11. Εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος· οὐκ ἐδίψη.
12. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑποχονδρίου
13. πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ
14. τετάρτῃ οὔροισιν ὑπόστασις κατενόει πάντα. εἰκοστῇ
15. ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, οὖρα λεπτὰ καὶ εἶχον
16. ὑπόστασιν. τὰ δὲ ἄλλα εἶχεν ἐπιεικέστατα. περὶ δὲ εἰκοστὴν
17. ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ
1. διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα,
2. ἵδρωσε πολλῷ διόλου, τελέως ἐκρίθη.
4. Τρίτη μὲν αὕτη κρίσις ἐπιχειρησάσης καὶ νῦν τῆς φύσεως
5. λῦσαι τὸ νόσημα διὰ τῆς τῶν ἱδρώτων ἐκκρίσεως ἐν
6. ἡμέρᾳ κρισίμῳ, καθάπερ κᾀν ταῖς ἔμπροσθεν, ἦσαν γὰρ
7. κᾀκεῖναι κρίσιμοι. προσέθηκα δὲ τὸ οὐ δι’ ἄλλο τι ἢ
8. ἐπὶ τῷ τῶν οὐκ ὀρθῶς ἐν προῤῥητικῷ γεγραμμένων ἁμαρτάνειν,
9. πάμπολυ δὲ καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῆς
10. ἐπὶ τῶν καμνόντων προγνώσεως· καὶ διὰ τοῦτο λογίατροι
11. μέν εἰσιν· οὕτως γὰρ ὀνομάζουσιν οἱ πολλοὶ τῶν εἰδότων
12. ἀσχημονοῦντας ἐπὶ τῶν ἔργων, ἰατροὶ δ’ οὐκ εἰσὶν οἱ πιστεύοντες
13. τοῖς ἐν προῤῥητικοῖς καὶ Κωακαῖς προγνώσεσι
14. γεγραμμένοις ἀῤῥώστοις, εἰς ἑτέραν ἀναφέρουσι μαρτυρίαν
15. τῶν δοκούντων αὐτοῖς, παρατιθέμενοι τὰ κακῶς εἰρημένα
16. κατὰ τὸ προῤῤητικὸν ἢ τὰς Κωακὰς προγνώσεις, ἐάσαντες
17. δὲ τὰ κατὰ τὸ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὰ
18. κατὰ τῶν ἐπιδημιῶν εἰρημένα καθολικὰ θεωρήματα,
1. καὶ ὅσα γε κατὰ τὸ προῤῥητικὸν καὶ τὰς Κωακὰς
2. προγνώσεις ἀληθῆ γέγραπται, ταῦτα μετενηνεγμένα παρὰ
3. τῶν τὰ βιβλία ταῦτα γραψάντων ἐξ ἀφορισμῶν καὶ προγνωστικῶν
4. καὶ τῶν ἐπιδημιῶν εἰς αὐτὰ, καθότι δέδεικταί
5. μοι κἀν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν. Λύκος δ’
6. οὐκ οἶδ’ ὅπως καὶ αὐτὸς ἀναπλησθεὶς τῆς τοιαύτης μοχθηρίας
7. εἰς Κόϊντον αὐτὴν ἀναφέρει, καίτοι Κοΐντῳ μὲν αὐτὸς
8. οὐδ’ ἐνιαυτὸν ὅλον συνεγένετο. Σάτυρος δὲ καὶ Φικιανὸς
9. ἐπὶ πλεῖστον αὐτῷ συνδιατρίψαντες οὐδεμίαν τοιαύτην
10. ἐξήγησιν εἰς Κόϊντον ἀνέφερον. οὐκ ἀκριβῶς γὰρ ἐπίσταμαι
11. τοῦτ’ ἐγὼ, ἀμφοτέροις διδασκάλοις χρησάμενος.