2. Δευτέρῃ πάντα παρωξύνθη.
4. Φαίνεται γὰρ αὐξανόμενον, ὡς οὐ σμικρὸν οὐδ’ ἐπὶ τῇ
5. τυχούσῃ διαθέσει τὸ νόσημα γεγονὸς, ἀλλ’ αὐτό τε μέγα
6. καὶ τὴν αἰτίαν οὐκ εὐκαταφρόνητον ἔχον. ἐπεὶ δ’ οὐκ ἐπὶ
7. Πυθίωνος μόνον, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀῤῥώστων φαινομένων
8. δεῖσθαι φλεβοτομίας, ἔξ ὦν αὐτὸς ἔγραψε τεκμαιρομένοις
9. ἡμῖν οὐχ εὑρίσκεται προσγράφων αὐτὴν, ἀναγκαῖόν
10. ἐστι δυοῖν θάτερον ὑπονοεῖν, ἢ μὴ φλεβοτομηθῆναι τοὺς
11. ἀνθρώπους ἐκείνους ἢ παραλελεῖφθαι τὴν διήγησιν τοῦ βοηθήματος.
12. τὸ μὲν οὖν μηδένα τῶν δεηθέντων αὐτοῦ φλεβοτομηθῆναι
13. τῶν ἀπιθάνων ἐστὶν, ὡς στέργοντος ἀνδρὸς τὸ
14. βοήθημα τοῦτο, καθάπερ ἐν τοῖς γνησιωτάτοις ἐδήλωσε
15. βιβλίοις, ἀφορισμοῖς τε καὶ περὶ διαίτης ὀξέων καὶ τῷ περὶ
16. ἄρθρων, ἐν αὐτῷ τε τούτῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐπί
17. τινος ἀῤῥώστου γράψας· ὀγδόῃ ἀγκῶνα ἔτεμον, ἐῤῥύη πολὺ
1. ὡς ἔδει. ὅπου γὰρ ὀγδοαῖον αὐτὸν ἐφλεβοτόμησε, πολὺ δή
2. που μᾶλλον ἐν ταῖς προειρημέναις ἡμέραις εὔδηλός ἐστι
3. χρώμενος τῷ βοηθήματι. τὸ δὲ μὴ γράψαι καθ’ ἕκαστον
4. ἄῤῥωστον ἐφ’ ὧν προσήχθη τὸ βοήθημα, τῶν σμικροτέρων
5. αὐτοῦ μνημονεύοντα, μέχρι καὶ βαλάνου προθέσεως
6. ἀπίθανόν ἐστιν. εἰ τοίνυν ἀτόπου τοῦ λόγου καθ’ ἑκάτερον
7. ὄντος ἑλέσθαι χρὴ τὸ ἧττον ἄτοπον, ἡγοῦμαι παραλελῆφθαι
8. μὲν καὶ ἐπὶ πολλῶν τὸ βοήθημα, παραλελεῖφθαι
9. δ’ ὡς σαφὲς ἐν τῇ διηγήσει. καί με προσάγει τοῦτο μάλιστα
10. τὸ προγεγραμμένον ἐπὶ τοὺς φλεβοτομηθέντας ὀγδοαίους.
11. φαίνεται γὰρ ὡς σπάνιον μὲν τοῦτο γράψας, ὡς
12. σύνηθες δὲ τὸ πρὸ τῆς ὀγδόης παραλιπών. εἰ γὰρ ἔν γε
13. τοῖς γνησίοις συγγράμμασιν ἐπὶ τῶν μεγάλων νοσημάτων
14. ἀεὶ χρῆται τῇ φλεβοτομίᾳ, συνεπιβλέπων αὐτῇ, δύο ταῦτα
15. μόνα, τήν θ’ ἡλικίαν καὶ τὴν δύναμιν τοῦ κάμνοντος, ἔν τε
16. τούτοις αὐτοῖς τῶν ἐπιδημιῶν ὀγδοαῖόν τινα φλεβοτομηθῆναί
17. φησι, οὐδὲν ἄλλο δυνατὸν ἐπινοεῖν ἐστὶν ἢ ὅτι παρελήφθη
1. μὲν ἐπὶ τῶν καμνόντων τὸ βοήθημα, παρελείφθη δ’
2. ὡς σαφὲς ἐν τῇ διηγήσει. περὶ μὲν δὴ τῆς φλεβοτομίας,
3. ἐπεὶ κοινὸς ὁ λόγος ἁπάντων τῶν ἀῤῥώστων ἐστὶν, ἅπαξ
4. ἀρκέσει λελέχθαι, καθάπερ καὶ τἄλλα ὅσα κοινά. περὶ δὲ
5. τῶν ἰδίων καθ’ ἕκαστον ἡ ἐξήγησις ἔσται, τὴν ἀρχὴν ἀπὸ
6. τοῦ Πυθίωνος, ὡς ἐνεστησάμεθα, ποιησαμένοις ἡμῖν.