Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 1.5, ed. Kühn, 1828, vol. 17a, p. 528-538. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:1.5


5. Ἑρμοκράτης, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος,
6. πῦρ ἔλαβεν. ἤρξατο δ’ ἀλγέειν κεφαλὴν, ὀσφὺν, ὑποχονδρίου
7. ἔντασις λαπαρῶς, γλῶσσα δ’ ἀρχομένῳ ἀπεκαύθη,
8. κώφωσις αὐτίκα, ὕπνοι οὐκ ἐνῆσαν, διψώδης οὐ λίην,
9. οὔρει παχέα, ἐρυθρὰ κείμενα οὐ καθίστατο. ἀπὸ δὲ
10. κοιλίης ξυγκεκαυμένα οὐκ ὀλίγα διῄει. πέμπτῃ οὔρησε
11. λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο, ἐς νύκτα παρέκρουσε.
12. ἕκτῃ ἰκτηριώδης, πάντα παρωξύνθη, οὐ κατενόει.

14. Οὐδὲν ἐνταῦθα ληρεῖν ἀπέσχοντό τινες τῶν ἐξηγησαμένων
15. τὸ βιβλίον, ἀλλὰ διὰ τοῦτό φασι γεγράφθαι παρὰ τὸ
16. καινὸν, τεῖχος ὅτι νεοκονίατον ὂν ἔβλαψε τὸν ἄνθρωπον.
1. ἕτεροι δὲ τούτοις ἀντιλέγοντες σπουδῇ πειρῶνται δεικνύειν,
2. οὐ διὰ τὴν τίτανον ἐμνημονευκέναι τοῦ καινοῦ τείχους αὐτὸν,
3. ἀλλὰ διότι παρὰ τὸ ἔθος ἀποφραχθέντων τῶν ἀνέμων
4. καὶ τῆς εὐπνοίας τῶν οἰκημάτων ἐν οἷς Ἑρμοκράτης ᾤκει
5. διαφθαρείσης, ἡ νόσος ἐγένετο τῷ ἀνθρώπῳ. περὶ μὲν
6. οὖν τοῦ χωρίου καὶ ταῦθ’ ἱκανὰ, μᾶλλον δ’ ἀληθὲς εἰπεῖν
7. ὅτι περιττά. περὶ δὲ τῶν συμβάντων αὐτῷ σκεπτέον ἐφεξῆς
8. ἀναμιμνησκομένους τῶν ἐν ἑτέροις ἀποδεδειγμένων, ὧν
9. καὶ τόδ’ ἐστὶ, τρία γένη τὰ πρῶτα τῶν πυρετῶν εἶναι, τὸ
10. μέν τι τῶν ἐφημέρων ὀνομαζομένων, τὸ δέ τι τῶν ἑκτικῶν,
11. τὸ δὲ τρίτον οὓς ὀνομάζουσιν ὀξεῖς, ἐπὶ χυμοῖς σηπομένοις
12. γινομένους. ὅτι μὲν ἐκ τοῦ τρίτου γένους τούτων ὁ πυρετὸς
13. ἐγένετο τῷ Ἑρμοκράτει δῆλον εὐθέως ἐκ τοῦ φάναι
14. τὸν Ἱπποκράτην κατὰ τὴν ἀρχὴν τῆς διηγήσεως ἐπ’ αὐτοῦ
15. τὸ, πῦρ ἔλαβεν. ὥσπερ γὰρ ἐφ’ ἑτέρας διηγήσεως ἔγραψεν,
16. ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν, ἐνδείξασθαι βουλόμενος
17. διὰ τοῦ θερμαινόμενος ὀνόματος τὴν μετριότητα τοῦ
18. γενομένου τῷ δειπνήσαντι πυρετοῦ, κατὰ τὸν αὐτὸν τρόπον 
1. νῦν ὠνόμασε πῦρ τὸν ἰσχυρὸν πυρετόν. ἀλλὰ καὶ κεφαλὴν
2. ἀλγέειν ἤρξατο μετὰ κωφώσεως. εὔδηλον οὖν ἐκ τούτων
3. ἐστὶν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθαι πλῆθος χυμῶν. ἐδείχθη
4. δ’ ὅτι τοῖς μὲν ψυχροτέροις καὶ φλεγματικωτέροις ὕπνοι
5. τε καρώδεις ἕπονται καὶ τὰ ληθαργικὰ πάθη, τοῖς δὲ θερμοτέροις
6. ἢ ὅλως δακνώδεσιν ἀγρυπνίαι τε καὶ παραφροσύναι.
7. γενομένης οὖν ἀγρυπνίας αὐτῷ μετά τε κωφώσεως
8. καὶ κεφαλῆς ἀλγήματος καὶ ὀσφύος ὑποπτεύειν εὔλογον ἦν
9. τοὺς πληρώσαντας τὴν κεφαλὴν χυμοὺς δακνωδεστέρους
10. εἶναι. συμβαίνει δ’ ἐπὶ τοῖς τοιούτοις, ὅταν ἅμα
11. πυρετῷ θερμῷ καὶ διακαεῖ βλαβῶσι τὴν κεφαλὴν, ἕπεσθαι
12. παραφροσύνας, ὡς ἔμαθες. ὅταν δὲ καὶ παραμένῃ μέχρι
13. δύο ἢ τριῶν ἢ τεττάρων ἡμερῶν τὰ συμπτώματα, βεβαιότερον
14. ἔτι προγνώσῃ τὴν παραφροσύνην, ὥσπερ ἀμέλει καὶ
15. νῦν ἐπὶ τοῦ Ἑρμοκράτους ἐγένετο. κατὰ γὰρ τὴν
16. τῆς πέμπτης ἡμέρας διήγησιν ἔγραψε παραφρονῆσαι τὸν
17. ἄνθρωπον. ὅτι δ’ ὁ πυρετὸς οἷος εἴρηται ἦν δηλοῖ καὶ
18. τὸ γλώσσης σύμπτωμα. τί γάρ φησι; γλῶσσα δ’ ἀρχομένῳ
19. ἐπεκαύθη. σημαίνει δὲ τοὔνομα τοῦτο, ξηρὰν μὲν αὐτὴν
1. γεγονέναι πάντως, ἐγχωρεῖ δὲ καὶ μέλαιναν· ἐπὶ δὲ τοιαύτῃ
2. γλώττῃ καὶ τοιούτῳ πυρετῷ τὸ μὴ σφοδρῶς διψῆν ἐνδείκνυται
3. δυοῖν θάτερον, ἢ τὴν διάνοιαν βεβλάφθαι τοῦ κάμνοντος
4. ἢ τὴν ἐν τῇ γαστρὶ δύναμιν φυσικὴν, ᾗ πολλαχόσε
5. τῶν σιτίων ὀρεγόμεθα, νεκροῦσθαι. προσκειμένης δὲ τῇ
6. ἐξηγήσει καὶ τοιᾶσδε λέξεως, ὑποχονδρίου ἔντασις λαπαρῶς,
7. ὑποληπτέον ἐν ἥπατι γεγονέναι τὴν ἀρχὴν τῆς πυρετικῆς
8. διαθέσεως. ἐκ μὲν γὰρ τοῦ κατὰ τὸν ἑνικὸν ὀνομαζόμενον
9. ἀριθμὸν εἰπεῖν ὑποχονδρίου δῆλον ὡς θατέρου μόνου καὶ
10. οὐκ ἀμφοτέρων αὐτῶν ἔντασις ἦν. ἐπεὶ δ’ ἀναγκαῖον ἢ τὸ
11. δεξιὸν ἢ τὸ λαιὸν ὑποχόνδριον ἡμᾶς ἀκούειν, εὐλογώτερόν
12. ἐστι τὸ δεξιὸν ἡγεῖσθαι τετάσθαι διὰ τὴν ὑπεροχὴν, ἣν
13. ὑπερέχει θατέρου. τὰ γὰρ τοιαῦτα χωρὶς προσθήκης τε
14. καὶ διορισμῶν λέγουσι. καὶ μέντοι καὶ ὁ τρόπος αὐτὸς
15. τοῦ πυρετοῦ καὶ τῆς γλώττης αὐτῆς ἡ ἐπίκαυσις ἱκανὴ
16. τὴν καθ’ ἧπαρ ἐνδείξασθαι διάθεσιν. ἡ δὲ λαπαρῶς εἰρημένη
17. γεγονέναι κατὰ τὸ ὑποχόνδριον ἔντασις δῆλον μὲν
1. ὅτι τὸ οἷον κενὴ δηλοῖ. τὸ γὰρ κενὸν ἐκ τοῦ λαπαροῦ σημαίνεται,
2. τῷ δ’ ἀντίκειται τὸ μετ’ ὄγκου, καθάπερ τὸ τεταμένον
3. τῷ χαλαρῷ, ὡς εἰ καὶ οὕτω εἶπε, δεξιοῦ ὑποχονδρίου
4. ἔντασις, ὄγκος δ’ οὔ. ἢ τῷ μὴ γεγονέναι μεγάλην
5. τὴν φλεγμονὴν τοῦ ἥπατος ἢ τῷ κατὰ τὰ σιμὰ μόνον, οἷς
6. περιλαμβάνει τὴν γαστέρα, τῶν κυρτῶν οὐδέπω συνεξῃρμένων
7. αὐτοῖς. ἀλλὰ καὶ τὸ τὴν κοιλίαν συγκεκαυμένα διαχωρεῖν
8. ἐνδεικτικόν ἐστι τῆς κατὰ τὸ σπλάγχνον τοῦτο πυρώσεως.
9. εἰ μὲν οὖν ἐπὶ τούτοις οὖρα θανατώδη συνέβη γενέσθαι,
10. τάχιστ’ ἂν ὁ ἄνθρωπος ἀπέθανεν· ἐπεὶ δ’ ὡς τοῖς τοιούτοις
11. ἦν μετρία, δυνατὸν ἄν τις ἐλπίσειεν ἔσεσθαι χρονίσειν
12. αὐτόν. ἀγαθὰ μὲν γὰρ οὖρα κατὰ τὴν εἰρημένην διάθεσιν
13. οὐκ ἂν γένοιτο, τὰ δ’ ἐρυθρὰ χρόνῳ μὲν πολλῷ νοσῆσαι
14. τὸν ἄνθρωπον ἐνδείκνυται πάντως, οὐκ ἐξ ἅπαντος δὲ τεθνήξεσθαι,
15. καθότι κᾀν τοῖς εἰς τὸ προγνωστικὸν καὶ προῤῥητικὸν
16. ὑπομνήμασι κᾀν τοῖς περὶ κρίσεων ἐδείχθη,
17. μεμψαμένοις τὸν γράψαντα τὸ βιβλίον ἐκεῖνο. τὰ γὰρ δι’
18. ἕτερόν τι συμβάντα τοῖς νοσοῦσιν εἰς ἕτερον ἀναφέρων
19. ἁμαρτάνει. λέλεκται δ’ ἡμῖν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς
20. ὑπομνήμασι καὶ τὰ τῆς φρενίτιδος ἴδια σημεῖα καὶ ὡς ἐν
1. τοῖς ὁμολογουμένοις Ἱπποκράτους εἶναι γνησίοις, ὧν ἐστι
2. καὶ τὸ προγνωστικὸν, ἑκάστου τῶν σημείων ἡ δύναμις ἀκριβῶς
3. εἴρηται κατὰ μόνας αὐτῷ. περὶ μὲν οὖν ἐρυθρῶν ἢ
4. ἐξερύθρων οὔρων οὐδὲν εἶπεν, ὑπερύθρου δὲ μνημονεύσας
5. οὔρου καὶ τῶν ἐξερύθρων τὴν δύναμιν ἐνεδείξατο. γράφει
6. δὲ περὶ τῶν ὑπερύθρων οὔρων ἐν τοῖς ὀνόμασιν ὡδί· εἰ
7. δ’ ἔστι τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρος εἴη,
8. πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον
9. δὲ κάρτα. τοῦ τοίνυν ὑπερύθρου σωτηρίου μὲν ὄντος ἐν
10. τοῖς μάλιστα, πολὺ χρονιωτέρου δὲ τῶν προειρημένων, ἃ
11. διὰ ταχέων εἴρηκε τὴν λύσιν ἔχειν τὰ λίαν ἐρυθρὰ, μακρότερον
12. μὲν ἐνδείξεται χρόνον, οὔτε δὲ θάνατον, ὅσον ἐφ’
13. ἑαυτοῖς, οὔτε παραφροσύνην, εἴ γε διὰ ξανθὴν χολὴν
14. ἐν ἐγκεφάλῳ πλεονάζουσαν αἱ παραφροσύναι γίνονται,
15. καθάπερ γε καὶ κατοπτηθείσης αὐτῆς, ὡς εἰς μέλαιναν ἤδη
16. μεταπίπτειν, αἱ μανιώδεις. αἷμα δὲ πλεονάζειν ἀπεπτότερον
17. καὶ ὀῤῥωδέστερον ἐνδείκνυται τὸ ἐρυθρὸν οὖρον, ἐν ταῖς
18. φλεψὶ δηλονότι περιεχόμενον, ὅσαι καθ’ ἧπάρ τ’ εἰσὶ καὶ
1. τὰ μέσα τοῦ σώματος, ὥσπερ καὶ ξανθὴν χολὴν τὰ πυῤῥὰ
2. καὶ μέλανα. πόθεν οὖν ἐπῆλθεν ἄλλοις τισὶ καὶ τοῖς περὶ
3. Λύκον ἀποδέξασθαι τὸν γράψαντα ἐν προῤῥητικῷ· κώφωσις
4. καὶ οὖρα ἐξέρυθρα ἀκατάστατα, ἐναιωρηθέντα, παρακρουστικὸν,
5. τοῖς τοιούτοις ἰκτεροῦσθαι καλόν. ἔοικε μὲν
6. γὰρ ἐκ τῶν ἐνταῦθα γεγραμμένων ἐφ’ Ἑρμοκράτους ὁ γράψας
7. τὸ βιβλίον ἐκεῖνο καθολικόν τι συνθεῖναι θεώρημα·
8. πάμπολυ δ’ ἔσφαλται καὶ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως
9. καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῶν ἐπὶ τοῖς ἀῤῥώστοις
10. ὁρωμένων. ἡ μὲν γὰρ τοῦ πράγματος φύσις ἐνδείκνυται
11. τοὺς ξηροὺς τῇ κράσει καὶ δακνώδεις τῇ ποιότητι χυμοὺς
12. εἰς ἐγκέφαλον ἀνενεχθέντας, αἰτίους ἀγρυπνίας τε καὶ φρενίτιδος
13. γίνεσθαι, καθότι κᾀν τοῖς περὶ τῶν πεπονθότων
14. τόπων ὑπομνήμασιν ἐδείκνυον. Ἱπποκράτης δὲ τοιούτους
15. μὲν οἶδε χυμοὺς, τήν τε τῆς ξανθῆς καὶ μελαίνης χολῆς,
16. ὑγρὸν δὲ καὶ ψυχρὸν τὸν τοῦ φλέγματος, ἀδηκτότατον δὲ
17. καὶ μάλιστα οἰκεῖον ἡμῖν τὸ αἷμα. καὶ μέντοι καὶ ὡς ὀῤῥός 
1. ἐστι τῶν κατὰ τὰς φλέβας χυμῶν τὸ οὖρον αὐτὸς ἡμᾶς ἐδίδαξεν,
2. ὡς εὔλογόν ἐστιν ὅταν αἷμα πλέον ἡμίπεπτον ᾖ, καθαιρόμενον
3. δι’ οὔρων, ἐρυθρὰ ταῦτ’ ἐργάζεσθαι καὶ διὰ τοῦτο
4. χρόνιον μὲν ἔσεσθαι τὸ νόσημα, δεομένου γε τοῦ αἵματος
5. εἰς πέψιν χρόνου πλείονος, εἴπερ ἐκ τῶν χρόνων οἱ πεπασμοὶ,
6. μήτε δ’ ὀλεθρίου ποτὲ τοιούτου νοσήματος ὅσον
7. ἐπὶ τοῖσδε τοῖς οὔροις ἐσομένου μήτε φρενιτικοῦ. ἀλλ’ οὐ
8. χρὴ μηκύνειν ἐνταῦθα, φθανόντων ἡμῶν τὴν ἀτοπίαν τῶν
9. τοιούτων λόγων ἐν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν
10. ἐπιδεδειχέναι. ἐπεὶ δὲ καὶ παχέα δηλοῖ γεγονέναι τὰ οὖρα
11. καὶ μὴ καθιστάμενα, πάντως μὲν δή που τὰ τοιαῦτα τῶν
12. ἀνατεταραγμένων τε καὶ θολερῶν ἐστὶν, ὡς οὗτος εἴωθεν
13. ὀνομάζειν, ἔστι δ’ ἀεὶ τὰ τοιαῦτα ταραχῆς ἀπέπτου δηλωτικὰ,
14. πολὺ τὸ φυσῶδες ἐχούσης πνεῦμα, καθάπερ τὸ γλεῦκος.
15. διὰ τοῦτό γε καὶ κεφαλαλγίαι συμπίπτουσι τοῖς τὰ
16. τοιαῦτα οὐροῦσιν, ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου πνεύματος
17. ἅμα τοῖς θερμοτέροις χυμοῖς, ὑφ’ ὧν εἰκός ἐστι καὶ τὴν
18. ἀγρυπνίαν αὐξηθῆναι καὶ κίνδυνον ἔσεσθαι παραφροσύνης,
19. ἐὰν οἱ χυμοὶ δριμύτητά τινα σχῶσι. ταῦτ’ εὐθέως ἐν ἀρχῇ
1. πάντα τὰ συμπτώματά τε καὶ σημεῖα γεγονέναι τῷ Ἑρμοκράτει
2. διελθὼν ὁ Ἱπποκράτης, εἶτα μηδὲν γράψας περὶ
3. τῶν ἑξῆς ἡμερῶν, ἄχρι τῆς πέμπτης ἐνδείκνυται διαμεμενηκέναι
4. ταῦτα πάντα καὶ τότε πρῶτον αὐτὸς ἄρξασθαι τῆς
5. τῶν ἄλλων διηγήσεως, ὁπότε μεταβολή τις ἐν αὐτοῖς ἐγένετο·
6. κατὰ τὴν πέμπτην γοῦν ἡμέραν φησὶν οὐρῆσαι πολλὰ
7. λεπτά. καὶ τοίνυν μεταβῶμεν ἤδη πρὸς τὴν ἐκείνης διήγησιν.
8. πέμπτῃ οὔρησε λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο,
9. εἰς νύκτα παρέκρουσεν. ὁπότε πρῶτον, ἥ τε τῶν οὔρων ἐξ
10. ἀρχῆς ἐγένετο μεταβολὴ καὶ παρεφρόνησεν ὁ ἄνθρωπος,
11. ἔγραψεν ὁ Ἱπποκράτης, κατὰ τὴν πέμπτην ἡμέραν, ὑπερβὰς,
12. ὡς εἴρηται, τὴν τῆς δευτέρας καὶ τρίτης καὶ τετάρτης διήγησιν,
13. ὡς τῶν αὐτῶν ἐν αὐταῖς συμπτωμάτων μεινάντων,
14. ἀναμνησθῶμεν οὖν περὶ τῶν λεπτῶν οὔρων ὧν εἶπεν ἐν
15. προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν. ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ
16. καὶ ὠμὰ οὐρέουσι πολὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισιν
17. ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ
18. κάτω τῶν φρενῶν χωρία, ὥστε καθ’ ἕτερον τρόπον ἄπεπτον
1. εἶναι σημαίνεται τὸ νόσημα διὰ τῶν λεπτῶν οὔρων,
2. ὥσπερ καὶ διὰ τῶν παχέων, ὁπότε μὴ καθίσταιτο.
3. τὰ γὰρ ἀνατεταραγμένα μὲν, ἀλλ’ ἐν τῷ κεῖσθαι καθιστάμενα,
4. πέψεώς τινος ἀρχὴν ἐνδείκνυται, καὶ μάλισθ’ ὅταν ἐν
5. τάχει καθίστηται. τὰ δὲ μὴ καθιστάμενα πρὸς
6. τῇ φυσώδει ταραχῇ πάχος εἶναι σημαίνει χυμῶν ἀπέπτων.
7. ἐκ μὲν δὴ τούτων ἤδη δῆλόν ἐστι χρονίζειν τὸ νόσημα καὶ
8. μέντοι καὶ κινδυνῶδες εἶναι, διά τε τὴν κακίαν τοῦ πυρετοῦ
9. κἀκ τοῦ παρακροῦσαι τὸν ἄνθρωπον εἰς νύκτα. τὰ δ’
10. ἐφεξῆς ἴδωμεν εἰ τούτοις ἀκόλουθον φαίνεται. ἰκτερώδης,
11. πάντα παρωξύνθη, οὐ κατενόει. διορισμὸς ἐντεῦθέν σοι γινέσθω
12. τῆς κατὰ τὸ ὑποχόνδριον ἐντάσεως ἐφ’ ἥπατι συμβάσης.
13. γίνεται μὲν γάρ ποτε χολῆς ὠχρᾶς ἀνάχυσις ὅλον
14. τὸ σῶμα, λόγῳ κρίσεως, ὡς κᾀν τοῖς εἰς τοὺς ἀφορισμοὺς
15. ὑπομνήμασιν εἴρηται, κατ’ ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον,
16. ἔνθα φησίν· ἴκτερος πρὸ ἑβδόμης κακόν. ἀναμνήσθητι δὲ
17. καὶ ὡς πρὶν πεφθῆναι τὸ νόσημα, πολλάκις ἤκουσας οὔτ’
18. ἄλλην τινὰ ἀπόστασιν γίνεσθαι χρηστῶς οὔτε τὴν ἰκτερώδη.
1. σημαίνει γὰρ ἡ τοιαύτη κωλύεσθαι τὴν χολὴν ἐκκαθαίρεσθαι
2. τοῦ σπλάγχνου καὶ κενοῦσθαι διὰ τῆς γαστρὸς, ἤτοι
3. δι’ ἔμφραξιν ἢ διὰ φλεγμονὴν αὐτοῦ. πεπεμμένου δὲ τοῦ
4. νοσήματος ἐνίοτε κριτικῶς εἰς τὰ κατὰ τὸ δέρμα μόρια τοῦ
5. σώματος ἀποτίθεται τὸ περιττεῦον ἡ φύσις, ἄλλων τέ τινων
6. χυμῶν καὶ τῆς ξανθῆς χολῆς· οὐδὲν γὰρ ἐν τῷ παρόντι
7. διαφέρει ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν. ὅτι δὲ τῆς κατὰ τὸ
8. ἧπαρ διαθέσεως αὐξανομένης ἡ ἰκτερώδης διάθεσις ἐγένετο
9. δηλοῖ καὶ τὸ πάντα παροξυνθῆναι κατὰ τὴν ἕκτην ἡμέραν,
10. ἅμα τῷ μὴ κατανοεῖν τὸν ἄνθρωπον, ὅπερ ἐστὶ
11. καταφρονεῖν.

Cliquer un n° de page pour en afficher l’image