Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 1.7, ed. Kühn, 1828, vol. 17a, p. 539-544. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:1.7


15. Κῶμα ἤρξατο, οὖρα παχέα ὑπέρυθρα, κάτω λεπτὰ,
16. οὐ καθίστατο, ἡσυχῇ κατενόει.

18.
1. Ἒν ὅλον γέγονε βιβλίον ἐξηγουμένοις τὸ σημαινόμενον
2. ἐκ τῆς κῶμα φωνῆς, ἐν ᾧ δείκνυται τὴν εἰς ὕπνον καταφορὰν
3. οὕτως ὀνομάζων Ἱπποκράτης. εἰς ὕπνον δὲ λέγω
4. καταφορὰν, ὅταν ἐγρηγορέναι μὲν ἀδυνατῶσιν οἱ κάμνοντες,
5. οὐκ ἀναπεπταμένους ἔχοντες τοὺς ὀφθαλμοὺς, μύσαντες δ’
6. αὐτοὺς ἤτοι βαθέσιν ὕπνοις ἢ λεπτοῖς ἢ ἀγρυπνίαις συνέχωνται.
7. διὸ καὶ διορισμοῦ δεῖται καὶ πολλῆς συνέσεώς τε
8. καὶ τριβῆς, ἵνα γνῶναι ἐπὶ τίνι διαθέσει κωματώδης ὁ
9. νοσῶν ἐγένετο. πολλάκις μὲν γὰρ ὑγρότητι πολλῇ τοῦ πρώτου
10. αἰσθητικοῦ μορίου, καθ’ ὃ καὶ τὸν ὕπνον ὀρθῶς Ἀριστοτέλης
11. ἔδειξε γινόμενον, ἕπεται κῶμα, καθάπερ ἐνίοις
12. τῶν μεθυσθέντων γίνεται, πολλάκις δὲ διὰ μόνην ψύξιν,
13. ἔστι δ’ ὅτε καὶ δι’ ἄμφω ταῦτα συμπίπτει βαθὺς καὶ κωματώδης
14. ὕπνος, ἀλλὰ καὶ δι’ ἀῤῥωστίαν δυνάμεως ἡ τοιαύτη
15. γίνεται διάθεσις, οὕτως ἤδη νεκρουμένης αὐτῆς, ὡς ἐπῃρμένα
16. τὰ βλέφαρα φυλάττειν μὴ δύνασθαι. καὶ συμβαίνει
17. τοὺς οὕτως ἔχοντας ἐπειδὰν μύωσι τοὺς ὀφθαλμοὺς ἢ μηδ’
18. ὅλως ἢ βραχύ τι κοιμηθέντας, ἀγρυπνεῖ, οὐδὲ τότε διαίρειν
1. τὰ βλέφαρα δυναμένους, ἥντινα διάθεσιν ἀπὸ τῆς γινομένης
2. δι’ ὑγρότητα καὶ ψύξιν οἱ σφυγμοὶ μάλιστα διορίζουσιν,
3. ἀμυδρότατοί τε καὶ βραδεῖς καὶ ἀραιοὶ καὶ σμικροὶ
4. γινόμενοι. καὶ εἴπερ ταύτην τὴν θεωρίαν Ἱπποκράτης ἐξηγησάμενος
5. παραπλησίως ταῖς ἄλλαις ἐγεγράφει τὸ τῶν
6. σφυγμῶν εἶδος ἐπὶ τῶν καμνόντων, ἀκριβέστερον οὕτω καὶ
7. ἡμεῖς τῶν συμβαινόντων αὐτοῖς διαθέσεων εἴχομεν τὴν γνῶσιν·
8. ἐπεὶ δὲ παρέλιπεν αὐτὴν, ὥσπερ ἔνιοι τὴν τῶν οὔρων,
9. ἐξ ὧν ἔγραψεν, ἐκ τούτων χρὴ τεκμαίρεσθαι περὶ τῶν ἀῤῥώστων.
10. φλεγματώδη μὲν οὖν χυμὸν ἐπὶ τὸν ἐγκέφαλον
11. ἀφικέσθαι κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ εὔλογον ἐν νοσήματι
12. ξηρῷ καὶ θερμῷ καὶ τὴν ἀρχὴν εὐθέως εἰσβάλλοντι.
13. καὶ γὰρ ἡ τῆς γλώττης ἔγκαυσις ἥ τ’ ἀγρυπνία καὶ ὁ
14. πυρετὸς ἰσχυρὸς ὢν, ἥ τε κατὰ τὴν ἕκτην ἡμέραν ἰκτερώδης
15. ἀνάχυσις, τά τε διαχωρήματα συγκεκαυμένα πυρώδη
16. τὴν ἐν ὅλῳ τῷ σώματι διάθεσιν εἶναι δηλοῖ. σὺν τῷ καὶ
17. εἴ τι πλῆθος ἤθροιστο χυμοῦ ἐν ἥπατι μόνῳ καὶ κατὰ τὰς
18. ἐνταῦθα φλέβας, οὐ καθ’ ὅλον τὸ σῶμα περιέχεσθαι τοῦτο,
1. δηλωθὲν εὐθέως ἐν ἀρχῇ διὰ τοῦ τῶν οὔρων πάχους. ὑπολείπεται
2. τοίνυν ἤτοι ψύξις σφοδρὰ κατὰ τὸν ἐγκέφαλον, ἢ
3. ἀῤῥωστία δυνάμεως αἰτία τοῦ κώματος τῷ Ἑρμοκράτει
4. γεγονέναι κατὰ τὴν ἑνδεκάτην ἡμέραν· ὁπότερον δ’ ἂν ᾖ
5. τούτων, ἐσχάτως ἐστὶν ὀλέθριον. ἀνίατοι γὰρ ἐδείχθησαν
6. αἱ τοιαῦται ψύξεις, ὅταν ἀκολουθήσωσι θερμοῖς καὶ ξηροῖς
7. νοσήμασιν. εἰκότως οὖν ἔγραψεν ὁ Ἱπποκράτης, ἔδοξε πάντα
8. κουφισθῆναι. χαλεπωτάτου γὰρ σημείου τοῦ κατὰ τὸ
9. κῶμα λαβόντος ἀρχὴν ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας,
10. ἀδύνατον ἦν ἀναλαμβάνειν τὸ σῶμα τηνικαῦτα τὴν ὑγιεινὴν
11. ἕξιν. οὐ μὴν οὐδὲ μέση τίς ἐστιν ἐν τοῖς τοιούτοις διάθεσις,
12. ἀλλ’ ἐὰν ἐκπέσῃ τῆς ὑγιεινῆς καταστάσεως ἡ τοιαύτη
13. τοῦ πυρετοῦ ἰδέα, πρὸς τὴν ἐναντίαν ἀφικνεῖται τὴν ὀλεθρίαν,
14. ἐν ᾗ σβέννυται τὸ ἔμφυτον θερμόν. τοῦ τοίνυν κώματος
15. οὕτως ὀλεθρίου συμπτώματος ἐπὶ τῆς ἑνδεκάτης
16. ἡμέρας γενομένου προσχῶμεν τοῖς οὔροις· εἰ μὲν γὰρ ὀλέθρια
17. καὶ αὐτὰ φαίνοιτο, διὰ ταχέων δηλώσει τεθνήξεσθαι
18. τὸν ἄνθρωπον, εἰ δὲ μέτρια, εἰς χρόνον ἐκταθήσεσθαι
19. πλέονα. τὰ μὲν γὰρ ἄριστα τῶν οὔρων ἐν τῇ τοιαύτῃ διαθέσει
1. ἀδύνατον γενέσθαι. τίνα δὲ λέγει περὶ αὐτῶν ἀκούσωμεν.
2. οὖρα; φησὶ, παχύτερα· συνάπτουσι δ’ ἐνταῦθά τινες
3. μετὰ τὸ κῶμα τὸ ἔμπροσθεν εἰρημένον, ἤρξατο, τοῖς οὔροις
4. προστισθέντες· ἐν γὰρ τῷ μεταξὺ τεταγμένον αὐτὸ
5. τοῦ τε κώματος καὶ τῶν οὔρων ἔνεστιν ὁποτέρῳ τις βούλεται
6. προσνέμειν, ὡς γενέσθαι τὴν ἀνάγνωσιν διττὴν, μίαν
7. μὲν τοιαύτην, κῶμα ἤρξατο, μίαν δ’ ἄλλην τοιάνδε, ἤρξατο
8. δ’ οὐρεῖν παχύτερα. καὶ γὰρ προστιθέασι τῷ οὔρει ῥήματι
9. κατὰ τὴν ὁριστικὴν καλουμένην ἔγκλισιν εἰρημένῳ τὸ ν
10. γράμμα καὶ γράφουσιν οὐρεῖν μετὰ τοῦ ν κατὰ τὴν ἀπαρέμφατον
11. καλουμένην, ἵνα τῷ ἤρξατο σύμφωνος ἡ γραφὴ
12. γένηται. πιθανώτερον δ’ ἐστὶ τῷ κῶμα ῥήματι τὸ ἤρξατο
13. προσκεῖσθαι, νῦν αὐτοῦ πρώτου ἀρξαμένου· τὰ δ’ οὖρα
14. παχέα κατ’ ἀρχὰς εὐθὺς ἦν, ἐν γὰρ τῇ τῶν πρώτων ἡμερῶν
15. διηγήσει γέγραπται κατὰ τήνδε τὴν λέξιν. οὔρει
16. παχέα ἐρυθρὰ κείμενα οὐ καθίστατο, ὡς οὐκ ἐνδέχεται
17. λέγειν αὐτὸν, τὰ οὖρα γενέσθαι παχέα μέχρι τῆς πέμπτης
18. ἡμέρας ἀπ’ ἀρχῆς τοιαῦτα γεγονότα· κατὰ γὰρ τὴν πέμπτην
1. μεταπεσόντα λεπτά φησιν αὐτὰ γεγονέναι, κᾄπειτα καὶ
2. κατὰ τὴν ἑβδόμην, ὡς τοιούτων ὄντων αὐτῶν, ἐμνημόνευσε.
3. κατὰ τὴν ἑνδεκάτην οὖν εἰκότως εἶπεν, οὔρει παχύτατα,
4. παραβαλὼν αὐτὰ τοῖς ἀπὸ τῆς πέμπτης ἡμέρας ἕως ταύτης
5. γινομένοις λεπτοῖς, ἀλλὰ καὶ ὑπέρυθρά φησιν αὐτὰ
6. γενέσθαι καὶ κάτω μικρὰ σχεῖν ὑφιστάμενα. μέσα τοίνυν
7. φαίνεται τὰ οὖρα γεγονέναι τῶν τ’ ἀγαθῶν καὶ τῶν ὀλεθρίων.
8. τὸ δ’ ἐπὶ τελευτῇ λεγόμενον αὐτῷ διττῶς ἀναγινώσκουσιν·
9. ἔνιοι μὲν οὕτως, οὐ καθίσταντο ἡσυχῇ, προστιθέντες
10. τὸ ἡσυχῇ τοῖς μὴ καθισταμένοις οὔροις, ἔνιοι δ’
11. οὕτως, καθίσταντο· καὶ πάλιν ἀφ’ ἑτέρας ἀρχῆς, ἡσυχῇ
12. κατενόει, καὶ φαίνεται τοῦτο μᾶλλον ἔχειν διάνοιαν. τὸ
13. γὰρ ἡσυχῇ καὶ προειρημένου μὲν τοῦ καθίστασθαι τὰ
14. οὖρα συνήθως οὕτω λέγουσιν οἱ Ἕλληνες· ἐπὶ δὲ τῶν
15. μὴ καθισταμένων οὐ πάνυ τι προστιθέασι τὰ τοιαῦτα
16. τῶν ὀνομάτων. τὰ μὲν οὖν κατὰ τὴν ἑνδεκάτην γινόμενα
17. σημεῖα καὶ συμπτώματα ταῦτ’ ἐστίν. ἴδωμεν δ’ ἐφεξῆς
18. ἃ περὶ τῆς τεσσαρεσκαιδεκάτης ἔγραψε.

Cliquer un n° de page pour en afficher l’image