17. Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρατον ἐῤῥύη αἷμα.
19.
1. Περὶ οὗ προεῖπεν ὡς ὀδυνωμένου ῥυῆναί φησιν ὀλίγον
2. ἄκρατον ἐξ ἀριστεροῦ. τὸ δ’ ἄκρατον, ὅταν μὲν ἐπὶ ξανθῆς
3. ἢ μελαίνης χολῆς ἢ ἰώδους λέγηται, πρόδηλον ἴσχει τὸ σημαινόμενον,
4. ὡς πολλάκις ἤδη λέλεκται· τὴν γὰρ οἰκείαν
5. χροιὰν καὶ σύστασιν ὅτε ἕκαστος τῶν χυμῶν εἰλικρινῆ διαφυλάττῃ,
6. τηνικαῦτα κενοῦσθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ
7. δὲ τοῦ αἵματος ἴσως ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπ’ αὐτοῦ
8. λέγεσθαι τὸ ἄκρατον, ἐν ἴσῳ τῷ κακόκρατον. εὔδηλον δ’
9. ὅτι τὸ μὲν τοῦ κατὰ φύσιν αἵματος χρῶμα τὸ ἐρυθρόν
10. ἐστι, τὸ δ’ οὐ τοιοῦτον, ἀλλ’ ἤτοι μελάντερον ἢ πυῤῥότερον
11. ἐπισήμως· καὶ τὸ πολὺ δὲ μᾶλλον εἰθίσμεθα λέγειν ἄκρατον
12. αἷμα τὸ μέλαν, ὅπερ εὐθέως καὶ παχὺ κατὰ τὴν σύστασίν
13. ἐστιν. ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄῤῥωστον, εἴπερ
14. ἦν ἰσχυρὸς τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δ’
15. οὐκ ἔγραψε περὶ τοῦ βοηθήματος ὁ Ἱπποκράτης οὐδὲν ἡ
16. αὐτὴ ζήτησις ἔσται σοι τῇ κατὰ τὸν πρῶτον ἄῤῥωστον
17. γεγραμμένῃ.