14. Ἑβδόμῃ δυσφόρως, οὖρα λεπτὰ, ὅμοια, ταῖς ἑπομέναις
15. παραπλησίως. περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε
16. κουφισθῆναι.
18. Ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἀρξάμενα χείρω γίνεσθαι
19. τὰ οὖρα παρέμενε φυλάττοντα τὴν κακίαν, ἕως πολλῶν
1. ἡμερῶν. οὐ γὰρ μόνον ἐπὶ τῆς ἑβδόμης, ἀλλὰ καὶ τὰ κατὰ
2. τὰς ἑπομένας ἄχρι τῆς ἑνδεκάτης ἐν τοῖς αὐτοῖς γενέσθαι
3. συμπτώμασί τε καὶ σημείοις τὸν Ἑρμοκράτην φησί· περὶ
4. ἑνδεκάτην ἐόντι ἔδοξε πάντα κουφισθῆναι. καλῶς εἶπεν
5. ἔδοξεν. οὐ γὰρ οἷόν τ’ ἐστὶν ἐπὶ κινδυνωδεστάτοις σημείοις
6. εὐθέως αὐτὸν ἐν ἀμείνονι καταστάσει γενέσθαι, τῆς αὐτῆς
7. ἀπεψίας διαμενούσης τῶν χυμῶν, μετὰ τοῦ μηδὲ κρίσιμον
8. ἐπιφανῆναί τι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ὃ πολλάκις εἴωθεν
9. ἐπιφαίνεσθαι, τῆς φύσεως ἤτοι δι’ αἵματος ἐκκρίσεως
10. ἢ γαστρὸς ἢ ἐμέτων ἢ ἱδρώτων ἢ παρωτίδος ἢ τινὸς ἀποσκήμματος
11. ἐκ τοῦ κινδύνου ῥυσαμένης τὸν ἄνθρωπον. ἐπισκεψώμεθα
12. γοῦν ἐφεξῆς τὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν.