2. Ἐρασινὸν, ὃς ᾤκει παρὰ τῇ τοῦ Βοώτου χαράδρῃ, πῦρ ἔλαβε
3. μετὰ δεῖπνον, νύκτα ταραχώδης, ἡμέραν τὴν πρώτην δι’
4. ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς
5. νύκτα παρέκρουσε, τρίτῃ ἐπιπόνως, παρέκρουσε πολλά.
6. τετάρτῃ δυσφορώτατα, εἰς δὲ τὴν νύκτα οὐδὲν
7. ἐκοιμήθη ἐνύπνια καὶ λογισμοί. ἔπειτα χείρω καὶ μεγάλα
8. καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωῒ κατήρτητο
9. καὶ κατενόει πάντα. πολὺ δὲ πρὸς μέσον ἡμέρης,
10. ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ, ὑποπέλια,
11. οὖρα ἄπεπτα, ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ
12. οἱ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι. ὑποχόνδρια μετέωρα,
13. ξύντασις μετ’ ὀδύνης. οὖρα δὲ μέλανα ἔχοντα ἐναιωρήματα
14. στρογγύλα, οὐκ ἵδρυτο, ἀπὸ κοιλίης δὲ κόπρανα
15. διήει, δίψα διὰ τέλεος οὐ λίην σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι,
16. περὶ θάνατον δὲ διὰ τέλεως.
1. Τῷ Ἐρασίνῳ τούτῳ διὰ τέλεος, τουτέστι δι’ ὅλου τοῦ
2. νοσήματος, ἱδρὼς ἦν ἄκριτος, ὑποχόνδρια μοχθηρῶς ἔχοντα
3. καὶ οὖρα μέλανα. τίς ἐλπὶς οὖν σωτηρίας αὐτῷ; ὥστε κᾂν
4. εὐλόγως δόξῃ τις μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον
5. τόνδε διὰ τὸ πᾶσι πρόδηλον εἶναι τὸ ἐσόμενον ἐπ’ αὐτοῦ.
6. ἀλλ’ ἴσως αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχους παράδειγμα
7. τὸν ἀῤῥωστοῦντα ἔγραψεν. ἐν γοῦν τῷ προγνωστικῷ προειπών·
8. οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν ἡμέρῃσι τὸν
9. ἀριθμὸν, ἐξ ὧν τε προγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν
10. ἀπόλλυνται. κᾄπειτα τοὺς πάντας εὐήθη σχόντας σημεῖα
11. εἰπὼν, τεταρταίους παύεσθαι ἢ πρόσθεν. ἐφεξῆς εἶπεν, οἵ
12. τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι
13. τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ὁ τοίνυν Ἐρασῖνος, καίτοι
14. πάντ’ ἔχων δεινὰ, μέχρι τῆς ε΄ ἡμέρας προέβη ὅτι κατὰ
15. τὴν πρώτην εἶχε μετρίως. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ κατὰ
16. λέξιν οὕτως· ἡμέρην τὴν α΄ δι’ ἡσυχίας. ἡ ε΄ τοίνυν ἀπὸ
17. τῆς ἀρχῆς καθ’ ἣν ἀπέθανε τετάρτη γένεται μὴ συναριθμουμένης
18. τῆς πρώτης.