Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 1.14, ed. Kühn, 1828, vol. 17a, p. 561-563. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:1.14


16. Ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ.

1. Κᾀνταῦθα πάλιν οἱ περὶ τὸν Σαβῖνόν φασι τὸν κῆπον
2. προσκεῖσθαι, συναίτιον τῆς νόσου γενόμενον τἀνθρώπῳ,
3. καὶ γράφουσί γε κατὰ λέξιν οὕτως. διὰ τοῦτο γὰρ μήποτε
4. καὶ τὸν κῆπον παρέθετο, κᾀντεῦθεν τὴν ἀφορμὴν τῷ πυρετῷ
5. γεγονέναι ὑπεμφαίνων. οὐ γάρ ἐστι ποηφάγον ζῶον ὁ
6. ἄνθρωπος, ὥστε τῇ ἀλλοκότῳ διαίτῃ καὶ ὡς νεωτερισμόν
7. ὑπέμεινεν. ἐνταῦθα μὲν ἐκεῖνοι ταῦτα γεγράφασιν, ἐπεὶ δ’
8. ἐν τούτῳ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν εἰς
9. ἔλεγχον ἐξηγήσεων ἀλλοκότων ἐπείσθην τοῖς ἑταίροις γράψαι
10. τινὰ, καὶ νῦν ὀλίγα προσθήσω, ταυτὸν εἶδος ἔχοντα.
11. πρῶτον μὲν οὖν οὔτε διὰ παντὸς οἰκεῖν ἔφη τὸν ἄνθρωπον
12. ἐν τῷ Δεάλκους κήπῳ, κατακεῖσθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον
13. ἔμπροσθεν μὲν ὅθ’ ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι,
14. νοσήσαντα δὲ καταγωγῆς ἐπιτηδειοτέρας δεηθέντα
15. τοιαύτην ἔχειν ἐν τῷ Δεάλκους κήπῳ. δεύτερον οὐκ ἀναγκαῖόν
16. ἐστι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα σιτεῖσθαι
17. διὰ παντὸς ὡς ποηφάγον ζῶον, ὥσπερ οὐδ’ εἰ πλησίον
18. εἴη τῶν αἴγεια κρέα πιπρασκόντων ἢ προβάτεια, ταῦτ’
1. ἐσθίειν ὁσημέραι, καθάπερ οἱ λέγοντες. οὐδὲ γὰρ εἰ γείτων
2. εἴη τῶν τὰ κρέα πιπρασκόντων, ἀναγκαῖον αὐτῷ πλεῖστα
3. προσφέρεσθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον ἐπὶ τούτοις
4. ὅτι πολλὴν ἀφθονίαν ἔχοντες λόγων εἰς τὸ διαβάλλειν τὸν
5. ἐπὶ τοῖς κήποις ἀέρα, τοῦτο μὲν ὅλον τὸ μέρος ἐξέλιπον,
6. ἐξετράποντο δ’ ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν
7. μνημονεύειν, ὡς τὰ πολλὰ τοὺς ἀποπάτους ἐκκαθαιρόντων
8. εἰς τοὺς κήπους, ἅπασάν τε τὴν τοιαύτην δυσωδίαν ἔτι τε
9. τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίασιν,
10. ὥσπερ ἀπό τε κράμβης καὶ καρέως καὶ πύξου. φανερῶς
11. γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸς ἀπὸ τῆς τούτων ὁμιλίας
12. γίνεται· ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τῶν περὶ τὰς τοιαύτας
13. ἐξηγήσεις ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήσιμα μεταβὰς ἀκολουθήσω
14. ταῖς Ἱπποκράτους λέξεσιν.

Cliquer un n° de page pour en afficher l’image