ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Γ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Α.
2. Πυθίων, ὅς ᾤκει παρὰ Γῆς ἱερόν.
4. Ἀπογεγράφθαι νοήσας αὐτὸ καθ’ ἑαυτὸ Πυθίων ὅς
5. ᾤκει παρὰ Γῆς ἱερὸν, ἐπ’ ἄλλης ἀρχῆς τῶν γινομένων αὐτῷ
6. τὴν διήγησιν ἀναγίνωσκε. βέλτιον γὰρ οὕτως ἡγεῖσθαι
7. γεγράφθαι τὴν ῥῆσιν ἢ τὸ σχῆμα σόλοικον ἐξεπίτηδες
1. εὐθέως ἐν ἀρχῇ πεποιῆσθαι τὸν Ἱπποκράτην, μηδὲν ἄλλο
2. τοιοῦτον σχῆμα καθ’ ὅλον τὸ βιβλίον γράψαντα, μήτ’ ἐν
3. τῇ τῶν ἀῤῥώστων μήτ’ ἐν τῇ τοῦ λοιμοῦ διηγήσει. τινὲς
4. μέντοι κατὰ δοτικὴν πτῶσιν ἔγραψαν, Πυθίωνι ὃς ᾤκει
5. παρὰ Γῆς ἱερὸν, ἐκφεύγειν τὴν περὶ τοῦ σολοικισμοῦ ζήτησιν
6. βουλόμενοι.