Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 1.4, ed. Kühn, 1828, vol. 17a, p. 486-528. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:1.4


9. Τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίης ὀλίγα ἄκρητα, χολώδεα
10. διῆλθε. πέμπτῃ πέμπτῃ πάντα παρωξύνθη, τρόμοι παρέμενον,
11. ὕπνοι λεπτοὶ, κοιλίη ἔστη. ἕκτῃ πτύελα ποικίλα,
12. ὑπέρυθρα. ἑβδόμῃ στόμα παρειρύσθη. ὀγδόῃ πάντα παρωξύνθη,
13. τρόμοι καὶ πάλιν παρέμενον, οὖρα δὲ κατ’ ἀρχὰς
14. μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτὰ, ἄχροα, ἔχοντα
15. ἐναιώρημα ἐπινέφελον. δεκάτῃ ἵδρωσε, πτύελα ὑποπέπονα,
16. ὑπεκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίσιν. μετὰ δὲ κρίσιν
1. τεσσαρακοστῇ ἡμέρῃ ὕστερον, ἐμπύημα περὶ ἕδρην καὶ
2. στραγγουριώδης ἐγένετο ἀπόστασις.

4. Τὰ μὲν ἄλλα τῆς ῥήσεως συμπτωμάτων ἔχει διήγησιν καὶ
5. τῇ λέξει καὶ τῇ διανοίᾳ σαφῆ. πολλάκις γὰρ εἴωθε γενέσθαι
6. τοῖς ὀξέως νοσοῦσι καὶ μεμαθήκαμεν αὐτῶν τὰς δυνάμεις
7. κατὰ τὸ προγνωστικὸν καὶ τὸ πρῶτον αὐτῶν τούτων τῶν
8. ἐπιδημιῶν. εἴρηται δ’ οὐκ ὀλίγα κἀν τῷ δευτέρῳ χρήσιμα
9. πρὸς τὴν ἐπὶ τῶν ἀῤῥώστων ἐξήγησιν. ἐπὶ δὲ τῆς κατὰ
10. τὴν ἕκτην ἡμέραν διηγήσεως εἰπὼν πτύελα ποικίλα ὑπέρυθρα,
11. μὴ προσθεὶς δὲ μήτε πλευριτικὸν τὸν Πυθίωνα μήτε
12. περιπνευμονικὸν γεγονέναι, ζήτησιν ἡμῖν ὑπελείπετο, πότερον
13. καὶ ἄλλως δύναται γενέσθαι τοιαῦτα πτύσματα τοῖς
14. νοσοῦσιν ὀξέως ἢ μόνοις τοῖς περιπνευμονικοῖς καὶ
15. πλευριτικοῖς. φαίνεται καὶ ἄλλως ἡγεῖσθαι γίνεσθαι τοιαῦτα,
16. ῥυέντων μὲν εἰς τὸν πνεύμονα χυμῶν μοχθηρῶν, ἀλλ’
17. ὀλίγων παντάπασιν, ὡς μὴ φλεγμῆναι τὸ σπλάγχνον. ὅτι
18. μὲν γὰρ οὐκ ᾖν οὔτε πλευριτικὸς οὔτε περιπνευμονικὸς εὔδηλόν
1. ἐστιν ἐκ τοῦ μὴ μνημονεῦσαι τὸν Ἱπποκράτην, μήτ’
2. ὀνομαστὶ τῶν παθῶν τούτων, ἀλλὰ μηδ’ ἀπό τινος ἀχωρίστου
3. συμπτώματος. εἰρήκει γὰρ ἂν ἢ πλευρᾶς ὀδύνην ἢ
4. δύσπνοιαν. οὐ μὴν οὐδ’ ἀπὸ κεφαλῆς πεπονθυίας ὤφθη
5. ποτὲ τοιαῦτα πτυσθέντα. μετὰ μέντοι βηχὸς καὶ δυσπνοίας
6. καὶ πλευρᾶς ἀλγήματος ὁρᾶταί ποτε τοιαῦτα πτύσματα. καί
7. τινας δύο καὶ χωρὶς πυρετοῦ τοιούτων πτυσθέντων χρώματα
8. εἶδον, ὠχρῶν μετὰ βηχὸς ὄντων. ἀλλὰ τῷ μὲν ἑτέρῳ
9. κατὰ βραχὺ πυρετίων μικρῶν γενομένων εἰς χρόνον ἡ διάθεσις
10. ἐκταθεῖσα, παραμεινάντων τῶν πυρετῶν, φθινώδη
11. τὸν ἄνθρωπον ἀπέδειξε, τῷ δ’ ἑτέρῳ χωρὶς πυρετοῦ τοιούτων
12. πτυσθέντων ἡμέραις ἐφεξῆς ὀλίγαις οὐδὲν ἄτοπον ἠκολούθησε.
13. εἰκὸς οὖν ἐστὶ κατὰ τὰ πρῶτα μέρη τοῦ θώρακος,
14. καθ’ ἃ συνάπτει τοῖς ἐσχάτοις τοῦ τραχήλου σπονδύλοις,
15. γεγονέναι τινὰ περιουσίαν οὐ πολλὴν, ἐφ’ ᾗ μηδὲ δύσπνοιαν
16. ἀπαντῆσαι, διὰ τὸ μὴ συντελεῖν τι σαφὲς εἰς τὴν
17. τῆς ἀναπνοῆς ἐνέργειαν τὸ πρῶτον μεσοπλεύριον, ἐν αὐταῖς
1. δὲ ταῖς ῥίζαις τῶν ἐπὶ τὰς χεῖρας ἀφικνουμένων νεύρων
2. τῆς διαθέσεως γενομένης, βαρυνομένων τῶν νεύρων,
3. τρομώδεις ἐργάσασθαι τὰς χεῖρας. ἐκ γὰρ τοῦ πρώτου μεσοπλευρίου
4. καὶ τῶν ὑπερκειμένων δὲ σπονδύλων τὰ τοὺς
5. μῦς τῶν χειρῶν κινοῦντα φύεται νεῦρα. μαρτυρεῖ δὲ τούτοις
6. καὶ τὸ παραμεῖναι τοὺς τρόμους σὺν τοῖς πτύσμασι
7. τοῖς ἐπιγενομένοις. ἡνίκα δ’ ἐν ἐκείνοις ἐφάνη τι πέψεως
8. σημεῖον, οὔτε τοὺς τρόμους ἔτι γίνεσθαι καὶ παύσασθαι τὸ
9. νόσημα, κρίσεως τῆς δι’ ἱδρώτων ἐπιγενομένης. καίτοι γε
10. ἀπέπτων ὄντων τῶν οὔρων ὅμως ἡ πέψις ἔκρινε τῶν ἀναπτυομένων
11. καὶ ἤνεγκε τὴν κρίσιν ὡς ἑκάτερον τῶν σημείων
12. ὃ πέφυκε δηλοῦν μὴ διαψεύσασθαι. διττῆς γὰρ διαθέσεως
13. τῷ νοσοῦντι γινομένης, μιᾶς μὲν τῆς πυρετώδους ἐπὶ τοῖς
14. ἐν ταῖς φλεψὶ χυμοῖς, ἑτέρας δὲ τῆς εἰρημένης ἄρτι κατὰ
15. τὸν θώρακα, τὴν μὲν προτέραν συνέβη μὴ παύσασθαι τελέως
16. ἱδρῶσιν, ὡς ἂν ἔτ’ ἄπεπτον οὖσαν, παύσασθαι δὲ τὴν
17. ἑτέραν, τῷ μηδὲν δ’ ὅλως ὑπολειφθῆναι τοῖς περὶ τὸν θώρακα.
18. γράφει γοῦν αὐτὸς οὕτως· δεκάτῃ ἵδρωσε, πτύελα 
1. ὑποπέπονα, ἐκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίσιν· ἐνδεικνύμενος
2. ἃ κατὰ τὸ προγνωστικὸν ἔγραψε περὶ τῶν λεπτῶν
3. οὔρων ὄντων διττῶν, πρῶτα μὲν τάδε· ἔς τ’ ἂν πυῤῥόν τε
4. ᾖ τὸ οὖρον καὶ λεπτὸν, ἄπεπτον εἴη τὸ νόσημα. δευτέρα
5. δὲ τάδε· ὅσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμαλὰ οὐρέωσι πολὺν
6. χρόνον, ἢν καὶ τὰ ἄλλα ὡς περιεσομένοισιν ᾖ σημεῖα, τούτοισιν
7. ἀπόστασιν δεῖ προσδέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν
8. χωρία. διὰ τοῦτο οὖν ἐπὶ τῇ τελευτῇ τῶν συμβάντων
9. τῷ Πυθίωνι κατὰ λέξιν οὕτως ἔγραψε· μετὰ δὲ κρίσιν
10. τεσσαρακοστῇ ἡμέρῃ ὕστερον ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης
11. ἐγένετο ἀπόστασις. ἐπεὶ δὲ καὶ τρόμου χειρῶν
12. καὶ λήρου κατὰ τὴν πρώτην εὐθέως ἡμέραν ἐμνημόνευσε
13. καὶ κατὰ τὰς ἑξῆς ἔγραψε, πάντα παρωξύνθη, κατὰ δὲ
14. τὴν ζ΄ ἡμέραν, προσέθηκε, στόμα παρειρύσθη, διορίσασθαι
15. χρὴ πότερον αὐξανομένης τῆς περὶ τὸν ἐγκέφαλον κακώσεως
16. ἢ μεθισταμένης κάτω τὸ στόμα κατεσπάσθη. φαίνεται
17. δ’ ἐκ τῶν ἐφεξῆς εἰρημένων μετάστασις εἰς τὰ κάτω
18. χωρία μᾶλλον, οὐ συμπάθεια πρὸς τὸν ἐγκέφαλον
1. αὐτοῖς γεγονέναι, τάχα μὲν φλεβοτομηθέντος ἀνθρώπου καὶ
2. διὰ τοῦτο μεγάλως ὠφεληθέντος. ἀλλὰ καὶ κατὰ τὰς πρώτας
3. ἡμέρας οὐδέπω τῶν πτυσμάτων οὐδὲ μικρὸν ἐφαίνετο
4. τῆς ἐν τῇ πλευρᾷ διαθέσεως, οὐ διὰ τὴν κακοήθειαν αὐτῆς·
5. ἴσμεν γὰρ ὅτι χαλεπώταται περιπνευμονίαι τε καὶ πλευρίτιδες
6. εἰσὶν αἱ ἄπτυστοι, καθότι καὶ αὐτὸς Ἱπποκράτης
7. ἐδίδαξεν. ἀλλὰ νῦν οὐ διὰ χαλεπότητα νομιστέον ἐν ταῖς
8. πρώταις ἡμέραις πτυσθῆναι μηδὲν, ἀλλὰ διότι περὶ τὸ πρῶτον
9. μεσοπλεύριον μόνον ἡ διάθεσις ἦν. εἰ δὲ καὶ χαλεπὴ
10. καὶ κατὰ τοῦτο μόνον ἐγεγόνει, καὶ διὰ τοῦτο οὐδὲν ἐπτύετο.
11. τῷ γοῦν τῆς φλεβοτομίας βοηθήματι δυνατόν ἐστιν ἀντισπασθέντων
12. ἐνταῦθα πλεονεκτούντων χυμῶν
13. ἀρχὴν πέψεως γεγονέναι τῇ διαθέσει κατὰ τὴν ἕκτην ἡμέραν,
14. ἐν ᾗ πρῶτον ἐμνημόνευσε τῶν πτυσμάτων. ὃ δὲ περὶ
15. τῆς δεκάτης ἡμέρας ἀνεβαλλόμην ἐρεῖν, ἐστὶ τοιοῦτον, οὔτ’
16. ἐν τοῖς τῶν ἐπιδημιῶν τούτοις βιβλίοις ἐκρίθη τις βεβαίως
17. δεκαταῖος οὔτ’ αὐτὸς ἀπεφήνατό που τὴν δεκάτην ἡμέραν
1. εἶναι κρίσιμον, ὥσπερ τὴν ἑνδεκάτην εἴρηκεν οὐκ ὀλιγάκις.
2. ἔχεις δὲ τὰς ῥήσεις αὐτοῦ πάσας ἠθροισμένας ἐν τοῖς περὶ
3. τῶν κρισίμων ἡμερῶν ὑπομνήμασιν, ἔνθα καὶ τεσσαρακοστὴ
4. δείκνυται κρίνουσα τὰς νόσους, οὐχ ἡ τεσσαρακοστὴ
5. δευτέρα, καθάπερ ᾠήθησαν ἔνιοι τῶν ὁλοκλήροις ἑβδομάσι
6. τὰς περιόδους γίνεσθαι τῶν κρισίμων ἡμερῶν ὑπολαβόντων.
7. εἰ δὲ διὰ μόνον τοῦτό τις ἡγεῖται τὸ νόσημα μὴ τελέως
8. κριθῆναι, διότι δεκαταῖον ἵδρωσεν, οὐχ ἑνδεκαταῖος ὁ
9. ὁ Πυθίων, οὐκ ὀρθῶς γινώσκει. τὸ γὰρ ἐλλιπὲς τῆς κρίσεως
10. ἐκ τοῦ μηδέπω πεπέφθαι τὴν νόσον ἀναγκαῖον γίνεσθαι.
11. πολλοὺς γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ
12. ἡμεῖς ἐθεασάμεθα κριθέντας ἐν κρισίμοις ἡμέραις ἐλλιπῶς,
13. διὰ μόνην τὴν τῶν οὔρων ἀπεψίαν. ἀμφοτέρων δ’ ἀλλήλοις
14. συνελθόντων, τοῦ τε κατὰ μὲν δεκάτην ἡμέραν ἀσθενοῦς
15. καὶ τῆς τῶν οὔρων ἀπεψίας, ἐχρῆν ἴσως μηδὲ κεκρίσθαι
16. τὸν ἄνθρωπον ἢ μὴ ἐπὶ καλῷ τε καὶ κρισίμῳ. τάχ’ οὖν
17. ἑνδεκάτῃ γεγραμμένον, οὐ δεκάτῃ, κατ’ ἀρχὰς εὐθέως ἡμαρτήθη,
18. καθάπερ καὶ ἄλλα πολλὰ φαίνεταί τινα διὰ τοὺς
1. πρώτως ταῦτα γράψαντας ἀμεληθέντα, διαμένει μέχρι παντός.
2. ἀλλὰ περὶ μὲν τῆς δεκάτης ἡμέρας ἱκανὰ καὶ ταῦτα.
3. σκέψασθαι δ’ ἄμεινόν ἐστι μὴ κατὰ τὸ πάρεργον ὁποῖόν
4. τι τὸ ἐπινέφελον ἐναιώρημα νομιστέον ὑπάρχειν. ἐν μὲν
5. γὰρ τῷ προγνωστικῷ γέγραπται· νεφέλαι δ’ ἐμφερόμεναι
6. ἐν τοῖσιν οὔροισι λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φαῦλαι.
7. οὔτ’ οὖν οὖρον ἐπινέφελον οὔτ’ ἐναιώρημα κατὰ τὸ προγνωστικὸν
8. εἴρηται. καίτοι γ’ ἀκριβῶς ἅπασαν ἐν ἐκείνῳ
9. τῷ βιβλίῳ διδάξαντος αὐτοῦ τὴν ἀπὸ τῶν οὔρων πρόγνωσιν
10. ἐν τοῖς ὀξέσι νοσήμασιν. οὐ μὴν οὐδὲ τῶν ἐξηγησαμένων
11. τὸ προκείμενον βιβλίον ἐξηγήσατό τις ὁποῖον εἶναι
12. βούλεται τὸ ἐπινέφελον οὖρον ὁ Ἱπποκράτης. ἐγὼ τοίνυν
13. ἃ ἐμοὶ δοκεῖ ζητήσαντι περὶ αὐτοῦ λέγειν οὐκ ὀκνήσω. τὸ
14. τῆς νεφέλης ὄνομα κατὰ μεταφορὰν ἀπὸ τοῦ περιέχοντος
15. ἡμᾶς ἐπὶ τῶν οὔρων εἰώθασιν οἱ ἰατροὶ λέγειν, εἶθ’ Ἱπποκράτους
16. πρώτου τὴν προσηγορίαν τήνδε κατά τινος ἰδέας
17. ἐναιωρημάτων ἢ οὔρων, εἴτε καὶ ἄλλου τινὸς αὐτοῖς θεμένου.
18. ὥσπερ οὖν ἐν τῷ περιέχοντι ποτὲ μὲν ζοφώδης γίνεται
1. κατάστασις, πεπυκνωμένου νεφέλαις μελαίναις αὐτοῦ,
2. ποτὲ δὲ ἀκριβὴς καὶ ἀνέφελος φαίνεται καὶ διεσπασμέναι
3. τινὲς ὁρῶνται κατ’ αὐτὸ νεφέλαι καὶ λέγεται τηνικαῦτα
4. τὸ περιέχον ἐπινέφελον, ἐν ᾧ καιρῷ κατὰ τὴν χρόαν
5. τῶν νεφελῶν οὔτε μέλαιναν ἀκριβῶς οὔτε λαμπρὰν ὁρῶμεν,
6. ἀλλ’ ἐν τῷ μεταξὺ τούτων, οὕτω μοι δοκεῖ καὶ οὖρον καὶ
7. ἐναιώρημα καλεῖν ἐπινέφελον ὁ Ἱπποκράτης, ὃ μήτε λευκόν
8. ἐστι τὴν χρόαν μήτ’ ἤδη μέλαν ἀκριβῶς, ἀλλ’ ἐν τῷ μεταξύ.
9. καὶ τοίνυν ὑπὸ τοῦ Πυθίωνος ὑπολαβεῖν χρὴ τοιοῦτον
10. ἐναιώρημα γεγονέναι. λευκὸν μὲν γὰρ εἴπερ ἦν, οὐκ ἂν
11. ἐλλιπῆ τὴν κρίσιν εἰργάσατο, καθάπερ γ’ εἰ καὶ μέλαν, οὐκ
12. ἂν ἀγαθήν. ἐπεὶ δ’ οὖν ἦν μέσον λευκοῦ τε καὶ μέλανος,
13. ἀγαθὴ μὲν ἐγένετο κρίσις, ἀλλ’ ἐλλιπής. τὸ δὲ ὑπόλοιπον
14. κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν εἰς ἀπόστασιν ἧκε διττὴν,
15. ἣν αὐτὴν οὐχ ἡγοῦνται ὀρθὴν, μᾶλλον δὲ οὐδ’ αὐτὴν ἐξηγοῦνται
16. ὀρθὴν κατὰ συμπάθειαν τῆς εἰς τὴν ἕδραν ἀποστάσεως
17. οἰόμενοι γεγονέναι τῷ Πυθίωνι τὴν στραγγουρίαν, 
1. Ἱπποκράτους αὐτοῦ ποτὲ μὲν ἁπλῶς γράφοντος γενέσθαι τὴν
2. στραγγουρίαν, ἐνίοτε δ’ οὐχ ἁπλῶς, ἀλλὰ προστιθέντος αὐτῇ
3. τὸ τῆς ἀποστάσεως ὄνομα, καθάπερ κἀν τῷ πρώτῳ τῶν
4. ἐπιδημιῶν ἐν τῇ δευτέρᾳ καταστάσει. γράφει γοῦν ὧδε·
5. μόνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γινομένων σημείων καὶ
6. πλείστους εἰρύσατο τῶν ὄντων ἐν τοῖσι μεγίστοισι κινδύνοισιν,
7. οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτρέπετο καὶ ἐς τοῦτο
8. ἀπόστασις ἐγένετο. προσαγορεύοντος γὰρ ἀποστάσεις αὐτοῦ
9. καὶ τὰς κατ’ ἔκκρισιν τῶν λυπούντων χυμῶν γινομένας,
10. οὐ μόνον τὰς κατὰ ἀπόθεσιν, εἰκότως. ὥσπερ εἰς δυσεντερίαν
11. ἐν ἑτέροις, οὕτως νῦν εἰς στραγγουρίαν ἀποστάσεις
12. εἴρηκε γεγονέναι, καθαιρομένης τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας
13. δι’ ἀμφοτέρων τῶν ἐκκρίσεων. τοῦτο γοῦν ἐν αὐτῇ τῇ
14. δευτέρᾳ καταστάσει τῶν οὔρων ὀλίγον ἔμπροσθεν ἧς ἄρτι
15. παρεθέμην ῥήσεως αὐτὸς ἔγραψεν ὡδί. στραγγουριώδεα οὐ
16. νεφριτικὰ, ἀλλὰ τούτοισι ἀντ’ ἄλλων ἅλλα· τουτέστιν ἀντὶ
17. τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας καὶ τῶν ταύτῃ πυρετῶν ἀκολουθούντων
1. αἱ καθάρσεις ἐγένοντο, τῶν μοχθηρῶν χυμῶν ἐκκρινομένων
2. διὰ τῆς κύστεως, ὥσπερ ἐνίοτε διὰ τῶν ἐντέρων. ἡ τοίνυν
3. δῆξις ἡ ἀπὸ τῶν ἐκκρινομένων δριμέων ὄντων εἰργάζετο τὴν
4. στραγγουρίαν. ἐδείχθη γὰρ ἡ κύστις ἐπὶ τὴν ἀπόκρισιν
5. ὁρμῶσα τῶν οὔρων ἐν ταῖς στραγγουρίαις, πρὶν ἀξιολόγως
6. ὑπ’ αὐτῶν πληρωθῆναι, διὰ διττὴν αἰτίαν, ἤτοι τὸ μὴ φέρειν
7. αὐτῶν τὴν ποιότητα καὶ δακνωδῶν γενομένων ἢ τὸ δι’
8. ἀῤῥωστίαν βαρύνεσθαι πρὶν ἀθροισθῆναι, κᾂν ὀλίγον παντάπασιν
9. ᾖ. τοιαύτην οὖν ἔφη τινὰ καὶ τῷ Πυθίωνι τὴν
10. ἀπόστασιν ἤδη γενέσθαι, μὴ γράψας ἁπλῶς οὕτως ὅτι
11. στραγγουριώδης ἐγένετο. ἔχει γὰρ ἡ ῥῆσις ὡδί· ἐμπύημα περὶ
12. ἕδραν καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις, ἀλλὰ προσθεὶς τὸ
13. ἀπόστασιν ἔχειν. ἀλλὰ τὰ μὲν τοιαῦτα δυοῖν θάτερον, ἢ
14. παρατρέχουσιν ἢ κακῶς ἐξηγοῦνται πολλοὶ τῶν ἐξηγητῶν,
15. χρονίζουσι δ’ οὐκ ἀναγκαίως, ὑπὲρ ὧν ἅπαξ ἐν τῷδε διαλεχθῆναι
16. βούλομαι. ἐγὼ μὲν ᾤμην ἄμεινον εἶναι τὰ πολλῷ
17. χρόνῳ ζητηθέντα μοι καὶ μετὰ κρίσεως ἀσφαλῶς εὑρεθέντα
18. μόνα γράφειν, ἄνευ τῶν εἰς τοὺς κακῶς ἐξηγησαμένους ἐλέγχων.
1. ἐπεὶ δ’ ἔνιοι μὲν διὰ τοῦ μηδ’ ὅλως πεπαιδεῦσθαι
2. κατὰ μηδὲν τῶν ὄντων παιδίων, ἀναγινώσκοντες ἐνίοτε παρά
3. τισι τῶν γραψάντων ἐξηγήσεις ξένας, αὐτῷ τούτῳ μόνῳ
4. τῷ ξένῳ συναρπασθέντες ἐπαινοῦσι, διὰ τοῦτ’ ᾠήθην
5. ἄμεινον εἶναι κᾂν ἅπαξ αὐτῶν που μνημονεῦσαι τῶν οὕτως
6. ἐξηγουμένων, εἰρηκότος γε καὶ αὐτοῦ τοῦ Ἱπποκράτους. τὸ
7. γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες μᾶλλον ἐπαινέουσι
8. ἢ τὸ σύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν καὶ τὸ ἀλλόκοτον
9. μᾶλλον ἢ εὔδηλον. ὅπως οὖν προειδότες οἱ τοῖς ἡμετέροις
10. ὑπομνήμασιν ἐντυγχάνοντες ὁποῖοί τινες οἱ τρόποι
11. τῶν μοχθηρῶν ἐξηγήσεων εἰσὶν γνωρίζειν αὐτοὺς δύνανται,
12. μακρότερον ἐνταῦθα περὶ πασῶν αὐτῶν ἔγνων γράψαι. καί
13. μοι μηδεὶς ἀχθέσθω τῷ μήκει τοῦ λόγου, μέλλων ἔχειν
14. αὐτὸν ἀεὶ βοηθὸν εἰς τὴν τῶν φαύλων ἐξηγήσεων διάγνωσιν.
15. ἓν μὲν οὖν εἶδός ἐστιν αὐτῶν ὁποῖόν τι καὶ κατὰ τὸν
16. προκείμενον ἄῤῥωστον ἐποιήσαντό τινες, ὧν ἑνὸς παραγράψω
17. τὴν ῥῆσιν αὐτοῖς ὀνόμασιν, ἵνα μή τις οἰηθῇ με καταψεύδεσθαι
18. τἀνδρός. τὸ μέντοι τῆς Γῆς ἱερὸν μή ποτε ὑπὲρ
1. τοῦ δεῖξαι τὴν αἰτίαν ἀφ’ ἧς τρόμος τῶν χειρῶν καὶ τὸ
2. νοσεῖν αὐτῷ ἐγένετο, ὡς τῇ διὰ τὴν ἐποχὴν τῶν ἐπιμηνίων
3. γινομένην, ὡς εἰκὸς, διὰ τὴν τοῦ μορίου ἀργίαν. καὶ
4. πάλιν ἐν τῷ ἕκτῳ ἱστορεῖ, ἀνδρὸς ἀποδήμου γινομένου, ἀργευσαμένην
5. τῷ μορίῳ τὴν γυναῖκα ἀναληφθέντων τῶν ἐπιμηνίων
6. εἰς τὸ στόμα φῦσαι πώγωνα. καὶ τί γὰρ ἄλλο ἢ
7. ἀνδρωθῆναι τὴν γυναῖκα; οὕτως οὖν καὶ Πυθίων ἀποσχόμενος
8. συνουσίας διὰ τὴν πρὸς μόνον ἐπιμέλειαν τὸ
9. ἱερὸν νόσον ὑπομένει. αὕτη μὲν ἑνὸς τῶν ἐξηγητῶν ἐστὶ
10. ῥῆσις, ἑαυτὸν καταβάλλοντος ἐκ τοῦ πολλάκις μὲν ὀνομαστὶ
11. μνημονεῦσαί τινων οἰκήσεων τὸν Ἱπποκράτην, μὴ πασῶν δ’
12. αὐτῶν, ἀλλ’ ὀλιγίστων παντάπασιν ἐξήγησιν γράψαι. εἰ γὰρ
13. οὐκ ἀργῶς αἱ οἰκήσεις τῶν νοσησάντων ἐγράφησαν, ἀλλὰ
14. συνδείκνυταί τι τῶν εἰς τὴν τέχνην χρησίμων, οὐκ ὀρθῶς
15. ἐποίησεν, ἐπ’ ὀλίγων μὲν ἀῤῥώστων ἐξηγησάμενος αὐτῶν
16. τὴν δύναμιν, ἐπὶ δὲ τῶν ἄλλων, καίτοι παμπόλλων ὄντων
17. παραλιπὼν, οἷον εὐθέως ἐπὶ τοῦ πρώτου γραφέντος κατὰ
18. τὸ πρῶτον τῶν ἐπιδημιῶν. Φιλίσκος γὰρ, φησὶν, ᾤκει
19. παρὰ τὸ τεῖχος. εἶθ’ ἑξῆς πάλιν, Ἐπικράτεος γυναῖκα, ἣ
1. κατέκειτο παρὰ Ἀρχηγέτην. καὶ πάλιν, Ἐρασῖνος, ὃς ᾤκει
2. παρὰ Βοώτου χαράδρῃ. εἶθ’ ἑξῆς, τὸν Κλαζομένιον, ὃς κατέκειτο
3. παρὰ τὸ Φρυνιχίδεω φρέαρ. εἶτ’ αὖθις ἐπί τινος γυναικὸς,
4. τὴν Δρομεάδεω, φησὶ, γυναικὸς θυγατέρα τεκοῦσαν.
5. εἶτ’ ἐπ’ ἄλλης πάλιν γυναικὸς ἣ κατέκειτο ἐν ἀκτῇ. ἐν αὐτῷ
6. τε τούτῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἑτέρους πολλοὺς ἂν
7. εὕροις γεγραμμένους ἀῤῥώστους μετὰ τῶν οἰκήσεων ἐν αἷς
8. ᾤκουν, ἃς οὐδ’ ὅλως ἐξηγοῦνται. Χαιρίων οὖν, φησὶν, ὃς κατέκειτο
9. παρὰ Δημαινέτῳ· μετ’ αὐτὸν ἑξῆς, τὴν Εὐρυάνακτος
10. θυγατέρα παρθένον πῦρ ἔλαβεν· εἶθ’ ἑξῆς, ἡ κυναγχικὴ
11. παρὰ Ταβίωνι. καὶ μετ’ αὐτὴν πάλιν, τὸ μειράκιον, ὃ κατέκειτο
12. ἐπὶ ψευδέων ἀγορῇ. καὶ τί δεῖ πολλὰ παραγράφειν,
13. ὅλου σχεδὸν τοῦ βιβλίου πεπληρωμένου τῆς τοιαύτης γραφῆς;
14. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον, παμπόλλων γὰρ ἀῤῥώστων
15. οὕτω γεγραμμένων περὶ πάντων πεποιῆσθαι τὴν ἀπὸ
16. τῶν οἰκήσεων ἐξήγησιν ἢ μηδ’ ἐφ’ ἑνός. ἀλλ’ ἔνιοί γε τῶν
17. ἐξηγουμένων τὰ βιβλία κατεγνώκασιν εἰς τοσοῦτον τῶν
18. ἀκροατῶν, ὡς ἐγώ ποτε ἐν Ἀλεξανδρείᾳ καὶ τοιαύτης ἐξηγήσεως 
1. ἤκουσα περί τινος ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν αῤῥώστου
2. γεγραμμένου κατὰ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· Σιληνὸς,
3. ὃς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος. ἐν γὰρ τῷ διηγεῖσθαι τὰ
4. συμβάντα τούτῳ καὶ τοιαύτην τινὰ ῥῆσιν ἔγραψεν ὁ Ἱπποκράτης.
5. νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί. τούτοις
6. οὖν ἐπεφώνησεν ὁ ἐξηγούμενος τὸ σύγγραμμα, Σιληνὸς γὰρ
7. ἦν. οἱ μαθηταὶ δ’ ἀναπηδήσαντες ἐκεκράγεσαν ὑπερθαυμάζοντες.
8. ἔνιοι δὲ τῶν ἐξηγουμένων εἰς τοσοῦτον ἥκουσι
9. περιεργείας ὥστε ζητοῦσι πότερον ἐπὶ τοῦ Πλαταμῶνος
10. ὁ Σιληνὸς ᾤκει. τινὲς μὲν διὰ τοῦ μ Πλαταμῶνος,
11. ἔνιοι δὲ διὰ τοῦ ν Πλατανῶνος. ὡσαύτως δὲ ζητοῦσιν
12. οἱ τοιοῦτοι τῶν ἐξηγητῶν, ὅταν Ἱπποκράτης εἴπῃ, κατέκειτο
13. κατὰ τὸ θέατρον, ἆρά γε θέητρον ἄμεινον γράφειν
14. ἢ θέατρον. ἀλλὰ τῶν μὲν εἰς τὰ τοιαῦτα τὸν χρόνον ἀναλισκόντων
15. κατεγνώκασι, τοὺς δὲ διὰ τῶν ἔν τε τῷ προῤῥητικῷ
16. καὶ ταῖς Κωακαῖς προγνώσεσι γεγραμμένων ἐξηγουμένους
17. τὰ κατὰ τοὺς νοσοῦντας ἐν τοῖς βιβλίοις εἰρημένα
18. πολλοὶ θαυμάζουσιν. ἐδείχθη δ’ ἐπὶ πλείστων ἡ μοχθηρία
1. τῶν ἐν τῷ προῤῥητικῷ γεγραμμένων ἔν τισιν ὑπομνήμασιν,
2. ἃ ἐποιησάμην εἰς αὐτό. φαίνεται γὰρ ὁ γράψας ἐκεῖνο
3. τὸ βιβλίον πολλάκις ἐξ ἑνὸς ἢ δυοῖν τῶν κατὰ μέρος ὀφθέντων
4. αὐτῷ καθολικὰς ἀποφάσεις ποιούμενος. ἐδείχθη γὰρ
5. καὶ συνδρομὰς γράφων πολλὰς ἐξ ἀνομογενῶν σημείων ἠθροισμένας.
6. ἐπεδείχθη δὲ καὶ ὡς ἡ τοιαύτη διδασκαλία τοσοῦτον
7. πλῆθος ἔχει συνδρομῶν, ὡς μηδ’ ἀριθμηθῆναι δύνασθαι.
8. καὶ πρὸς τούτοις γ’ ἔτι καὶ τοῦτ’ ἐδείχθη κατὰ
9. ἐξήγησιν, ὦν ἔγραψεν ὁ τὸ προῤῥητικὸν συνθεὶς, ὡς οὐκ
10. ἐνδέχεται διδασκαλίαν ἑτέραν ἀμείνονα γενέσθαι τῆς κατὰ
11. τὸ προγνωστικὸν ὑφ’ Ἱπποκράτους γεγονυίας, ἑνὸς ἑκάστου
12. τὴν δύναμιν σημείου αὐτοῦ διδάξαντος ἰδίᾳ. μηδὲ γὰρ ἄλλως
13. δύνασθαι πολλῶν ἅμα συνελθόντων προγνωσθῆναί τι.
14. τοῖς μὲν οὖν ἀνεγνωκόσιν ἀμφότερα τὰ βιβλία, τό τε προγνωστικὸν
15. καὶ τὸ προῤῥητικὸν, οἶδ’ ὅτι σαφῆ τὰ νῦν εἰρημένα
16. πάντ’ ἐστίν. εἰ δὲ καὶ τοῖς ἡμετέροις ὑπομνήμασιν
17. εἰς αὐτὰ προεντετυχηκώς τις εἴη καὶ χωρὶς τῶν νῦν εἰρημένων
18. ὑπ’ ἐμοῦ γινώσκειν δύναται τὸ μοχθηρὸν τῆς τοιαύτης
19. ἐξηγήσεως. τοὺς δ’ οὐκ ἀνεγνωκότας ἐπ’ ἐκεῖνα μὲν
1. ἀφικέσθαι πρότερον ἀξιῶ, μετὰ ταῦτα δὲ πάλιν ἐνταῦθα
2. παραγενομένους ἀκοῦσαί τε καὶ κρῖναι τὰ πρὸς ἐμοῦ εἰρημένα.
3. λαβὼν γὰρ ἔναγχός τι τῶν εἰς τὸ προκείμενον βιβλίον
4. ὑπὸ Λύκου τοῦ Μακεδόνος ὑπομνημάτων γεγονότων,
5. εὗρον ἐν τῇ τοῦ Πυθίωνος ἐξηγήσει τρεῖς ῥήσεις ἐκ τοῦ
6. προῤῥητικοῦ γεγραμμένας, ὃς ἐπὶ μὲν τῆς πρώτης κατὰ
7. λέξιν οὕτως ἔλεγεν. αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες
8. παρακρούσιες πάνυ φρενιτικαὶ, ὡς καὶ Διδυμάρχῳ ἐν Κῷ.
9. ἐπὶ δὲ τῆς δευτέρας ὧδε· τὰ τρομώδεα γενόμενα ἐφ’ ἱδρῶσι
10. φιλυπόστροφα. καὶ ἡ τρίτη δὲ κατὰ λέξιν τήνδε ἐγέγραπτο.
11. τὰ δ’ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν
12. ἐναιωρεύμενα, παρακρουστικά. αὗται μὲν αἱ ἐκ τοῦ προῤῥητικοῦ
13. ῥήσεις ὑπὸ τοῦ Λύκου προσεγράφησαν, ὡς εἰρηκότος
14. οὕτω Κοΐντου κατὰ τὴν ἐξήγησιν τοῦ προκειμένου
15. Πυθίωνος. ἐμοὶ, ἐπειδήπερ ἠναγκάσθην τὰ κακῶς εἰρημένα
16. διελέγχειν, καίτοι διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων πεφυλαγμένος
17. αὐτὸ πρᾶξαι, βέλτιον εἶναι δοκεῖ τῶν τοιούτων
1. ἐξηγήσεων μοχθηρίαν δηλῶσαι. πρῶτον μὲν οὖν οὐδ’ ἐφαρμόττει
2. τοῖς νῦν εἰρημένοις ἐπὶ τοῦ Πυθίωνος ἡ τοῦ προῤῥητικοῦ
3. ῥῆσις. οὔτε γὰρ μετὰ σιγῆς ἐφρενίτισεν οὔτε πάνυ
4. φρενιτικὸς ἐγένετο. δέδεικται δ’ ἡμῖν ἐξηγουμένοις τὸ προῤῥητικὸν
5. ὁποῖαί τέ τινες εἰσὶν αἱ μετὰ σιγῆς παραφροσύναι
6. καὶ διὰ τί πάνυ φρενιτικὰς εἶπεν αὐτὰς, ὧν οὐδέτερον
7. ἐπὶ τοῦ Πυθίωνος ἐγένετο· καὶ γὰρ οὔτ’ ἄνευ σιγῆς ἐλήρει
8. καὶ μετρίως ἐφρενίτισεν. ἡ δὲ δευτέρα ῥῆσις, καθ’ ἣν λέγει,
9. τὰ τρομώδεα γινόμενα ἐφ’ ἱδρῶσι φιλυπόστροφα, τοὐναντίον
10. δείκνυται τοῦ συμβάντος τῷ Πυθίωνι, μὴ γινομένων,
11. ἀλλ’ ἐξ ἀρχῆς μὲν συνεισβαλλόντων, ὕστερον
12. δὲ κατὰ τὴν δεκάτην ἡμέραν ἱδρώσαντος αὐτοῦ, ὥστ’ οὐκ
13. ἐπὶ τοῖς ἱδρῶσιν οἱ τρόμοι φαίνονται γεγονότες, ἀλλ’ ἐπὶ
14. τοῖς τρόμοις οἱ ἱδρῶτες. ἡ λοιπὴ δὲ καὶ τρίτη ῥῆσις, ἐν
15. ᾗ φησὶ, τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα, μέλασιν
16. ἐναιωρεύμενα, παρακρουστικὰ, προσηκόντως ἂν ὑπὸ τοῦ
17. Λύκου παρείληπτο, τοῦ Πυθίωνος ἀγρυπνήσαντος μὲν πρῶτον
18. οὐκ ἄνευ ταραχῆς, οὐρήσαντος δ’ οὖρον ἔχον ἐναιώρημα
1. μέλαν, εἶθ’ οὕτως παραφρονήσαντος ὕστερον. ἐπεὶ δ’
2. οὔτ’ οὔρησε τοιαῦτα, τὸ γὰρ ἐπινέφελον ἐναιώρημα πάμπολυ
3. διαφέρει τοῦ μέλανος, οὔτ’ ἐπ’ ἀγρυπνίαις ταραχώδεσιν
4. ἐφρενίτισεν, ἀλλ’ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐλήρησεν,
5. οὐκ ὀρθῶς παρείληπται. τί γὰρ ἐκώλυεν αὐτὸν εἰπεῖν
6. ἐναιώρημα μέλαν, εἶτα τὴν ἀγρυπνίαν μὲν τῇ πρώτῃ τῶν
7. ἡμερῶν ἢ τῇ δευτέρᾳ, μετὰ δὲ ταύτας ἐν τῇ πρώτῃ πάλιν,
8. εἶτ’ ἐφεξῆς τὴν παραφροσύνην; ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος
9. ἐξηγούμενος τὴν ἐπινέφελον φωνὴν οὐκ ἐτόλμησεν εἰπεῖν
10. δηλοῦσθαι πρὸς αὐτῆς τὸ μέλαν. ἐκ περιττοῦ τε οὖν ταῦτα
11. προσέθηκεν, εἰ χρὴ λέγειν ἐκ περιττοῦ τὰ μὴ μόνον ἄχρηστα
12. πρὸς τὸ προκείμενον, ἀλλὰ καὶ παντάπασι ψευδῆ,
13. παρέλιπέ τε τὰ κυριώτατα τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων
14. ἐπισκέπτεσθαι, τίς μὲν ἡ τῶν τρόμων ἐστὶ διάθεσις,
15. ὅστις δ’ ὁ πεπονθὼς τόπος ἐπὶ ταῖς τρομώδεσι χερσὶν, ἢ
16. πόθεν τὰ ποικίλα πτύσματα τὰ πολλὰ τούτοις ἑπόμενα,
17. περὶ ὧν ἐγὼ διῆλθον. ὅλως γὰρ οὐδὲν τούτων ἐπισκεψάμενος
18. ἑαυτῷ προὔβαλεν ὡς ζήτημα τὸ μηδ’ ὅλως 
1. ὂν ζήτημα κατὰ λέξιν οὕτως. τῇ ἑβδόμῃ ἡμέρῃ τὸ στόμα
2. παρειρύσθη. καὶ δοκεῖ ἡ ἱστορία αὕτη μαχομένη εἶναι τῇ
3. ἀποφάσει τῇ οὕτως ἐν ἀφορισμοῖς ἐχούσῃ· ἐν μὴ διαλείποντι
4. πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ,
5. ἢ μὴ βλέπῃ, ἢ μὴ ἀκούῃ, ἀσθενέος ἐόντος ἢ ὅ τι
6. ἂν τούτων γίνηται, ἐγγὺς ὁ θάνατος. αὕτη τοῦ Λύκου ῥῆσις
7. ἑαυτῷ προβάλλοντος ὡς ζήτημα τὸ μηδ’ ὅλως ἔχον
8. ἀμφιβολίαν. ἐν μὲν γὰρ τοῖς ἀφορισμοῖς εἴρηκεν, ἤδη ἀσθενέος
9. ἐόντος, ὁ Πυθίων δ’ οὐκ ὢν ἀσθενὴς, παρειρύσθη τὸ
10. στόμα. καὶ μέντοι καὶ λύων ὃ προὔβαλλεν αὐτὸς ὁ Λύκος,
11. οὐδὲν ἄλλο εἶπεν εἰς τὴν λύσιν αὐτοῦ τοῦδε τοῦ νῦν λελεγμένου.
12. τὸ μὲν οὖν πρόδηλον ὂν ὡς ζήτημα προὔβαλεν,
13. οὐδὲν δὲ τῶν ἄλλων ἃ χρήσιμα τῆς τέχνης ἐζήτησεν, οὔτε
14. τίς ἡ διάθεσις ἦν τῷ Πυθίωνι, δι’ ἣν ἐγένετο τὰ προγεγραμμένα
15. συμπτώματα, τίς τε τόπος ἢ τίνες ἐπεπόνθεσαν.
16. ἀλλ’ οὐδὲ περὶ τῆς φλεβοτομίας ὡς παραλελειμμένης ἐπεσημήνατο,
17. χυμῶν τε καὶ κράσεων οὐ μόνον νῦν, ἀλλ’ οὐδὲ
18. κατ’ ἄλλην τινὰ διήγησιν ἀῤῥώστων ἢ καταστάσεως ἐμνημόνευσεν,
1. ἃ μάλιστα ἐχρῆν ἐπισκοπεῖσθαι τὸν ἐξηγούμενον
2. Ἱπποκράτειον βιβλίον, ὥσπερ εἰ Ἀσκληπιάδειον ἐξηγεῖτο,
3. πόρους καὶ ὄγκους ἄναρμά τε στοιχεῖα καὶ τὴν πρὸς τὸ
4. λεπτομερὲς φορὰν ἔστιν αὐτῷ ῥητέον· εἰς ταύτας γὰρ τὰς
5. ἀρχὰς ἐκεῖνος ἀνάγει πάντα. θερμὸν δὲ καὶ ψυχρὸν καὶ
6. ὑγρὸν καὶ ξηρὸν Ἱπποκράτης αἰτιᾶται, καθάπερ τὸ περιέχον
7. ἐν τοῖς τῶν ζώων σώμασιν. οὕτω δὲ καὶ τέτταρας
8. χυμοὺς ἀλλήλων τὴν κρᾶσιν διαφέροντας αἰτίους φησὶ τῆς
9. θ’ ὑγείας καὶ τῶν νοσημάτων· τῆς μὲν ὑγείας, ὅταν συμμέτρως
10. ἔχωσι πρὸς ἀλλήλους, τῶν νοσημάτων δ’, ὅταν πλεονάζωσιν
11. ἢ ἐλλείπωσιν ἢ μεταστῶσιν ἐξ οἰκείας χώρας εἰς ἀλλοτρίαν.
12. εἰς ταύτας γοῦν τὰς ἀρχὰς καὶ οἱ πρὸ Λύκου καὶ
13. Κοΐντου τῶν Ἱπποκράτους ἐξηγησάμενοί τι βιβλίον
14. ἐμπειρικοὶ πάντως ἄγειν πειρῶνται, καθάπερ ἐν δράματι
15. φυλάττοντες ἔνιοι τὴν οἰκείαν ὑπόκρισιν τοῦ περικειμένου
16. προσώπου· ὡς γὰρ Ἐρασίστρατον ἐξηγούμενός τις ὀρθῶς
17. ἂν ἀπέχοιτο τοῦ περὶ χυμῶν λέγειν ἢ κράσεων, οὕτως ὁ
1. λέγειν ἐπιχειρῶν ὁτιοῦν εἰς Ἱπποκράτειον σύνταγμα τὴν
2. ἐκείνου φωνὴν ὀρθῶς ἂν ποιοίη σκοπὸν τῆς ἐξηγήσεως. ἴσως
3. οὖν ἄμεινόν ἐστι Λύκῳ μὲν συγγινώσκειν ὡς νόθῳ τῆς Ἱπποκράτους
4. αἱρέσεως ἐν οἷς ἂν ἁμαρτήνων φαίνεται, πλὴν
5. εἴ τις αὐτὸ τοῦτο μέμφοιτο τὸ γράφειν ἐξηγήσεις μὴ δυνάμενον,
6. ὑποκρίνεσθαι τὸ δρᾶμα. παραπλήσιον γὰρ τοῦτο τῷ
7. κωμῳδίαν ἐπιχειρεῖν ὑποκρίνασθαι μὴ δυνάμενον. ἐπὶ δὲ τοὺς
8. Ἱπποκρατείους ἑαυτοὺς ὀνομάσαντας ἐλθών τις οὐκ ἂν εἰκότως
9. αὐτοῖς συγγνοίη, παραπλήσια τοῖς ξένοις τε καὶ νόθους τῆς αἱρέσεως
10. ἐσφαλμένοις. ὅταν δὲ καὶ τὰ σφάλματα αὐτῶν οὐ μόνον
11. ἀποχωρῇ τῆς Ἱπποκράτους γνώμης, ἀλλὰ καὶ τῆς ἐν τοῖς πράγμασιν
12. ἀληθείας, διπλασίως ἄν τις αὐτοῖς μέμψαιτο. κάλλιστον
13. μὲν γάρ ἐστιν ἀμφοτέρως ἔχεσθαι τῶν σκοπῶν τῶνδε τὸν ἀκόλουθον
14. ἐξηγητὴν, ἀκόλουθά τε λέγοντα τῷ συγγραφεῖ καὶ ἀληθῆ,
15. θάτερον δὲ μόνον φυλάττοντι μεμπτέον ὡς τοῦ ὅλου τὸ
16. ἥμισυ διεφθαρκότι τὸν δὲ μήτ’ ἀληθῆ λέγοντα μήτ’ ἀκόλουθα
17. τῷ γεγραφότι τὸ βιβλίον ἐξηγητὴν ἐσχάτως ἄν τι
18. ἁμαρτάνειν ὑποληπτείον. οἱ τοίνυν περὶ τὸν Σαβῖνον καὶ
1. τὸν μαθητὴν αὐτοῦ Μητρόδωρον ἀκριβέστεροι δόξαντες εἶναι
2. τῶν ἔμπροσθεν Ἱπποκρατείων, ὅμως καὶ αὐτοὶ φαίνονται
3. μοχθηρῶς ἐξηγούμενοι πολλάκις τῶν Ἱπποκράτους· αὐτίκα
4. γέ τοι κατὰ τὸν προκείμενον ἄῤῥωστόν φασιν αὐτοῖς
5. ὀνόμασιν. ὡς γὰρ ὁ σπασμὸς γίνεται καὶ ἀπὸ κενώσεως
6. καὶ ἀπὸ πληρώσεως, οὕτω καὶ ὁ τρόμος μικρὸς ὢν σπασμὸς
7. ἀπὸ τῶν ἐναντίων ἀποτελεῖται. περὶ μὲν οὖν τῆς αἰτίας
8. ὑφ’ ἧς γίνεται τὰ τοιαῦτα παθήματα δογματικῶν ἀνδρῶν
9. ἐστὶν, οὐκ ἐμπειρικῶν ἐπισκέψασθαι· τὸ μέντοι γνωρίζειν
10. αὐτὰ καὶ διακρίνειν ἀπ’ ἀλλήλων ἀναγκαῖόν ἐστι καὶ τοῖς
11. ἐμπειρικοῖς ἐγνῶσθαι. φαίνονται δ’ ἐν αὐτῷ τούτῳ πρῶτον οἱ
12. περὶ τὸν Σαβῖνον ἐσφαλμένοι, μικρὸν σπασμὸν εἰπόντες εἶναι
13. τὸν τρόμον. ὅλῳ γὰρ τῷ γένει διενήνοχεν ἀλλήλων τὰ πάθη. οὐδὲν
14. διαφέρει καλεῖν ἢ συμπτώματα τὰς βλάβας τῶν ἐνεργειῶν
15. πάθη δέ. οὐ γὰρ διαθέσεις γέ τινες ἐν τοῖς στερεοῖς τοῦ ζώου
16. μορίοις εἰσὶν, ὡς οἴδημα καὶ φλεγμονὴ καὶ σκίῤῥος, ἀλλ’
17. ὥσπερ αἱ ἐνέργειαι κατὰ τὸ γίνεσθαι λαμβάνουσι τὴν ὕπαρξιν,
18. οὐ κατὰ τὸ μονίμως καθ’ ἕξιν ὑπάρχειν, οὕτω καὶ τὰ παθήματα
19. αὐτῶν. ἁπάσης γὰρ κινήσεως ἐν τῷ γίνεσθαι τὸ εἶναι
1. κτωμένης καὶ οὔσης γέ τινος ἐν τοῖς ζώοις προαιρετικῆς
2. κινήσεως, ὥσπερ ἑτέρας ἀπροαιρέτου καὶ φυσικῆς, αἱ
3. βλάβαι τῆς προαιρετικῆς ἐν ταῖς τῶν μυῶν γίνονται κινήσεσιν,
4. ὑφ’ ὧν καὶ τὰς κατὰ φύσιν ἴσμεν ἀποτελουμένας.
5. ἀλλὰ τὸ μὲν κατὰ φύσιν ἐν αὐταῖς ἓν ἁπλοῦν ἐστι, τὸ δὲ
6. παρὰ φύσιν ἐν πρώταις μὲν δύο γίνεται διαφοραῖς, ἤτοι
7. χωρὶς προαιρέσεως ἢ κατὰ προαίρεσιν, ἔστι μὲν οὐ κατὰ
8. φύσιν, διαφέρει δ’ οὐδὲν ἤτοι καθ’ ὁρμὴν εἰπεῖν ἢ κατὰ
9. προαίρεσιν εἴς γε τὸ παρόν. αὐτῶν δὲ τῶν ἄνευ προαιρέσεως
10. γινομένων κινήσεων ἐν τοῖς προαιρετικοῖς πεφυκόσι
11. κινεῖσθαι τὸ μέν τι σπασμὸς ὀνομάζεται, τὸ δὲ παλμὸς,
12. τὸ δὲ ῥῖγος, ἀλλήλων διαφέροντα. καθόλου δὲ περὶ τούτων
13. λέλεκται δι’ ἑνὸς ὅλου βιβλίου· τῆς δὲ κατὰ προαίρεσιν μὲν,
14. οὐ κατὰ φύσιν δὲ κινήσεως γινομένης ἓν εἶδός ἐστιν, ὃ καλεῖται
15. τρόμος, ὑπὲρ οὗ νῦν ἀναγκαῖόν ἐστιν εἰπεῖν,
16. ἐπεὶ καὶ περὶ τῶν ἄλλων ἕνεκα τούτου λέλεκταί τι. γίνεται
17. τοίνυν ὁ τρόμος οὐ μόνον ἐπὶ μυσὶ νοσοῦσί τε καὶ νεύροις, 
1. ἀλλὰ καὶ κατὰ φύσιν ἔχουσιν, ὅταν ὑπὲρ τὴν δύναμίν τις
2. ἐπιχειρήσῃ βάρος ὁτιοῦν ἢ ταῖς χερσὶ βαστάζων ἢ τοῖς
3. ὤμοις ἀναθέμενος. ὁρῶνται γοῦν ἔνιοι τῶν ἰσχυροτάτων
4. νεανίσκων ἐν τῷ βαστάζειν ὑπέρβαρύ τι τρομώδεις τοῖς
5. σκέλεσι γινόμενοι, καὶ μάλισθ’ ὅταν ἀναβαίνειν ἐπιχειρήσωσι
6. κλίμακας. ὅπερ δ’ ἐκείνοις ἐπὶ μεγίστοις ἄχθεσι, τοῦτο
7. γέρουσί τε καὶ τοῖς ἄλλως ἀσθενέσιν ἐπὶ τοῖς ἐλάττοσι γίνεται.
8. βαρέα γὰρ ἤδη καὶ ταῦτα τοῖς ἀσθενέσι. καὶ τοίνυν
9. καὶ πάθη τινὰ ψυχικὰ τρομώδεις ἐργάζεται. λέλεκται
10. γοῦν κἀν τῷ περὶ χυμῶν καὶ παρὰ κρημνὸν παριόντι τὰ
11. σκέλεα τρέμειν, διὰ τὸν φόβον δηλονότι τὸν καταλύοντα τὴν
12. δύναμιν, ὥσπερ εἰ καὶ ἄλλος τις ἔδεισεν ἐπερχόμενον ἰδὼν θηρίον
13. ἢ λῃστὰς ἢ πολεμίους. εἰκότως οὖν ἡμῖν ἀποδέδεικται κατὰ
14. τὸ περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους ὑπόμνημα
15. δι’ ἀῤῥωστίαν δυνάμεως ἀεὶ γίνεσθαι τρόμον. ἐπεὶ
16. δ’ ἐνίοτε μὲν αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἄῤῥωστος, ἐνίοτε δὲ
17. διὰ πάθος ψυχικὸν, ἢ καὶ μηδ’ ὅλως πεπονθυῖα, κατὰ τὸν
18. ἴδιον λόγον ὑπὸ βαρέος φορτίου τοῦτο πάσχει. τρεῖς αὐτοῦ
1. ἔφαμεν εἶναι διαφορὰς τῶν αἰτίων, δυσκρασίαν τῶν
2. προαιρετικῶν ὀργάνων, πάθος ψυχικὸν, βαρῦνον φορτίον.
3. ὅτε οὖν μήτε δείσαντι μήτε βαστάζοντι φορτίον ὁ τρόμος
4. γένηται, δυοῖν θάτερον, ἢ δυσκρασία τῶν ὀργάνων ἐστὶν, ἤ τι
5. βάρος ἐν αὐτῷ τῷ σώματι περὶ τοὺς μῦς ἢ τὰ νεῦρα.
6. παράκειται δέ τις ἀπάτη τῷ λόγῳ, περὶ ἧς εἴρηται κατὰ
7. τὸ περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους ὑπόμνημα.
8. φαίνονται γάρ τινες καὶ ταῖς χερσὶ καὶ τῇ κεφαλῇ
9. τρομώδεις ἄνευ τοῦ προελέσθαι κινεῖν τὰ μόρια
10. καὶ δοκεῖ κατὰ τοῦτο ψευδῶς εἰρῆσθαι προελομένοις ἐνεργεῖν
11. τι γίγνεσθαι. ἀλλ’ ἐὰν ἐννοήσῃ ὡς ἐπὶ προσκεφαλαίου
12. καταθέμενός τις τὸν αὐχένα, παύεται τρέμων τὴν κεφαλὴν,
13. ἀποθέμενός τε τὰς χεῖρας οὐκέτ’ οὐδὲ ταύτας τρέμει, πιστεύσεις
14. ὀρθῶς εἰρῆσθαι τοῖς ἀργοῦσι παντάπασιν ὁτιοῦν,
15. οὐ γίνεσθαι τρόμον ἐν αὐτῷ. ἐὰν δ’ ἐξαίρωσιν ἢ φυλάττωσιν
16. ἐξῃρημένον αὐτὸ, τηνικαῦτα γίνεσθαι τὸ σύμπτωμα.
17. τοσούτου γὰρ δέουσιν ἡσυχάζειν τοῖς μυσὶν οἱ οὕτως ἐνεργοῦντες,
1. ὥστε τοὺς ἀντιτεταγμένους ἀλλήλοις ἅμα κινοῦσιν.
2. οἷον ἐπὶ χειρὸς, ὅσοι τ’ ἐξαίρουσι καὶ ὅσοι κατασπῶσι τὸ
3. μόριον, ἐκτείνουσί τε καὶ κάμπτουσι, καὶ ῥωμαλεωτέρας τῆς
4. δυνάμεώς ἐστι χρεία τοῖς ἐπῃρμένην ἐγγώνιον τὴν χεῖρα
5. φυλάττουσι, τῶν ἐκτεινόντων ἢ καμπτόντων αὐτήν. ὡς μὲν
6. γὰρ ἐκτείνοντες ἑνὶ γένει τῶν μυῶν ἐνεργοῦσι τῷ τοῦτο
7. πεφυκότι δρᾷν, ἀργούντων τηνικαῦτα τῶν καμπτόντων αὐτήν·
8. οἱ δὲ κάμπτοντες ἐνεργοῦσι μὲν τοῖς κάμπτεσθαι
9. πεφυκόσι, ἀργοῦσι δὲ τοῖς ἐκτείνειν δυναμένοις. ἐὰν δ’
10. ἐπάρας τις ἐγγώνιον ὑψηλὴν ἔχῃ τὴν χεῖρα, μήτε κάμπτων
11. μήτε ἐκτείνων, ἰσοσθενῶς ἀμφοτέροις τοῖς μυσὶν ἐνεργεῖ,
12. καθάπερ ἐν τοῖς καλουμένοις τετάνοις. οὐκοῦν ἐλάττονός
13. ἐστιν ἰσχύος χρεία τοῖς ἐπὶ ταὐτοῦ σχήματος ἢ τὸ σκέλος
14. ἢ τὸν τράχηλον ἢ τὴν χεῖρα φυλάττουσιν, ἄνευ τοῦ κατά
15. τινος ἐρηρεῖσθαι στερεοῦ σώματος, ὀχοῦντός τε καὶ βαστάζοντος
16. τὸ κῶλον. ἀλλ’ ὅταν μὲν ὑπερέχῃ πολλῷ τοῦ βάρους
17. τῶν βασταζομένων μορίων ἡ κινοῦσα δύναμις αὐτὰ,
18. ῥᾳδίως μὲν ἐξαίρει, ῥᾳδίως δ’ ἐξῃρμένα φυλάττει. ὅταν
1. δὲ ὑπερέχηται πολλῷ, καθάπερ ἐστὶ τῶν παραλελυμένων,
2. οὐδ’ ὅλως ἐξᾶραι δύναται. ὅταν δ’ ἰσοσθενής πως
3. ὑπάρχῃ, νικᾶται κατὰ μέρος. νικῶσα μὲν ἐπὶ τοῦ αὐτοῦ
4. σχήματος φυλάττει τὴν ἀνατεταμένην χεῖρα, νικωμένη δὲ
5. ὑποῤῥεῖν ἐᾷ κάτω. νόησον δέ μοι τοῦτο γίνεσθαι συνεχῶς
6. οὕτως, ὡς ἅμα μὲν τῷ νικῆσαι ταύτην ἀναφέρειν τὸ κῶλον,
7. εὐθέως νικηθεῖσαν ὑπὸ τοῦ βάρους τῶν ἀναφερομένων, ἐπιτρέπειν
8. αὐτὴν ἀναφέρεσθαι κάτω, ἅμα δ’ αὖ πάλιν τῷ νικᾷν
9. ἐκεῖνα, τὴν δύναμιν ἀντιλαμβανομένην αὐτῶν, αὖθις
10. ἀναφέρειν ἐπιχειρεῖν. εἶτ’ ἐλαχίστῃ ῥοπῇ τῆς ἀμοιβῆς ταύτης
11. γινομένης καὶ τῆς μὲν ἐπὶ τῷ κάτω κειμένης ἀντισπωμένης
12. εὐθέως ἄνω, τῆς δ’ ὑψούσης τὸ κῶλον ἀνθελκομένης
13. κάτω παραχρῆμα, μήτ’ ἀκριβῶς ἄκλονόν τε καὶ ἀῤῥεπὲς
14. φυλάττεσθαι τὸ κῶλον, ἀλλὰ μηδ’ ἀξιολόγους ἔχειν ἐφ’ ἑκάτερα
15. τὰς κινήσεις, ἐν βραχέσι διαστήμασι καὶ χρόνων καὶ
16. τόπων φυλαττομένας. ὁ μὲν δὴ τρόμος τοιαύτη τίς ἐστι
17. κίνησις, ὡς ἐν ὀλίγῳ περιλαβεῖν, ἅ διὰ μακροτέρων εἴρηται
18. κατὰ τὸ προδεδηλωμένον, ὁ δ’ ἐν τῷ νοσώδει ῥίγει γινόμενος
1. κλόνος τῶν μορίων, ἄνευ τε προαιρέσεως ἀποτελεῖται
2. καὶ κατὰ μεγάλα διαστήματα τῶν ἐναντίων κινήσεων ἀλλήλων
3. διαδεχομένων ἅμα ψύξεως αἰσθήσει. παραπλήσιον δ’
4. ἐστί πως τούτῳ πάθει ἄλλο μυῶν τε καὶ νεύρων, ὃ καλεῖται
5. σπασμὸς, ὁμοίας μὲν κατὰ πάντα καὶ διὰ τῶν αὐτῶν
6. ὀργάνων γινομένης ἐν αὐτοῖς τῆς κινήσεως, ἣ κἀν τῷ καθ’
7. ὁρμὴν αὐτὰ κινεῖσθαι γίνεται, διαφερούσης δὲ μόνῳ τῷ
8. μὴ καθ’ ὁρμὴν, ὁπότε σπᾶται, κινεῖσθαι. περὶ δὲ παλμοῦ
9. ἔστι μοι περιττὸν λέγειν ἐνταῦθα, μή πως ἀναγκασθῶ
10. καὶ περὶ σφυγμοῦ λέγειν, τινὰ κοινωνίαν ἔχειν φαινομένου
11. πρὸς παλμόν. ἱκανῶς γὰρ ἤδη μοι καὶ τὰ περὶ τοῦ τρόμου
12. μεμήκυνται παρὰ τὴν ἐμὴν προαίρεσιν ἐν ἐξηγητικῷ βιβλίῳ.
13. τῷ βουλομένῳ δ’ ἀκριβῶς ὑπὲρ ἁπάντων τῶν εἰρημένων
14. συμπτωμάτων ἐκμαθεῖν τῆς τε διαγνώσεως καὶ τῆς γενέσεως
15. ἔξεστιν ἀναγινώσκειν τὸ βιβλίον, ἐν ᾦ τελέως ὑπὲρ ἁπάντων
16. διῆλθον, ἐπεί τοι καὶ περὶ λάρυγγος καὶ περὶ βηχὸς καὶ
17. πταρμοῦ καί τινων ἑτέρων τοιούτων κινήσεων ἐμοὶ μὲν ἐν
18. ταῖς τῶν συμπτωμάτων αἰτίαις διώρισται, τάς τε διαγνώσεις 
1. καὶ τὰς διαφορὰς τῶν κινήσεων καὶ τὰς αἰτίας αὐτῶν
2. ὑφ’ ὧν γίνονται διελθόντι. τοῖς δὲ περὶ τὸν Σαβῖνον ἐν
3. ἅπασι τοῖς τοιούτοις ἢ μεῖζον ἢ μεῖόν τι παρῶπται, ὥστε
4. πάλιν ἑτέρῳ τρόπῳ τοὺς περὶ Κόϊντον καὶ Λύκον ὡς φρονιμωτέρους
5. ἐκείνου ἀποδεκτέον ἐστὶν, ὅτι μηδ’ ἐπεχείρησαν
6. εἰπεῖν τι περὶ τῶν τοιούτων, ἀλλ’ ὡς ἐμπειρικὰς τὰς ἐξηγήσεις
7. ἐποιήσαντο. καίτοι τῶν ἐμπειρικῶν ἔνιοι, καθάπερ
8. ἔφην, ὡς ἐν δράματι τὸ παρακείμενον ὑποκρίνονται
9. πρόσωπον, Ἱπποκράτειον μὲν ἐξηγούμενοι βιβλίον ὡς Ἱπποκράτειοι,
10. τῶν δ’ Ἐρασιστράτου τε καὶ Ἡροφίλου καὶ
11. Ἀσκληπιάδου καὶ τῶν ἄλλων ἐπ’ ἐκείνων ἑκάστου τῆς αἱρέσεως
12. ὄντες. ὅπερ οὖν ἀεὶ λέγων καὶ νῦν εἰπὼν ἐπ’ ἄλλο
13. τι μεταβήσομαι, τὴν ὑπὲρ ἑκάστου διδασκαλίαν ὧν ἐπίστασθαι
14. χρὴ τὸν ἰατρὸν ἰδίᾳ ποιησάμενον, οὕτως ἐπὶ τὰς ἐξηγήσεις
15. ἔρχεσθαι προσήκει τῶν Ἱπποκράτους βιβλίων, τὰ
16. μὲν συμπεράσματα ἀποδεῖξαι καθ’ ἕκαστον αὐτῶν ἀναμιμνήσκοντι,
17. τῶν δ’ ἀποδείξεων αὐτῶν μὴ καταμνημονεύοντι.
18. τοῦτ’ οὖν ἡμεῖς μὲν ἐποιήσαμεν, ἄλλος δ’ οὐδεὶς τῶν γεγραφότων
1. ἐξηγήσεις τῶν Ἱπποκράτους συγγραμμάτων, ἀλλ’ ἥμαρτον
2. ἐν τούτοις ἅπαντες. ἄλλη μὲν γάρ ἐστιν ἡ διδάσκουσα
3. τὰ πράγματα διδασκαλία κατὰ διέξοδον ἀκριβῶς γινομένη,
4. διαφέρουσα δ’ αὐτῆς ἡ κατὰ τὰς ἐξηγήσεις τῶν συγγραμμάτων,
5. οὐ ταὐτὸν ἑκατέρα τὸ προκείμενον ἔχουσα.
6. τῆς μὲν γὰρ κατὰ διέξοδον σκοπός ἐστιν ἀληθείας εὕρεσις,
7. ἐν δὲ ταῖς ἐξηγήσεσι πρόκειται γνῶναι τὴν δόξαν τοῦ παλαιοῦ.
8. προμεμαθηκότα γοῦν ἀκριβῶς ἕκαστα μετὰ ταῦτα
9. χρὴ πρὸς τὰς ἐξηγήσεις ἔρχεσθαι τῶν παλαιῶν συγγραμμάτων,
10. τὸ μὲν πρῶτον ἔχοντα εὑρεῖν τὴν γνώμην τοῦ παλαιοῦ,
11. δεύτερον δ’ ἐπ’ αὐτῇ πότερον ὀρθῶς ἢ οὐκ ὀρθῶς εἴρηται τὰ γεγραμμένα,
12. καὶ τοῦτο ποιεῖν ἀναμιμνήσκοντα τῶν ἀποδεδειγμένων
13. ἐν ταῖς πραγματείαις ὑπὲρ ἑκάστου τῶν κατὰ τὴν ἰατρικὴν
14. θεωρημάτων. ὅσοι δὲ τῶν ἐξηγουμένων ἀπόδειξιν
15. οἷς λέγουσιν ἐπιφέρειν οὐ δύνανται, περιλαλήσαντες τοὺς
16. ἀκροατὰς ὑποστέλλουσι τῇ δόξῃ τοῦ συγγραφέως, ἀξιοῦντες
17. ἃ λέγουσι δι’ ἐκείνων πεστεύεσθαι. καὶ διὰ τοῦτο μεταβαίνουσιν
18. ἀπὸ ῥήσεων ἐπὶ ῥήσεις, οὐδ’ οὖν οὐδὲ ταύτας
1. τι συντελούσας τοῖς προκειμένοις. ὅτι δ’ ἀδύνατόν ἐστι τὰς
2. ἀποδείξεις τῶν ἐπιστημονικῶν λόγων ἐν ταῖς ἐξηγήσεσι γράφειν
3. κᾀξ αὐτῶν τῶν νῦν εἰρημένων ἐστὶ δῆλον. οὐ μόνον
4. γὰρ ἐπὶ Πυθίωνος, ἀλλὰ καὶ πολλῶν ἀῤῥώστων Ἱπποκράτους
5. μεμνημένου τῶν εἰρημένων συμπτωμάτων, εἰ μὲν ἐπὶ
6. πάντων τις ἀναποδείκτως ἀποφαίνοιτο τὰ δόξαντα, διδασκαλίαν
7. οὐδεμίαν ἐπιστημονικὴν ἐνθήσει ταῖς ψυχαῖς τῶν μαθητῶν,
8. εἰ δὲ ἐπὶ τινῶν μὲν ἀῤῥώστων ἐρεῖ τὰς ἀποδείξεις,
9. ἐπὶ τινῶν δὲ σιγήσει, κατὰ μὲν τὸ πρῶτον τῶν ἐπιδημιῶν,
10. εἰ οὕτως ἔτυχεν, εἰπὼν αὐτὰς ἁπάσας, ἐν δὲ ταῖς ἄλλαις
11. ἀναπέμψας εἰς ἐκείνας, τὸ πρὸς ἡμῶν εἰρημένων ἐργάσεται,
12. καθ’ ἓν μέν τι βιβλίον εἰπὼν τὸν τελεώτατον ἅμα ταῖς
13. ἀποδείξεσι λόγον, ἐν δὲ τοῖς ἄλλοις τὰ συμπεράσματα αὐτοῦ
14. γράψας. ἄτοπον δ’ αὐτὸ τοῦτο καθ’ ἑκάτερον ἔσται
15. τρόπον· εἰς μὲν γὰρ τὸ πρῶτον τῶν ἐπιδημιῶν, ἐὰν τοῦτό
16. τις ἐξηγῆται, πρῶτον ἀναγκαῖον ἔσται πεντήκονθ’ ἡμῖν ὑπομνήματα
17. γράψαι, δύο δ’ ἢ ἓν εἰς ἕκαστον τῶν ἄλλων·
18. ὥστε κᾂν προγνωστικόν τις ἢ ἀφορισμοὺς ἀναγνῶναι
1. βούληται, πρότερον ἀναγκαῖον αὐτῷ γίνεσθαι τὰς πεντήκοντα
2. βίβλους ἀναγινώσκειν ἐξηγητικὰς τοῦ πρώτου τῶν
3. ἐπιδημιῶν. οὕτως γοῦν κᾂν ἀπ’ ἄλλου τινὸς ἄρξηταί τις
4. ὑπομνήματα γράφειν, εἰς ἐκεῖνο μὲν γράψαι τὰ πεντήκοντα,
5. τῷ δ’ ἀναγνῶναι τι τῶν ἄλλων βουληθέντι πρότερον ἀναγκαῖον
6. ἔσται τὰ πεντήκοντα ἐκεῖνα βιβλία προαναγνῶναι.
7. καὶ μὴν μικρῷ βέλτιον ἕκαστον τῶν προβλημάτων ἢ θεωρημάτων
8. ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν ἰδίᾳ γεγραμμένον
9. ἔχοντα πρὸς ἐκεῖνο παραγίνεσθαι μόνον, ὅταν βουληθῇ τις
10. ἐπιστημονικῶς διδαχθῆναι περὶ τῶν ἐν αὐτῷ γεγραμμένων.
11. διὰ τοῦτ’ οὖν καὶ ἡμεῖς ὡς περὶ τρόμου καὶ σπασμοῦ καὶ
12. παλμοῦ καὶ ῥίγους, οὕτως καὶ περὶ τῶν ἄλλων ἁπάντων
13. ἰδίᾳ πραγματευσάμενοι τοῖς συμπεράσμασι τῶν ἀποδειχθέντων
14. χρώμεθα κατὰ τὰς ἐξηγήσεις. ἀλλ’ οἵ γε περὶ τὸν Σαβῖνον
15. οὔτ’ ἤδη ἀποδείξαντες ὅπῃ διαφέρει τὰ τέτταρα ταῦτα
16. πάθη, τρόμος καὶ παλμὸς καὶ σπασμὸς καὶ ῥῖγος, οὔτ’
17. ἐνταῦθά τινα λόγον, εἰ καὶ μὴ βεβαίως ἀληθῆ, μηδ’ ἀποδεικτικὸν,
18. ἀλλὰ πιθανὸν εἰπόντες, ἐν ἀρχῇ μὲν ἀπεφήναντο,
1. μικρὸν εἶναι σπασμὸν τὸν τρόμον, ὀλίγον δὲ παρελθόντες
2. εἶδος σπασμοῦ τὸν τρόμον ἔφασαν ὑπάρχειν. ἀλλὰ γὰρ ἕνεκα
3. τοῦ θᾶττον ἀπαλλαγῆναι τῶν παρὰ γνώμην ἐλέγχων εἰς
4. τοὺς μοχθηρῶς ἐξηγησαμένους ὑποκείσθω τὸν τρόμον εἶναι
5. σπασμὸν ἢ εἶδος σπασμοῦ. πῶς οὖν ἐπὶ τοῦ Πυθίωνος
6. ἐγένετο παρ’ αὐτῶν μάθωμεν· ὁ στόμαχος, φησὶν, ἐπεπόνθει
7. ἀνθρώπῳ, κᾀξ ἐκείνου κατὰ συμπάθειαν αἱ χεῖρες
8. ἔτρεμον. οὔτε δ’ ὅτι πάθος ἦν τι περὶ τὸν στόμαχον
9. αὐτῷ τις δεῖξαι δύναται, μηδενός γε συμπτώματος
10. εἰρημένου κατὰ τὴν διήγησιν τῶν συμβάντων τῷ Πυθίωνι,
11. δυναμένου τὴν ἔνδειξιν ἡμῖν ποιήσασθαι τοῦ περὶ τὸν στόμαχον
12. πάθους, οὔθ’ ὅτι κοινωνία τίς ἐστι τῷ στομάχῳ
13. πρὸς τὰς χεῖρας ἔδειξαν. αὐτοὶ γὰρ λέγουσι τὰς κοινωνίας
14. γίνεσθαι τριχῶς, ἢ διὰ γειτνίασιν, ἢ διὰ τὴν κατὰ γένος ἢ
15. ἔργον οἰκειότητα· κατὰ γένος μὲν, ὅταν τὸ νευρῶδες τῷ
16. νευρώδει καὶ τὸ φλεβῶδες τῷ φλεβώδει καὶ τὸ ἀρτηριῶδες τῷ
17. ἀρτηριώδει συμπάσχῃ, κατ’ ἔργον δ’, ὅταν οἱ τιτθοί τε καὶ
18. ὁ θώραξ τοῖς γεννητικοῖς μορίοις. ἀλλ’ οὐδὲ κατὰ μίαν 
1. τούτων τῶν κοινωνιῶν αἱ χεῖρες τῷ στομάχῳ δύνανται συμπάσχειν.
2. οὔτε γὰρ ἔργον τι κοινὸν αὐτῶν ἐστὶν οὔτε κατὰ
3. νεῦρα κοινωνία, δι’ ἣν τὸ νευρῶδες ἐν ταῖς χερσὶ γένος εἰς
4. συμπάθειαν ἀφίξεται στομάχῳ παθόντι. τῷ μὲν γὰρ στομάχῳ
5. παρὰ τῆς ἕκτης τῶν ἀπ’ ἐγκεφάλου συζυγιῶν παραγίνεται
6. νεῦρα, ταῖς δὲ χερσὶν ἀπὸ τῆς κατὰ τὸν ἕκτον
7. καὶ ἕβδομον καὶ ὄγδοον σπόνδυλον χώρας τοῦ νωτιαίου μυελοῦ.
8. εὔλογον οὖν ὅσα παρὰ τῆς ἕκτης συζυγίας νενεύρωται
9. μόρια συμπάσχειν τῷ στομάχῳ, μὴ τὰς χεῖρας. περὶ μὲν
10. δὴ τοῦ τρόμου τοιαῦτα ληροῦσιν οἱ διὰ τὴν τῶν ἀφροδισίων
11. ἀποχὴν ἀθροῖσαι πλῆθος ἡγούμενοι τὸν Πυθίωνα.
12. καίτοι τὰ μὲν ἀφροδίσια, κᾂν εἰ τῷ κενοῦν οὐκ ἐᾷ πληθώραν
13. ὑποτρέφεσθαι, δῶμεν γὰρ αὐτοῖς τοῦτο, τὸν γοῦν
14. στόμαχον ἱκανῶς ἐκλύει, τῆς ἀποχῆς τῶν ἀφροδισίων εὐρωστότατον
15. ἀπεργαζομένης αὐτὸν, εἰ καὶ πλῆθος. ἀθροίζοιτο
16. μοχθηρὸν δ’ ἱκανῶς ἐστὶ καὶ τὸ νομίζειν, εἴ τις ἐγκρατῶς
17. διαιτᾶται, πλῆθος ἀθροίζειν αὐτόν· οὐ γὰρ τούτοις, ἀλλὰ
18. τοῖς ἀργοῦσιν ἐργάζεται πλῆθος. εἰ δ’ ἀπέχοιτό τις ἀφροδισίων,
1. γυμναζόμενος οὕτως ὥσπερ οἵ τ’ ἀθληταὶ καὶ οἱ
2. σκάπτοντες καὶ θερίζοντες ἤ τινα χειρωνακτικὴν τέχνην
3. μετιόντες, οὐκ ἀθροίζουσι πλῆθος. ἀλλ’ ἐκ τοῦ μηδὲν ὧν
4. ἴσασι δύνασθαι σιγῆσαι συμβαίνει τοῖς ὀψιμαθέσιν ἐναντιώτατα
5. λέγειν ἀκαίρως φλυαροῦσι. τίς γὰρ ἦν ἀνάγκη
6. γράφειν Δημόκριτον μὲν εἰρηκέναι μικρὰν ἐπιληψίαν εἶναι
7. τὴν συνουσίαν, Ἐπίκουρον δὲ μηδέποτε μὲν ὠφελεῖν ἀφροδισίων
8. κρίσιν, ἀγαπητὸν δ’ εἰ μὴ βλάψειεν; ἐπὶ γὰρ τῶν
9. ἐξ ἀφροδισίων ἀμέτρων νοσησάντων ἐχρῆν εἰρῆσθαι τοὺς
10. λόγους, οὐκ ἐπὶ τῶν ἐναντίως αὐτοῖς διαιτηθέντων. ἀλλ’
11. ὅμως καὶ ταῦτ’ ἔγραψαν οἱ περὶ τὸν Σαβῖνον, οὐκ αἰσθανόμενοι
12. τῆς ἐναντιολογίας. ἀτοπώτατον δὲ καὶ τὸ παραφρονῆσαι
13. διὰ τὴν τῆς συνουσίας ἀποχὴν τὸν Πυθίωνα· φασὶ
14. γὰρ ὅτι ἀθροισθὲν ἐν τῷ ἐγκεφάλῳ τὸ σπέρμα τῷ πλήθει
15. βαρῦνον αὐτὸν εἰργάσατο τὸ τῆς παραφροσύνης σύμπτωμα,
16. καθάπερ ὀστοῦν εἴωθε θλῖβον ἐπὶ τῶν καταγμάτων
17. τῆς κεφαλῆς ἥ θ’ ἡμετέρα χεὶρ ἐργάζεσθαι παραφροσύνην·
18. ἐν ᾧ πάλιν δείκνυνται μηδ’ ἀνατετρημένῳ τινὶ παραγεγονότες.
1. ὅταν δὲ ἢ τοῖς δακτύλοις ἐπιθλίψῃ τις ἅμα ταῖς μήνιγξι
2. τὸν ἐγκέφαλον ἢ διὰ τῶν καλουμένων μηνιγγοφυλάκων
3. ἢ καὶ πρὸ τῆς ἀνατρήσεως ὀστοῦν ἐμπιεσθὲν θλίβῃ τὰ
4. μόρια ταῦτα, παραφροσύναι μὲν οὐ γίνονται, καταφοραὶ
5. δὲ βαθεῖαι καὶ ἀναισθησίαι συμβαίνουσι, κακουμένων ἰσχυρῶς
6. ἐνίοτε τῶν οὕτω πασχόντων, ὥσπερ ἐν ταῖς ἰσχυραῖς
7. ἀποπληξίαις. ὅταν δὲ καὶ τὰ ποικίλα πτύσματα διὰ τὴν
8. ἐποχὴν τοῦ σπέρματος γεγονέναι, κάλλιστόν ἐστι μηδ’ ἀντιλέγειν
9. αὐτοῖς. ὑβρίζειν γὰρ ἑαυτόν ἐστιν ἐλέγχοντα μετὰ
10. σπουδῆς μηδεμιᾶς σπουδῆς ἄξια. λέλεκται δ’ οὐ ταῦτα
11. μόνον, ἀλλὰ καὶ ἄλλα πολλά γε ὁμοίως αὐτοῖς, ὧν ἓν καὶ
12. τοῦτ’ ἔστι, τὴν εἰς ἕδραν ἀπόστασίν φασι γενέσθαι τῷ
13. Πυθίωνι διὰ τὴν γειτνίασιν τοῦ χωρίου, καθ’
14. ὃ τοῦ σπέρματος ἡ ἀπόκρισις γίνεται, διὰ δὲ τὴν εἰς ἕδραν
15. ἀπόστασιν ἀκολουθῆσαι τὴν στραγγουρίαν. καὶ μέντοι καὶ
16. ἄλλα τινὰ λέγουσιν, ἐξ ὧν ἐγκράτειαν ἀφροδισίων ὑποπτεύσειεν
17. ἄν τις οὔτ’ ὀλίγων οὔτε μικρῶν νοσημάτων αἰτίας
18. γίνεσθαι. καὶ ταῦτα γράφουσιν αὐτοὶ μνημονεύσαντες ἐν
1. τῇ τῶν προκειμένων ἐξηγήσει Δημοκρίτου τε καὶ Ἐπικούρου,
2. μηδέπω μηδὲν ἀγαθὸν ἐξ ἀφροδισίων γίνεσθαι φασκόντων.
3. τὸ δὲ δὴ πάντων σοφώτατον, ὥσπερ ὁ σπασμὸς,
4. φασὶν, ἐπὶ πληρώσει καὶ κενώσει γίνεται, κατὰ τὸν αὐτὸν
5. τρόπον ἕπεσθαι ταῖς λαγνείαις καὶ ταῖς ἐγκρατείαις κοινὰ
6. συμπτώματα, λογισμοῦ τε καὶ νεύρων πασχόντων. ἐξ αὐτῆς
7. οὖν τῆς σοφίας αὐτῶν ὁρμηθέντες ἡμεῖς καὶ πιστεύσαντες
8. ἀληθῆ λέγειν οὐδὲ τοῖς ἀθληταῖς ἐπιτρέψομεν ἀπέχεσθαι
9. συνουσίας, μή πως ἐκ τοῦτο σπασθῶσιν ἢ παραφρονήσωσι·
10. καὶ ταῦτά γε πάντα καὶ πρὸς τούτοις ἔτι τἄλλα
11. ὅσα κατὰ τὴν διήγησιν ἔγραψεν ὁ Ἱπποκράτης γενέσθαι
12. τῷ Πυθίωνί φασιν, ὡς ἀκριβῶς πεπεισμένοι τὴν τῶν
13. ἀφροδισίων ἀποχὴν αὐτῷ προηγήσασθαι τὴν νόσον, καίτοι
14. κατ’ ἀρχὴν εἰπόντες εἰκὸς εἶναι ταῦτα τῷ Πυθίωνι γεγονέναι
15. διὰ τὴν ἀποχὴν τῆς συνουσίας. αὐτοὶ γὰρ ἀποχὴν
16. αὐτὴν ὀνομάζουσιν, ἀλλ’ ὕστερον ἐπιλαθόμενοι τὸ μετρίως
17. ἐν ἀρχῇ λελεγμένον ὑφ’ ἑαυτῶν εἰκὸς καὶ πάντως τούτου
18. γεγενημένου τὸν λόγον ποιοῦνται καίτοι γ’ εἰ παρὰ Γῆς
1. ἱερὸν ὁ Πυθίων ᾤκει, τίς ἀνάγκη τῆς ἀποχῆς αὐτῷ τῶν
2. ἀφροδισίων, μήθ’ ἱερεῖ μήτε προπόλῳ τῆς θεᾶς ὄντι;
3. πάντως γὰρ ἂν ἐπ’ αὐτοῦ τοιοῦτόν τι μᾶλλον ὁ Ἱπποκράτης
4. ἔγραψεν ἢ ὅτι παρὰ Γῆς ἱερὸν ᾤκει. ἀλλ’ εἰ καὶ
5. προπόλος ἢ ἱερεὺς ὑπῆρχεν, οὐκ ἦν ἀναγκαῖον αὐτῷ διὰ
6. παντὸς ἀπέχεσθαι τῶν ἀφροδισίων, ὥσπερ εἰ Ἀρτέμιδος ἢ
7. Ἀθῆνας ἦν ἱερεύς. ἀλλ’ ὅπερ ἔφην ἀρτίως, ἐλέγχειν σπουδῇ
8. τὰ μὴ σπουδῆς ἄξια, τῶν ἀτόπων ἐστί. καὶ τοίνυν ἤδη
9. παυσάμενος τῶν εἰς Πυθίωνα κακῶς εἰρημένων
10. τοῖς ἐξηγηταῖς ἐπὶ τὸν ἑξῆς ἄῤῥωστον Ἑρμοκράτην μεταβὰς
11. κατὰ τὸ συνηθέστερον ἐμαυτῷ τὰς ἐξηγήσεις ποιήσομαι,
12. μὴ πάνυ φροντίζων ὧν ἔνιοι γεγράφασιν οὐκ ὀρθῶς,
13. εἰ μὴ μεγάλη τις ἀνάγκη γένοιτο. πρότερον δὲ περὶ τῶν
14. χαρακτήρων ἐρῶ τι.

15. Οὐκ οἶδ’ ὅπως ἐδυστύχησε καὶ τοῦτο τὸ βιβλίον ὥσπερ
16. καὶ ἄλλα πολλὰ τῶν Ἱπποκράτους, τὰ μὲν ἄλλως διεσκευασμένα, 
1. τὰ δὲ τοῖς ὑπ’ αὐτοῦ γεγραμμένοις παρακείμενόν τι
2. ἔχοντα. βέλτιον δ’ ἦν ἴσως φάναι μὴ τὸ βιβλίον ἐν δυστυχίᾳ
3. γεγονέναι, τοὺς δ’ ἀναγινώσκοντας ἡμᾶς αὐτῷ χρόνον
4. ἀπολλύντας εἰς ἄχρηστον πρᾶγμα. προσγέγραπται γοῦν
5. ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν συμβαινόντων τῷ Πυθίωνι.
6. πρῶτον μὲν ὁ τοῦ π γράμματος χαρακτὴρ ἔχων ὀρθίαν
7. μέσην γραμμὴν, ὡς ἔνιοι γράφουσι τῶν ἐννεακοσίων χαρακτῆρα.
8. μετὰ ταῦτα δ’ ἐφεξῆς γέγραπται τοῦ π γράμματος
9. ὁ χαρακτὴρ οὐδὲν ἔχων ἐν μέσῳ. καὶ μετὰ τοῦτον τοῦ
10. ου καὶ μετ’ ἐκεῖνον τοῦ μ, ὑστάτου δὲ τοῦ υ. ζητεῖν οὖν
11. ἠναγκάσθημεν ὅ τί ποτε σημαίνουσιν χαρακτῆρες οὗτοι,
12. κατὰ τοῦ μηδὲ γινώσκειν ἡμᾶς εἴθ’ Ἱπποκράτους
13. ἦν ἤ τις ἄλλος ὁ γράψας τὰ τοιαῦτα καθ’ ἕκαστον τῶν
14. ἀῤῥώστων. ἀλλὰ καὶ τοῦτο αὐτὸ ζητεῖν ἀναγκασθέντες ἐνοήσαμεν,
15. εἰ μὲν ὥσπερ ἐν τούτῳ βιβλίῳ τοὺς τοιούτους χαρακτήρας
16. εὑρήκαμεν, οὕτω κᾀν τοῖς ἄλλοις ἅπασι τῶν ἐπιδημιῶν
17. ἐφαίνοντο προσγεγραμμένοι τῇ διηγήσει τῶν συμβάντων
18. τοῖς ἀῤῥώστοις, ἴσως ἂν ἦν εὔλογον ὑφ’ Ἱπποκράτους
19. αὐτοὺς προσγεγράφθαι φάναι, μήτε δ’ ἐν τοῖς ἄλλοις βιβλίοις
1. αὐτῶν εὑρισκομένων, ἀλλὰ μηδ’ ἐν αὐτῷ τῷ τρίτῳ
2. διὰ πάντων ὁμαλῶς τῶν ἀντιγράφων, ὑποψία τις εὔλογος
3. εἰσῆλθεν οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἡμῶν ὑπό
4. τινος αὐτοὺς προγεγράφθαι, τάχα μὲν ἐπιτρίβοντος τοῖς
5. μαθηταῖς, ἵν’ ἔχῃ σαφηνίζειν ὥς τι μέγα τὸ καθ’ ἕκαστον
6. αὐτῶν δηλούμενον, ἴσως δέ τινος αὐτῷ μόνῳ πεποιημένου
7. τῆς καθ’ ἕκαστον ἄῤῥωστον ὠφελείας ἐπιτομήν. εὐθὺς γοῦν
8. ἐν αὐτῷ τούτῳ τῷ προγεγραμμένῳ Πυθίωνι τὸ μὲν τὴν
9. διὰ μέσου γραμμὴν ἔχον πι δοκεῖ σημαίνειν πιθανὸν, τὸ
10. δ’ ἑξῆς αὐτῷ πι πλῆθος, ᾦ πάλιν τὸ ου γεγραμμένον ἐφεξῆς
11. οὖρον δοκεῖ σημαίνειν, ὡς ἐξ ἀμφοτέρων δηλοῦσθαι πλῆθος
12. οὔρων. εἶτ’ ἐφεξῆς τὸ μὲν μ τῆς τεσσαρακοστῆς ἡμέρας
13. ἀναμιμνήσκειν ἡμᾶς, τὸ δὲ υ τῆς ὑγείας. ἐξ ἀμφοῖν
14. δὲ τούτων δηλοῦσθαι κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν
15. ὑγιασθῆναι· τὴν δ’ ἐξ ἁπάντων τῶν χαρακτήρων ἀθροιζομένην
16. διάνοιαν γίνεσθαι τοιαύτην, πιθανὸν εἶναι διὰ τὸ
17. πλῆθος τῶν ἐκκριθέντων οὔρων αὐτὸ λυθῆναι τὸ νόσημα
18. καὶ ὑγιῆ γενέσθαι τὸν ἄνθρωπον ἐν τῇ τεσσαρακοστῇ τῶν
1. ἡμερῶν. ὅτι μὲν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται
2. τὰ προσγεγραμμένα κατὰ τοῦτον τὸν τρόπον εἴρηται καὶ
3. πρόσθεν. ἀλλὰ νῦν φημὶ μηδ’ ἐν οἷς εὑρίσκεται, μηδ’ ἐν
4. τούτοις ἅπασι τὸν πρῶτον ἄῤῥωστον ἔχειν τινὰ τοιοῦτον
5. χαρακτῆρα. τὸ δ’ οὖν ἔχον τῶν ἀντιγράφων αὐτοὺς τοὺς
6. ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῆς κατὰ τὸν Πυθίωνα χαρακτῆρας
7. ὡδί πως ἔχει γεγραμμένους, πι π ου μ υ. ὅτι
8. δ’ εὔλογόν ἐστιν ἕκαστον τῶν χαρακτήρων σημαίνειν ὃ διῆλθον
9. ἄρτι μαρτυροῦσιν οἱ τοῖς ἄλλοις ἀῤῥώστοις προσγεγραμμένοι.
10. πανταχόθεν μὲν γὰρ πρόκειται τὸ π τὴν διαμένουσαν
11. γραμμὴν ἔχον. ἐπὶ δὲ τῇ τελευτῇ τοῖς μὲν σωθεῖσιν
12. υ προσγέγραπται, τὴν ὑγείαν σημαῖνον, τοῖς δ’ ἀποθανοῦσι
13. τὸ θ, καὶ τοῦτο δηλονότι τὸν θάνατον ἐνδεικνύμενον.
14. ἐν ἀρχῇ οὖν τῶν μὲν τοιούτων σημαίνειν φαινομένων τὰ
15. λεγόμενα, τῶν δ’ ἐν τῷ μεταξὺ πιθανῶν ὄντων ὡς ἐφαρμόζεσθαι
16. δυναμένων τοῖς ἐπὶ τῶν ἀῤῥώστων ὑφ’ Ἱπποκράτους
17. εἰρημένοις, ἡμῖν μὲν ὁ μάταιος ἆθλος ἐπὶ τοῦ Πυθίωνος
18. ἤνυσται καὶ κατὰ τοὺς ἄλλους ἀνυσθήσεται, τὸν χρόνον
19. εἰκῇ κατατρίβουσιν. οἱ σοφισταὶ δὲ καὶ διὰ καὶ τὴν τοιαύτην
1. ἐξήγησιν ὡς προφῆταί τινες ὑπὸ τῶν μαθητῶν
2. θαυμάζονται.

Cliquer un n° de page pour en afficher l’image