2. Ἐπικράτεος γυναῖκα, ἢ κατέκειτο παρὰ Ἀρχηγέτην, περὶ τόκον
3. ἤδη ἐοῦσαν, ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη,
4. ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτὰ, τρίτῃ δ’ ἔτεκε θυγατέρα
5. καὶ τὰ ἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτέρῃ
6. μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξὺς, καρδίης πόνος καὶ γυναικείων,
7. ὕπνοι οὐκ ἐνῆσαν. προσθεμένῃ δὲ ταῦτα μὲν
8. ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος.
9. ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει, ἄκρητα, οὖρα
10. λεπτὰ ὑπομέλανα. ἀφ’ ἧς δ’ ἔλαβε πυρετὸς ἐς νύκτα
11. ἐκταίῃ παρέκρουσε. ἑβδόμῃ ἅπαντα παρωξύνθη, ἄγρυπνος
12. παρέκρουσε, διψώδης, διαχωρήματα πάντα χολώδεα κατακορέα.
13. ὀγδόῃ ἐπεῤῥίγωσεν, ἐκοιμήθη πλείω. ἐνάτῃ
14. διὰ τῶν αὐτῶν. δεκάτῃ σκέλεα ἐπιπόνως ἤλγει, καρδίης
15. πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουσεν, ἐκοιμᾶτο μᾶλλον,
16. κοιλίη ἐπέστη. ἑνδεκάτῃ ἵδρωσεν, οὔρησεν εὐχροώτερα
17. συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ
1. ἐπεῤῥίγωσε, πυρετὸς ὀξύς. πεντεκαιδεκάτῃ
2. ἤμεσε χολώδεα ψυχρὰ ὑπόσυχνα, ἵδρωσεν ἀπύρετος, ἐς
3. νύκτα δὲ πυρετὸς ὀξὺς, οὖρα πάχος ἔχοντα, ὑπόστασις
4. λευκή. ἑξκαιδεκάτῃ παρωξύνθη νύκτα καὶ δυσφόρως
5. οὐχ ὕπνωσε, παρέκρουσεν. ὀκτωκαιδεκάτῃ διψώδης γλῶσσα
6. ἐξεκαύθη, οὐχ ὕπνωσε, παρέκρουσε πολλὰ, σκέλεα ἐπωδύνως
7. εἶχε. περὶ δὲ εἰκοστὴν πρωῒ μικρὰ ἐπεῤῥίγωσε, κωματώδης,
8. δι’ ἡσυχίας ὕπνωσε, ἤμεσε χολώδεα, ὀλίγα, μέλανα,
9. ἐς νύκτα κώφωσις. περὶ δὲ εἰκοστὴν πρώτην πλευροῦ
10. ἀριστεροῦ βάρος δι’ ὅλου μετ’ ὀδύνης, σμικρὰ ἐπέβησσεν,
11. οὖρα δὲ πάχος ἔχοντα θολερὰ ὑπέρυθρα, κείμενα οὐ καθίστατο,
12. τὰ δ’ ἄλλα κουφοτέρως, οὐκ ἄπυρος. αὖθις
13. ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος, ἔρευθος, κιὼν ἀνεσπασμένος,
14. ῥεῦμα δριμὺ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμεινε.
15. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἄπυρος, οὔροισιν ὑπόστασις,
16. πλευρὸν ὑπῆλγε. περὶ δὲ πρώτην καὶ τριακοστὴν ἤμεσε
1. τῇ τεσσαρακοστῇ ὀλίγα, χολώδεα, ἐκρίθη τελέως ἄπυρος
2. τῇ ὀγδοηκοστῇ.
4. Πλησίον οὖσαν τὴν γυναῖκα τήνδε τῆς προσθεσμίας
5. τοῦ τόκου ῥιγῶσαί φησι χωρὶς τοῦ πυρέξαι. πρόκειται δὲ
6. τῇ λέξει τὸ ὡς ἔλεγον, ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος.
7. ᾤοντο γὰρ οἱ παλαιοὶ σχεδὸν ἅπαντες ἐπιγίγνεσθαι τοῖς
8. αὐτομάτοις ῥίγεσι πυρετὸν ἐξ ἀνάγκης. αὐτόματα δὲ δηλονότι
9. καλεῖται τὰ χωρὶς τῆς ἔξωθεν αἰτίας. ἐν γοῦν τῷ
10. προοιμίῳ τοῦ καλῶς ἐπιγεγραμμένου πρώτου περὶ νούσων,
11. ὡς ἐξ ἀνάγκης ἑπομένου τῷ ῥίγει τοῦ πυρετοῦ γέγραπται.
12. δέδεικται δ’ ἡμῖν τὸ τοιοῦτον ῥῖγος, ᾧ πυρετὸς οὐκ ἀκολουθεῖ,
13. ψυχρῶν καὶ ὠμῶν χυμῶν ἔκγονον εἶναι καὶ διὰ
14. τοῦτο μᾶλλον νῦν ἢ πάλαι γενέσθαι. τὸ γὰρ ταλαίπωρον
15. τῆς ὅλης διαίτης, ἅμα τοῖς ἐπὶ τροφῇ λουτροῖς ἀθροίζειν
16. εἴωθε τὸ τοιοῦτον πλῆθος. ἔοικε καὶ ἡ τοῦ Ἐπικράτους
17. γυνὴ τοῦτο ἔχειν τὸ πλῆθος. ἐν γοῦν τῇ πρώτῃ τῶν ἡμερῶν
1. ῥιγῶσαί φησιν αὐτὴν, χωρὶς τοῦ θερμανθῆναι, τουτέστι
2. χωρὶς τοῦ πυρέξαι καὶ πάλιν ἐπὶ τῆς ὑστεραίας ὡσαύτως,
3. εἶτα τῇ τρίτῃ τῶν ἡμερῶν ἀποκυῆσαι, τάχα καὶ πρὸ τῆς
4. ἀκριβοῦς προθεσμίας συμβάντος τοῦ τόκου διὰ τὴν σφοδρότητα
5. τοῦ ῥίγους. μετὰ γοῦν τὸν ἡμέρᾳ β΄ τὴν καρδίαν
6. τουτέστι τὸ στόμα τῆς κοιλίας ἀλγῆσαί φησιν αὐτὴν καὶ
7. τὰ γυναικεῖα, προσυπακοῦσαι αὐτῷ χρὴ μόρια, καθάπερ καὶ
8. τὴν πρὸ αὐτῆς, εἶτά φησι προσθεμένην αὐτὴν κουφισθῆναι.
9. προείρηται δ’ ὅτι καὶ βάλανον καὶ πεσσὸν ἐπὶ τῷ
10. προσθεμένῳ δύνατόν ἐστι προσυπακούειν. εἶθ’ ἑξῆς καταλέγει
11. συμπτώματα νοσημάτων ὀξέων, κεφαλῆς μὲν καὶ τραχήλου
12. καὶ ὀσφύος πόνον, ἀγρυπνίαν δὲ καὶ διαχωρήσεις
13. ἀκράτως χολώδεις, ᾧ καὶ δῆλον ὡς οὐκ ὠμὸς μόνον, ἀλλὰ
14. καὶ χολώδης ἐπλεόναζε χυμός. ὄντων δὲ τῶν οὔρων λεπτῶν,
15. ἀναγκαῖον ἦν χρονίσαι τὴν νόσον. ἐπεὶ δὲ καὶ ὑπομέλανά
16. φησι ταῦτα γενέσθαι, τοῦτο δὴ τὸ σὺν ἀγῶνι καὶ ταραχὴν
17. δηλοῖ καὶ μέχρι γε τῆς ἑνδεκάτης ἡμέρας ἄδηλον ἦν εἰ σωθήσεται
1. τὸ γύναιον, οὐδενὸς ἐν τῷ μεταξὺ γενομένου σημείου
2. σαφοῦς, ἐφ’ ᾧ τις ἢ σωτηρίαν ἢ θάνατον ἐλπίσει.
3. κατὰ δὲ τὴν ια΄ ἐπεφάνη τι σωτηρίας σημεῖον, ἔνθα φησὶν,
4. ια΄ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν
5. ἔχοντα, διῆγε κουφότερον. ἐπ’ αὐτῆς οὖν ὀψὲ τῆς πέψεως
6. τῶν χυμῶν ἀρξαμένης ἀναγκαῖον ἦν χρονίσαι τὸ νόσημα
7. καὶ διὰ τοῦτο τεσσαρεσκαιδεκαταῖον μὲν ἐκρίθη τὸ πρῶτον
8. ὡς ἀκινδύνως ἔχειν ἤδη. μεταξὺ δὲ ἄχρι τῆς τεσσαρακοστῆς
9. ἐνοσηλεύετο, τελέως δὲ κατὰ τὴν π΄ ἀπηλλάγη. μέμνησο
10. τοιγαροῦν ὡς ἡ πεῖρα μαρτυρεῖ ὅτι ἡ τεσσαρακοστὴ
11. καὶ ὀγδοηκοστὴ κρίσιμοί εἰσι, ψευδοῦς ὄντος καὶ μὴ φαινομένου
12. διὰ τῆς ἐμπειρίας τοῦ κατὰ τελείας ἑβδομάδας
13. συναριθμεῖσθαι τὰς κρισίμους ἡμέρας. οὕτω γὰρ ἂν ἡ μβ΄
14. καὶ γ΄ καὶ ξ΄ καὶ δ΄ καὶ π΄ τὰς κρίσεις ἔφερον, οὐ μ΄ καὶ
15. ξ΄ καὶ π΄.