Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 1.13, ed. Kühn, 1828, vol. 17a, p. 557-561. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:1.13


5. Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν. οὖρα ἢ
6. παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα ἢ λεπτὰ καὶ ἄχροα
7. ἐναιωρήματα ἔχοντα, γενέσθαι οὐκ ἠδύνατο.

9. Καὶ μετὰ τὴν τῆς εἰκοστῆς ἡμέρας διήγησιν ἐφεξῆς
10. ἐγεγράφει τὸ μὲν νῦν εἰρημένον, τὸ γενέσθαι οὐκ ἠδύνατο,
11. ταὐτὸ σημαῖνον τῇ ἀπόσιτος φωνῇ. οὖρα δ’ ἀπὸ τῆς ἑπτακαιδεκάτης
12. ἄχρι τῆς εἰκοστῆς ἔφη γεγονέναι λεπτὰ, προειρήκει
13. δ’ , εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρὸν καὶ ἀκατάστατον
14. ἐχόντων ἐναιώρημα. νῦν οὖν ἐπαναλαβὼν ἄμα
15. περὶ πάντων ὧν ἀπεφήνατο, δυνάμει τοῦτο λέγει, ὡς οὔρησεν
16. ἄλλοτ’ ἀλλοῖα, χρηστὸν δ’ ἀκριβῶς οὐδέποτ’ οὐδέν.
17. ἀλλὰ καὶ ὅτι διὰ παντὸς αὐτῷ τοῦ νοσήματος ἡ κώφωσις
18. παρέμεινεν, οὐκ εἰρημένον ἔμπροσθεν, εἰκότως νῦν προσέθηκεν.
1. οὐκ οἶδα δ’ ὅπως οὐκέτι οὐδὲν εἶπε περὶ τῆς ἰκτερώδους
2. ἀναχύσεως. ἀκόλουθον γὰρ ἦν καὶ ταύτης μνημονεῦσαι.
3. τάχ’ οὖν ὡς πρόδηλον ὅτι παρέμεινεν ἐσιώπησεν,
4. οὔπω γὰρ οὐδ’ ἱδρὼς ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαστρὸς
5. ἢ οὔρων ἢ ἐμέτων ἠκολούθησε κένωσις χολωδῶν, ἀδύνατον
6. ἦν παύσασθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων
7. φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰσχυρῶς, ἀρχὴ τῆς
8. φυτικῆς τε καὶ φυσικῆς ὀνομαζομένης ψυχῆς ὑπάρχον, ἧς
9. ἐδείχθησαν εἶναι τέτταρες δυνάμεις, ἑλκτική τε καὶ καθεκτικὴ
10. καὶ ἀλλοιωτικὴ καὶ ἀποκριτικὴ, καθ’ ἃς καὶ τρέφεσθαι
11. καὶ αὐξάνεσθαι τοῖς σώμασιν ὑπάρχει καὶ παθούσης
12. ταύτης ἀνορεξίαι δειναὶ καταλαμβάνουσιν, ὡς τεθνάναι
13. μᾶλλον ἐθέλειν ἢ γεύσασθαί τινος.

14. Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν
15. τῶν προκειμένων χαρακτήρων τοῖς ἀῤῥώστοις εἶχεν
1. ἀπὸ τῆς περὶ Βίτωνος κυναγχικῆς, ἑβδόμης ἀπὸ τῆς ἀρχῆς
2. γεγραμμένης. ἀμέλει καὶ οἱ ἐξηγησάμενοι τοὺς προσγεγραμμένους
3. τῷ βιβλίῳ τούτῳ χαρακτῆρας ἀπ’ ἐκείνης ἤρξαντο
4. πάντες, τοῖς πρώτοις ἀῤῥώστοις λέγοντες αὐτοὺς μὴ προσκεῖσθαι.
5. κατ’ ἔνια μέντοι τῶν νῦν εἰς χεῖρας ἡκόντων
6. ἡμῖν εὑρίσκονται καὶ τοῖς πρώτοις ἀῤῥώστοις προσκείμενοι
7. χαρακτῆρες, ὥστε καὶ ἡ κατὰ Διοσκορίδην ἔκδοσις προσκειμένους
8. αὐτοὺς ἔχει. καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον
9. μὲν ὑπογέγραπται τὸ π ἐν μέσῳ γραμμὴν ἔχον, ἁπάντων
10. τῶν χαρακτήρων, ὧν ἐπὶ πάντων ἀῤῥώστων ἔφαμεν εὑρίσκεσθαι,
11. προσγεγραμμένων. ἐφεξῆς δὲ τὸ ε γέγραπται καὶ
12. μετ’ αὐτὸ τὸ δ κάτωθεν ὀρθὴν γραμμὴν ἀπεστιγμένην ἔχον,
13. οἷόν περ τὸ υ προγραφέν. εἶτα μετ’ αὐτὸ τὸ κ καὶ ξ καὶ
14. μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον π. ε. δ. κ. ζ. θ. ὁ
15. μὲν οὖν πρῶτος χαρακτὴρ, ὡς καὶ πρόσθεν, σημαίνει τὸ
16. πιθανὸν, ὥσπερ γε καὶ τὸ ὕστατον γράμμα ποτὲ μὲν υ, ποτὲ
17. δὲ θ γεγραμμένον, ὑγείας μὲν τὸ υ, θανάτου δὲ τὸ θ
18. σημεῖόν ἐστι. τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶν, 
1. ἐν αἷς ἤτοι ἀπέθανεν ὁ ἄνθρωπος ἢ τελέως ὑγιάσθη, σημαίνει·
2. τὰ δὲ μεταξὺ τὸν τρόπον, καθ’ ὃν ἤτοι σωθῆναι
3. τὸν ἄνθρωπον ἢ ἀπολέσθαι συνέβη. καὶ νῦν οὖν ὁ τὸ ε
4. μετὰ τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα γράψας, ἐπισχεθέντων
5. τῶν διαχωρημάτων, πιθανὸν εἶναί φησι κατὰ τὴν
6. εἰκοστὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτην. τινὲς
7. δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοστὴν καὶ
8. τετάρτην ἡμέραν τὴν γαστέρα, τὸν θάνατον αὐτῷ γεγονέναι
9. φασὶ, παρατιθέμενοι τὸ ἐκ τοῦ προῤῥητικοῦ κατὰ λέξιν
10. οὕτως ἔχον· κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα,
11. ἐναιωρηθέντα παρακρουστικόν. τοῖς τοιούτοις ἰκτεροῦσθαι
12. κακόν· κακὴ δὲ καὶ ἡ ἐπὶ ἰκτέρῳ μώρωσις. τούτους ἀφώνους
13. μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ
14. καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισι οἷον ἐγένετο Ἑρμίππῳ
15. καὶ ἀπέθανεν. αὕτη μὲν ἡ ἐκ τοῦ προῤῥητικοῦ λέξις, καὶ
16. εἴρηται περὶ αὐτῆς ὁπότ’ ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο.
17. νυνὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει πάλιν ἀναμνήσεως ἕνεκεν
18. ὧν τ’ ἐν ἐκείνοις ἐξηγησάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ
19. μέχρι δεῦρο. συνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε δι’ ἐπίσχεσιν
1. γαστρὸς μήτε δι’ ἔκκρισιν ἀποθανεῖν. ἀλλὰ ταῦτα
2. μὲν ἐπιφανῆναι συμπτώματα τῆς διαθέσεως, ὥσπερ καὶ
3. ὁπότε πρόσθεν ἀπέκρινε συγκεκαυμένα, ταῖς καὶ κατὰ τὸ
4. ἧπαρ διαθέσεσι ἀμφοτέρων ἑπομένων, ὡς ἐδείξαμεν ἐν ἄλλοις
5. τέ τισι κἀν τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι.
6. φαίνεται δὲ καὶ ὁ θάνατος αὐτῷ γεγονέναι μάλιστα
7. μὲν διὰ τὸ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὴν κεφαλὴν
8. οὐκ ἔχειν κατὰ φύσιν. ἔτι δ’ ἀλογώτερον ἐξηγοῦνται τὸν
9. ἄῤῥωστον οἱ φάσκοντες διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα
10. τὴν τῶν κρισίμων ἡμερῶν δύναμιν ἐξετάσωμεν, ὥσπερ οὐκ
11. ἐπὶ πάντων μὲν τῶν νοσούντων κοινῶς τούτου παρατηρουμένου,
12. τὰ δὲ καθ’ ἕκαστον ἴδια κατὰ τὰς συμβάσας αὐτοῖς
13. διαθέσεις.

Cliquer un n° de page pour en afficher l’image