2. Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου,
3. πῦρ ἔλαβε πεπλανημένως. ἤλγει δὲ καὶ κεφαλὴν ἐξ ἀρχῆς
4. καὶ πλευρὸν ἀριστερὸν καὶ τῶν ἄλλων πόνοι κοπιώδεα
5. τρόπον, οἱ πυρετοὶ παροξυνόμενοι, ἄλλοτε ἀλλοίως
6. ἀτάκτως. ἱδρῶτες ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. τὰ μὲν πλεῖστα
7. ἀπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μᾶλλον. περὶ
8. δὲ εἰκοστὴν τετάρτην καὶ χεῖρας ἄκρας ἐψύχετο, ἤμεσε
9. ξανθὰ, χολώδεα, ὑπόσυχνα, μετ’ ὀλίγον δὲ ἰώδεα, πάντων
10. ἐκουφίσθη, περὶ δὲ τριακοστῇ ἐόντι ἤρξατο ἀπὸ ῥινῶν
11. αἱμοῤῥαγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ’
12. ὀλίγον, μέχρι κρίσεως, οὐκ ἀπόσιτος δὲ οὐδὲ διψώδης
13. παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος, οὖρα δὲ λεπτὰ,
14. οὐκ ἄχροα. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα,
15. ὑπόστασιν πολλὴν λίην ἐρυθρὴν ἔχοντα ἐκουφίσθη.
16. μετὰ δὲ ταῦτα ποικίλως τὰ τῶν οὔρων, ὁτὲ μὲν ὑπόστασιν
17. εἶχεν, ὁτὲ δ’ οὔ. ἑξηκοστῇ οὔροις ὑπόστασις πολλὴ
1. καὶ λευκὴ καὶ λείη ξυνέδωκε πάντα, πυρετοὶ διέλιπον, οὖρα
2. δὲ πάλιν λεπτὰ μὲν, εὔχροα δέ. ἑβδομηκοστῇ ἀπύρετος
3. διέλιπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς
4. ἔλαβεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη,
5. τελείως ἐκρίθη.
7. Κλεονάκτην, φησὶ, πῦρ ἔλαβε, τουτέστι πυρετὸς σφοδρὸς
8. κατέσχεν· εἶτ’ ἐπιφέρει πεπλανημένως, ὅπερ ἐστὶν ἄνευ τῆς
9. κατὰ περίοδον τάξεως, ὡς ποτὲ μὲν, εἰ οὕτως ἔτυχε, διὰ
10. τρίτης ἢ τετάρτης ἡμέρας πυρέξαι, ποτὲ δὲ διὰ πέμπτης
11. ἢ ἕκτης. παρακολουθῆσαι δ’ αὐτῷ διὰ παντὸς ἀγαθὰ σημεῖα
12. τὰ περὶ τὴν ὄρεξιν τῶν σιτίων καὶ ὕπνων, ἄδιψόν τ’
13. εἶναι καὶ οὐρεῖν οὐκ ἄχροα. ταῦτα γὰρ αὐτὸς ὁ Ἱπποκράτης
14. κατὰ τὴν λέξιν ἔγραψεν ὡδί· οὐκ ἀπόσιτος οὐδὲ
15. διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος. ἅμα δὲ
16. τὸ μὴ χολώδη καὶ θερμὸν εἶναι τὸν πλεονάζοντα χυμὸν ἐξ
1. αὐτῶν ἐδηλοῦτο. διψώδεις γὰρ ὑπ’ ἐκείνου καὶ ἄγρυπνοι
2. γίνονται καὶ μᾶλλον ἀπόσιτοι, τουτέστιν οὐκ ὀρεκτοί. εἰ μὲν
3. οὖν ὥσπερ εὔχροα τὰ οὖρα διὰ παντὸς ἦν, οὕτως καὶ τῆς
4. συστάσεως εἶχε μετρίως, οὐκ ἂν εἰς χρόνου μῆκος ἡ νόσος
5. παρῆλθε. ἀλλ’ ἴσως μὲν ἐκρίθη περὶ μ΄, ὥσπερ εἰ καὶ
6. νεφέλην εἶχε χρηστὴν, θᾶττον ἂν ἐπαύσατο. νυνὶ δ’ ἐπεὶ
7. λεπτὰ διὰ παντὸς ἦν τὰ οὖρα, χρόνου συχνοῦ πρὸς πέψιν
8. ἐδεῖτο. περὶ δ’ οὖν τὴν μ΄ ἡμέραν οὐρῆσαί φησιν
9. αὐτὸν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὰν ἔχοντα. τὸ δὲ
10. τοιοῦτον οὖρον ἐν τῷ προγνωστικῷ πολυχρονιώτερον μὲν εἶναί
11. φησι τοῦ τὴν λευκὴν ὑπόστασιν ἔχοντος, σωτήριον δὲ
12. κάρτα. μετὰ δὲ τὴν μ΄ ἔγραψε ποικίλως τὰ τῶν οὔρων
13. αὐτῷ γενέσθαι ποτὲ μὲν ὑπόστασιν ἔχοντα, ποτὲ δ’ οὒ,
14. σύμφωνον τοῦτο τῶν πεπλανημένων παροξυσμῶν· ἐκεῖνοί τε
15. γὰρ ποικιλίᾳ τῶν τὰς νόσους ἐργαζομένων γίνονται χυμῶν,
16. ἢ τε τῶν οὔρων ἀπεψία καὶ πέψις ἐναλλὰξ φαινομένη τινὰς
1. μὲν αὐτῶν ἐδήλου πέττεσθαι, τινὰς δ’ ἀπέπτους διαμένειν.
2. καὶ γοῦν τὴν ξ΄ ἡμέραν πολλὴν καὶ λείαν καὶ λευκὴν ὑπόστασιν
3. γενέσθαι φησὶ καὶ διὰ τοῦτο ἐπιφέρει, ξυνέδωκε
4. πάντα, διέλιπον οἱ πυρετοί. ἀλλ’ ἐφεξῆς γε τούτων ὡδὶ
5. γράψας, οὖρα δὲ πάλιν λεπτὰ μὲν, εὔχροα δὲ καταλελεῖφθαί
6. τινας ἀπέπτους ἐνδείκνυται χυμοὺς ὧν κατὰ βραχὺ πεφθέντων
7. ἢ ὀγδοηκοστὴ τελείαν τὴν κρίσιν ἤνεγκε, περὶ ἧς
8. ἔγραψε κατὰ λέξιν οὕτως. ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς
9. ὀξὺς ἔλαβε, ἵδρωσε πολλῷ, οὔρησεν ὑπόστασιν ἐρυθρὴν, λείαν,
10. τελείως ἐκρίθη. μέμνησο δὲ πάλιν ἐνταῦθα τῆς ἰδέας ὑποστάσεως
11. μέγιστον δυναμένης, ἐν οὔροισι μὲν τὴν λευκὴν,
12. παχεῖαν δὲ καὶ τοῖς ἀποθανοῦσι γεγονέναι φησί. ἐπὶ γοῦν
13. Σιληνοῦ δευτέρου γεγραμμένου τῶν κατὰ τοῦτο τὸ βιβλίον
14. οὕτως εἶπεν, οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον ὑπόστασις
15. κριμνώδης λευκὴ, καίτοι κατὰ τὴν ὑστεραίαν ἀπέθανεν ὁ
16. Σιληνὸς οὗτος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας τῇ ι΄ τὸ εἰρημένον
17. οὖρον ἀποκρίνας. ἀλλὰ καὶ τῶν κρισίμων ἡμερῶν τῆς
18. περιόδου μέμνησο, τῆς μὲν ἑξηκοστῆς προκρινάσης, οὐ
1. τῆς ξγ΄. ἐπ’ αὐτῇ δὲ τῆς π΄. οὐ τῆς ὀγδοηκοστῆς τετάρτης ὡς
2. τῶν τριῶν ἑβδομάδων οὐκ εἰς τὴν κα΄ ἡμέραν διερχομένων,
3. ἀλλ’ ἐν τῇ κ΄ περιγραφομένων.