2. Πεντεκαιδεκάτῃ οὖρον θολερὸν, ὡς ἐκ τῶν κατεστηκότων
3. γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξὺς, πάντα· παρέκρουσεν,
4. οὐκ ἐκοιμήθη γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν,
5. ἀπὸ δὲ κοιλίης βαλάνων προστιθεμένων μέλανα κόπρανα
6. ἦλθεν.
8. Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος
9. τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς ἔσχε, καὶ διότι κατὰ
10. τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω
11. τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα τοῖς οὔροις. τὰ μέντοι
12. κατὰ γόνατα καὶ κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν
13. τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν
14. ἐστι δηλονότι. τὸ δὲ βαλάνων αὐτῷ προσθεμένων μέλανα
15. διαχωρήματα κοπρώδη μοχθηρὸν διὰ τὴν χροιάν.