆς κοιλίας ὀδυνᾶσθαι, ὡσαύτως
13. δ’ οὔτε τὰ γυναικεῖα μόρια, καθάπερ οὐδ’ ὅτι τὸ δεξιὸν
14. ὑποχόνδριον, ἀλλὰ καὶ ὕπνοι, φησὶν, οὐκ ἐνῆσαν. αὔξεται
15. μὲν οὖν ἡ διάγνωσις ἐκ τούτων ἁπάντων τῆς τοῦ νοσήματος
16. κακίας, οὐ μὴν ὅτι γε πάντως ἐπ’ αὐτοῖς τεθνήξεται
17. δῆλον ἡμῖν, καθάπερ οὐδ’ ὅτι διψώδης οὐδ’ ὅτι τὰ οὖρα
18. λεπτὰ καὶ ἄχροα. χρόνου μὲν γὰρ εἰς πέψιν δεῖται τὰ
19. τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά γε πάντως ἐστίν. ἀλλὰ
1. καὶ ἄκρεα, φησὶ, ψυχρά. τοῦτο μὲν ἤδη τῶν ἐσχάτως ὀλεθρίων
2. ἐστὶν ἐν ἀρχῇ νοσήματος ἅμα σφοδροτάτῳ πυρετῷ γινόμενον.
3. εἰ μὲν οὖν ἠπιστάμην ὅπως εἶχε ῥώμης ἡ γυνὴ
4. καὶ περὶ τοῦ χρόνου τῆς νόσου, δυνατὸν ἦν ἄν μοι λέγειν
5. ἐπὶ τοῖς προειρημένοις συμπτώμασι καὶ εἰ ἐκ παραδόξου
6. τινὰ ἀμυδρὰν ἐλπίδα σωτηρίας εἶχεν. ἐπειδὴ δ’ ἄδηλον
7. τοῦτο, μεμνῆσθαί γ’ ὑμᾶς χρὴ προστιθέναι τοῖς ὀλεθρίοις
8. συμπτώμασι κατὰ τὰς ἐπισκέψεις τῶν νοσούντων τὸν ἀπὸ
9. τῆς δυνάμεως διορισμόν· οὕτως γὰρ ἀποφήνασθαι
10. βεβαίως δυνήσεσθε. ταύτῃ γοῦν τῇ γυναικὶ περὶ τὴν ιδ΄
11. ἡμέραν οἵ τε πόνοι δι’ ὅλου τοῦ σώματος γενόμενοι καὶ
12. παραφροσύνη τὸν ἐσόμενον θάνατον ἐδήλωσεν, ἤτοι κατὰ
13. τὴν ιζ΄ ἢ τὴν κ΄ ἐκ τῆς τῶν κρισίμων ἡμερῶν φύσεως.
14. καὶ τοίνυν ἀμφότερα ἐγένετο κατὰ μὲν τὴν ιζ΄ ἀφωνίᾳ
15. καταληφθείσης αὐτῆς, εἰκοσταίας δ’ ἀποθανούσης.