Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 1.11, ed. Kühn, 1828, vol. 17a, p. 552-555. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:1.11


7. Ἀπόσιτος παρὰ πάντα χρόνον, κατενόει, διαλέγεσθαι οὐκ
8. ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη, κατεκοιμᾶτο
9. κωματώδης.

11. Πάντα τὰ εἰρημένα νεκρουμένης ἐστὶν ἤδη τῆς ζωτικῆς
12. δυνάμεως γνωρίσματα, οἷον εὐθέως ἡ ἀποσιτία τὴν
13. ἀνορεξίαν δηλοῦσα, ποτὲ μὲν διὰ τὸ στόμα τῆς κοιλίας γίνεται,
14. κεκακωμένον ὑπό τινος ἀλλοτρίας ποιότητος χυμῶν,
15. ἔστι δ’ ὅτε διὰ τῆς δυνάμεως αὐτῆς νέκρωσιν, ἧς, ὅθ’
16. ὑγίαινεν, ἦν ἔργα τό τε τῆς ἐνεργείας αἰσθάνεσθαι καὶ τὸ
17. τῶν ἰασομένων αὐτὴν ὀρέγεσθαι. τῆς δ’ αὐτῆς ταύτης ἔργον
1. καὶ ἡ τῆς ὑγρᾶς οὐσίας ἔνδειά τε καὶ ἀναπλήρωσις·
2. ὅπως οὖν εἶχε καὶ περὶ ταῦτα σαφῶς ἐδήλωσεν ὁ Ἱπποκράτης
3. εἰπὼν, οὐκ ἐδίψη. καὶ τῷ μὲν ἀπόσιτος ἅπαντα
4. τὸν χρόνον, ἐφεξῆς ἔγραψε κατενόει· τῷ δὲ γλῶσσα ἐπίξηρος,
5. τὸ οὐκ ἐδίψη· τὸ μὲν κατενόει πρὸς τὸν κοινὸν ἀμφοτέρων
6. διορισμὸν παραλαβὼν, τὸ δ’ οὐκ ἐδίψη πρὸς τὸν ἕτερον.
7. ὁ μὲν οὖν κοινὸς διορισμὸς τοῦτό φησιν· οὐκ ᾐσθάνετο
8. τῆς ἐνδείας οὔτε τῆς κατὰ τὸ ξηρὸν οὐσίας οὔτε τῆς
9. κατὰ τὸ ὑγρὸν, οὐ διὰ τὸ μὴ παρακολουθεῖν, ἀλλὰ διὰ τοῦ
10. νεκροῦσθαι τὴν δύναμιν αὐτοῦ. τῷ δ’ οὐκ ἐδίψη προσέθηκε
11. τὸ γλῶσσα ἐπίξηρος, εἰς διορισμὸν τοῦ μὴ δι’ ὑγρότητα
12. τὸν ἄνθρωπον ἄδιψον γεγονέναι, καθάπερ
13. ἔνιοι τῶν ὑγρὸν καὶ ψυχρὸν ἠθροικότων χυμὸν, ἀλλὰ καίτοι
14. διαθέσεως οὔσης διψωδεστάτης ἡ δύναμις οὐκ ᾐσθάνετο
15. νεκρουμένη. μή τι δὲ καὶ τὸ διαλέγεσθαι μὴ δύνασθαι
16. κατὰ τὴν ταύτης ἐγένετο κάκωσιν. εἴπερ οὖν τὰ συμπτώματα
17. ταῦτα καὶ κατὰ τὴν εἰκοστὴν ἡμέραν ὑπῆρχεν αὐτῷ
18. καὶ σχεδὸν ἐν ὅλῃ τῇ νόσῳ, δῆλον ὅτι σβεννυμένης τῆς
1. ἐμφύτου θερμασίας ὁ πυρετὸς ἐπαύσατο κατὰ τὴν εἰκοστὴν
2. ἡμέραν. ὁμολογεῖ δὲ τούτοις καὶ τὸ κατεκοιμᾶτο σμικρὰ,
3. κωματώδη. οὐ γὰρ ὡς οἱ κατὰ φύσιν ἔχοντες ἐκάθευδεν,
4. ἀλλὰ δι’ ἀῤῥωστίαν τῆς δυνάμεως ἐκὼν ἔμυεν, ὡς μὴ δύνασθαι
5. τοὺς ὀφθαλμοὺς ἀνεῳγότας ἔχειν, ἔκλινέ τε αὐτοὺς
6. καὶ σμικρὰ κατεκοιμᾶτο. προσέθηκε γὰρ τῷ κατεκοιμᾶτο
7. τὸ σμικρὰ, διότι καὶ τοῦτο γνώρισμα τῆς κατὰ τὴν δύναμιν
8. ἀῤῥωστίας ἦν, οὐ τῶν κατὰ φύσιν ὕπνων, τινὰ λέγεσθαι
9. τῷ κάμνοντι κατὰ τὸν καιρὸν τοῦτον, ἢ δι’ ὑγρότητα τῆς
10. αἰσθητικῆς ἀρχῆς ὑπνῶδες ἦν τὸ κῶμα. θαυμάσαι τοίνυν
11. ἐστὶν οὐ διὰ τί τέθνηκεν ὁ Ἑρμοκράτης, ἀλλὰ διότι μέχρι
12. τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ἐξήρκεσιν· εὔλογον γὰρ
13. ἦν οὐ μετὰ πολὺ τῆς εἰκοστῆς ἀκολουθῆσαι τὸν θάνατον
14. αὐτῷ. δῆλον οὖν ὅτι νέος τις ἦν εὔρωστός τε φύσει καὶ διὰ
15. τοῦτ’ ἀντέσχετο, κατὰ βραχὺ μαραινόμενος. ἔνεστι γὰρ ἐξ
16. ἁπάντων τῶν συμβάντων αὐτῷ τεκμήρασθαι τὸν καλούμενον
17. ὑπὸ τῶν νεωτέρων ἰατρῶν μαρασμὸν περιφρυγῆ γεγονέναι.
18. διέφθειρε δὲ αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἑβδόμης ὁ διὰ τὴν 
1. τῶν χυμῶν σηπεδόνα γενόμενος πυρετὸς, ἐπὶ τῆς εἰκοστῆς
2. τετάρτης, ὃν διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν. ἄξιον δ’
3. ἐπισημήνασθαι διὰ τί κατὰ τὴν προκειμένην λέξιν ἔγραψε
4. κατενόει πάντα. φαίνεται γὰρ οὐ πάντα κατανοήσας, αὐτοῦ
5. τοῦ Ἱπποκράτους ἐν τῇ τῆς πέμπτης ἡμέρας διηγήσει γράψαντος
6. αὐτὸν παρακροῦσαι, καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς
7. ἕκτης προσθέντος, οὐ κατενόει, καὶ πάλιν ἐπὶ τῆς ἑπτακαιδεκάτης
8. παρέκρουσε. δυοῖν τοίνυν θάτερον, ἢ ὅτι μόναις
9. ταύταις ταῖς ἡμέραις παρέκρουσε, τῷ δ’ ἄλλῳ χρόνῳ
10. κατενόει, δηλῶσαι βουλόμενος ἔγραψε κατενόει πάντα, ἢ
11. ὅτι κατὰ τὴν εἰκοστὴν ἡμέραν, ἧς ἐν τῇ προκειμένῃ ῥήσει
12. τὴν διήγησιν ἔγραψε, κατενόει πάντα, τουτέστιν οὐδὲ μικρὸν
13. παρεφέρετο. διὰ τί δὲ τοῦτο προσέθηκεν ὀλίγον ἔμπροσθεν
14. εἶπον. ἀδίψων γὰρ καὶ ἀνορέκτων γινομένων τινῶν
15. ἐν νόσοις, ἢ διὰ τὸ παραφρονεῖν ἀναισθήτως ἐχόντων
16. ὦν πάσχουσιν ἢ διὰ νέκρωσιν τῆς ἐν τῇ κοιλίᾳ δυνάμεως φυσικῆς.
17. ἐπειδὰν οὕτω πάσχωσιν ἄνευ τοῦ παραφρονεῖν, ἀπολείπεται
18. νεκρῶσαι τὴν φυσικὴν δύναμιν αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image