2. Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ,
3. λεπτοῖσι πολλοῖσι ῥέουσα καὶ τὰς ἑπομένας, πυρετὸς ὀξὺς,
4. γλῶσσα συνεκαύθη, ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε.
6. Τούτῳ τῷ ἀῤῥώστῳ ἡ τετάρτη καὶ εἰκοστὴ
7. τῶν κατὰ περίοδον οὖσα κρισίμων, ὡς ἐδείχθη, καὶ ἡ ἑβδόμη
8. καὶ εἰκοστὴ πολὺ μᾶλλον ἐπὶ ταύτης ἐξ ἀναλογίας ἤνεγκαν
9. τινὰς νεωτερισμούς. ὥσπερ γὰρ ἐπὶ τῆς ἑπτακαιδεκάτης
10. ἡμέρας ὑποστρέψας κατὰ τὴν εἰκοστὴν ἔδοξεν ἔχειν
11. ἄμεινον, οὐ σχὼν οὕτως κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φαντασίαν
12. τοῖς πολλοῖς ποιήσας, σβεννυμένης τῆς ἐμφύτου θερμασίας,
13. ἀπύρετος ἐγίνετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς
14. εἰκοστῆς τετάρτης ἀρξάμενος πυρέττειν, ἐκ σηπεδόνος τῶν
15. ὑπολοίπων χυμῶν, ἑξῆς καὶ διεχώρησε κάτω πολλὰ καὶ λεπτὰ
16. καὶ κακοήθη, κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἀπέθανεν,
1. ὀξέος αὐτοῦ γενομένου καὶ ξηροῦ τοῦ πυρετοῦ, δι’ ὦν καὶ
2. ἡ γλῶσσα συνεκαύθη.