Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 3.case7, ed. Kühn, 1828, vol. 17a, p. 283-285. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:3.case7


6. Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ
7. πίνοντι ὑπόσυχνον, ἀπὸ κοιλίας καλῶς διῆλθε. τρίτῃ
8. κεφαλῆς βάρος, διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα.
9. τετάρτῃ πάντα παρωξύνθη, ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος
10. αἷμα δὶς κατ’ ὀλίγον νύκτα δυσφόρως, διαχωρήματα ὅμοια
11. τῇ τρίτῃ, οὖρα ὑπομέλανα εἶχεν, ἐναιώρημα ὑπόμελαν ἐὸν
12. διεσπασμένον, οὐχ ἱδροῦτο. τῇ πέμπτῃ ἐῤῥύη λαῦρον
13. ἐξ ἀριστεροῦ, ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ δὲ κρίσιν
14. ἄγρυπνος παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν
15. ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ
16. ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις καὶ μετὰ κρίσιν.

1. Οὗτος ὁ ἄῤῥωστος μαρτυρεῖ τῷ καθόλου λόγῳ τῷδε,
2. αἱμοῤῥαγίαι λάβροι ἐκ ῥινῶν ῥύονται τὰ πολλά. φαίνεται
3. γοῦν ὑπὸ μόνης αἱμοῤῥαγίας κριθείς τε καὶ σωθεὶς,
4. καίτοι γ’ οὐκ ἀκίνδυνα ἔχων σημεῖα. κατὰ γοῦν τὴν δ΄ ἡμέραν γενέσθαι
5. φησὶν αὐτῷ οὖρα ὑπομέλανα. εἶτ’ ἐπιφέρει, εἶχεν ἐναιώρημα
6. ὑπόμελαν ὂν διεσπασμένον, οὐχ ἵδρωσε· καὶ μέντοι κατὰ
7. τὴν ε΄ ἡμέραν αἱμοῤῥαγήσαντα αὐτὸν καὶ ἱδρώσαντα καὶ κριθέντα
8. ἐπὶ τούτοις· ὅμως ἐπὶ τούτοις οὖρά φησι λεπτὰ, ὑπομέλανα,
9. κᾄπειτ’ ἠγρύπνει καὶ παρέλεγεν, ὅπερ ἐστὶ παρελάλει.
10. μέγιστον τούτου σε βοήθημα ἐδίδαξε τὸ κατὰ κεφαλῆς
11. λουτρὸν, εἰρηκὼς ἐν τῷ περὶ διαίτης ὀξέων φυλάσσεσθαι
12. δεῖν τὸ λουτρὸν ἐπὶ τῶν αἱμοῤῥαγούντων, εἰ μὴ ἔλαττον τοῦ
13. καιροῦ ῥέοι. νυνὶ δὲ ἔλαττον ἦν τοῦ προσήκοντος, εἴ γε
14. μὲν ἄγρυπνος διέμεινε· καὶ παρέλεγεν, ἀλλὰ καὶ ἃ δεῖ ἄγειν,
15. ὅπη ἂν μάλιστα ῥέπῃ, ταύτῃ ἄγειν διὰ τῶν συμφερόντων
16. χωρίων ὀρθῶς ἐν τῷ καθόλου λελεγμένον ὑπὸ τοῦ νῦν
17. γενομένου μαρτυρεῖται. καὶ μέντοι καὶ τοῦδε μέμνησο τοῦ
1. κατὰ τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰρῆσθαι βάρος κεφαλῆς
2. ὡς τοῦ πλήθους ἐπ’ αὐτὴν φαινομένου. μέμνησο δὲ
3. καὶ ὅτι κατὰ τὴν δ΄ κρίσιμον οὖσαν αἱμοῤῥαγεῖν ἤρξατο.
4. τῇ δὲ ε΄ τελέως αἱμοῤῥαγήσας καὶ ἱδρώσας ἐκρίθη. ταῦτα
5. δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ἕξεις ἐξειργασμένα.
6. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως γεγραμμένον
7. ὑπ’ αὐτοῦ, τοῦτο οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις
8. καὶ μετὰ κρίσιν εἴρηται διότι χωρὶς πέψεως τῶν οὔρων
9. ἐκρίθη. μεμαθήκαμεν δὲ παρ’ αὐτοῦ κατὰ τοῦτο τὸ βιβλίον
10. ὅτι πεπασμοὶ ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν,
11. ὠμὰ δὲ καὶ ἄπεπτα, ἐς κακὰς ἀποστάσεις τρεπόμενα
12. ἢ ἀκρισίας ἢ πόνους ἢ θανάτους ἢ χρόνους ἢ τῶν
13. αὐτῶν ὑποστροφάς. ἀλλ’ ὠμὰ μὲν ἦν ἔτι καὶ ἄπεπτα, οὐ
14. μὴν ἐς κακὰς ἀποστάσεις ἐτράπεπτο. τῶν γοῦν ἀποστάσεων
15. αὐτὸς ἐδίδαξεν ἀρίστας μὲν εἶναι τὰς κατ’ ἔκρουν,
16. δευτέρας αὐτῶν τὰς ποῤῥωτάτω τῶν πεπονθότων μορίων
17. καὶ κάτω τοῦ σώματος.

Cliquer un n° de page pour en afficher l’image