5. Πάλιν δ’ εἰκοστῇ ἐκρίθη ἀπύρετος, οὐχ ἵδρωσεν.
7. Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετὸν,
8. εἴπερ ὅλως ἡ φύσις ἐνεχείρησε τῇ πέψει τῶν χυμῶν ἢ μόνον
9. ὡς ἐδήλουν τὰ οὖρα διαμένοντα λεπτὰ, κατὰ ταύτην
10. ἐπαύσατο τελέως ὁ πυρετός. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην
11. ἐγεγόνει τῷ λόγῳ τῆς ἐμφύτου θερμασίας, ἀλλὰ
12. μόνῳ τῷ τῆς σήψεως, ἐκθερμανθέντων πυρετωδῶς τῶν
13. χυμῶν. τὸ τοίνυν ζέσαν αὐτῶν διαπνευσθὲν ἀπύρετον ἂν
14. εἰργάσατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων
15. συμπτωμάτων, ὡς ἐφεξῆς ἐρεῖ, σαφὲς ἦν ἀπολεῖσθαι τὸν
16. Ἑρμοκράτην. ὥσπερ δ’ ἐπὶ τεσσαρεσκαιδεκάτης ἡμέρας
17. ἔγραψεν, οὐκ ἵδρωσεν οὕτως, καὶ κατὰ τὴν εἰκοστὴν αὐτὸ
18. προσέθηκεν, ἀναμιμνήσκων τῆς. ἀσήμως γενομένης ῥᾳστώνης.
1. ὅτι δὲ διέμεινε τὰ συμπτώματα τοῦ νεκροῦσθαι τὴν φύσιν
2. τοῦ κάμνοντος εὔδηλόν ἐστιν ἐξ ὧν ἐφεξῆς ἔγραψε τοῖς
3. κατὰ τὴν εἰκοστὴν ἡμέραν εἰρημένοις, οἷς ἤδη πρόσεχε τὸ
4. νοῦν.