Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 1.2, ed. Kühn, 1828, vol. 17a, p. 481-483. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:1.2


9. Ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ, πυρετὸς ὀξὺς, λῆρος.

11. Τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς ἅμα τῷ πυρέττειν ὀξέως
12. δύο συμπτώματα γίνεσθαί φησι τῷ Πυθίωνι, τρόμον τῶν
13. χειρῶν παραφροσύνην τέ τινα βραχεῖαν. εἴωθε γὰρ αὐτὸς
14. ἄλλοτε ἄλλοις ὀνόμασιν ἐνδείκνυσθαι τὸ ποσὸν τῆς παραφροσύνης,
15. ληρῆσαι καὶ παραληρῆσαι καὶ παραφρονῆσαι καὶ παρενεχθῆναι
16. λέγων ἢ πάλιν παρακόψαι καὶ ἐκστῆναι, μανῆναί τε
17. καὶ ἐκμανῆναι. εἴπερ οὖν ἐλήρησεν ὁ Πυθίων, εὔδηλον ὅτι μετρίως
1. παρεφρόνησεν. ἐμάθομεν δὲ τοῦ μὲν τρόμου τὴν αἰτίαν
2. ἀῤῥωστίαν εἶναι τῆς κατὰ τοὺς μῦς δυνάμεως. παραφροσύνην
3. δὲ γίνεσθαι, βλαβέντος ἐγκεφάλου κατὰ φλεγμονὴν
4. ἢ πλεονεξίαν χολώδους χυμοῦ. τὸν δ’ ὀξὺν πυρετὸν
5. ἕπεσθαι σηπεδόσι χυμῶν. εἰ μὲν οὖν καὶ τὰ προηγησάμενα
6. τῆς νόσου καθάπερ ἐπ’ ἄλλων ἔγραψεν, οὕτω κᾀπὶ τοῦ
7. Πυθίωνος ἐγεγράφει, τάχα ἂν ἐξ ἐκείνων ἂν ἡμῖν ἔνδειξίς
8. τις ἐγένετο τῆς κατασκευῆς τοῦ νοσήματος. ἐπεὶ δ’ οὐ
9. προσέθηκεν ἐξ ὦν προσέγραψε μόνων καὶ ἡμεῖς πειρασόμεθα
10. τὴν εὕρεσιν αὐτῆς ποιήσασθαι, σὺν τῷ κᾀξ αὐτοῦ
11. τοῦ μηδὲν γράψαι περὶ τῶν προηγησαμένων τῆς νόσου, γίνεσθαι
12. τὴν ἔνδειξιν τῆς ἐν τῷ σώματι διαθέσεως. εἴτε γὰρ
13. ἐκ γυμνασίων ἀκαίρων ἢ πότων ἢ ἀφροδισίων, ὡς
14. εἴωθε γράφειν, εἴτ’ ἐξ ἄλλου τινὸς ἐξηλλαγμένου πολὺ τῆς
15. συνήθους διαίτης, ἤρξατο πυρέττειν ὁ Πυθίων, οὐκ ἂν εἰπεῖν
16. αὐτὸ παρέλιπεν. εὔδηλον οὖν ὅτι κατὰ πολὺν χρόνον
17. λεληθότως ἡ κατασκευὴ τοῦ νοσήματος ἐγένετο. τῶν τοίνυν
18. τρόμων τὴν μὲν ὡς ἂν εἴποι τις, αἰτίαν ἐχόντων συνεκτικὴν
1. ἀῤῥωστίαν τῆς δυνάμεως, ἀῤῥωστούσης δ’ αὐτῆς,
2. ἤτοι κατὰ τὸν ἴδιον λόγον. ἢ διὰ πλῆθος βαρῦνον, ὁ μὲν τῇ
3. βλάβῃ τῆς δυνάμεως ἑπόμενος τρόμος οὐδέποτ’ ἐν ἀρχῇ
4. νόσου χωρὶς ἰσχυρᾶς νοσήσεως ἢ λιμοῦ καὶ κόπων, ἀγρυπνιῶν
5. τε καὶ φροντίδων, ἔτι τε πρὸς τούτοις ἀφροδισίων ἀμέτρων,
6. ὧν εἴπερ ἐγένετό τι, πάντως ἂν ὁ Ἱπποκράτης ἐμνημόνευσεν
7. αὐτοῦ, κατὰ τὴν γραφὴν, ὡς εἴωθε. ἐπεὶ τοίνυν οὐδὲν
8. ἔγραψε τοιοῦτον, διὰ πλῆθος ὑπολαβεῖν εὔλογόν ἐστι βαρύνεσθαι
9. τὴν δύναμιν. ἐπεὶ δ’ οἵ τε τρόμοι περὶ τὰς χεῖρας
10. ἐγένοντο, τὴν ἀρχὴν τῶν νεύρων ἐκ τοῦ κατὰ τὸν τράχηλον
11. ἐχούσας νωτιαίου, ἔκ τε τοῦ ληρῆσαι τὸν ἄνθρωπον,
12. ἔνδειξίς ἐστι τοῦ καὶ τὸν ἐγκέφαλον αὐτὸν ἤδη τινὰ δέχεσθαι
13. μοχθηρὸν χυμὸν. ἐχρῆν οὖν ἐννοήσαντα τὸν Ἱπποκράτην
14. κινδυνωδῶς ἔχειν τὸν ἄνθρωπον ἐπὶ φλεβοτομίαν
15. ἐλθεῖν, ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, εἰ μηδὲν ἄπεπτον
16. ἐν τῇ γαστρὶ περιείχετο σιτίον, ἢ πάντως γε κατὰ τὴν δευτέραν,
17. ἔτι δὲ μᾶλλον, ὅτι μετὰ τὴν τῆς πρώτης ἡμέρας
18. διήγησιν αὐτὸς ἔγραψε.

Cliquer un n° de page pour en afficher l’image