Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 1.8, ed. Kühn, 1828, vol. 17a, p. 545-550. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:1.8


2. Τεσσαρεσκαιδεκάτῃ ἀπύρετος, οὐχ ἵδρωσεν, ἐκοιμήθη,
3. κατενόει πάντα, οὖρα παραπλήσια.

5. Μάτην δόξει κεῖσθαι τὸ οὐχ ἵδρωσεν, ὅμοιον τῷ οὐχ
6. ᾑμοῤῥάγησεν, οὐκ ἤμεσεν, οὐ παρωτίδας ἔσχεν. ἀλλ’ ὥσπερ
7. ὀλίγῳ πρόσθεν ἔφη, περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε
8. κουφισθῆναι, δυνάμενος μὲν εἰπεῖν ἁπλῶς ἐκουφίσθη πάντα,
9. προσθεὶς δὲ τὸ ἔδοξεν ἕνεκα τοῦ τῶν ἐν ἑτέροις αὐτῷ
10. γεγραμμένων ἀναμιμνήσκειν, ἐν τοῖς μὴ κατὰ λόγον κουφίζουσιν
11. οὐ δεῖ πιστεύειν, οὕτω καὶ νῦν οὐκ ὤκνησεν ἐκ περιττοῦ
12. προσθεῖναι τὸ οὐχ ἵδρωσεν, ἀναμνήσεως ἕνεκεν τοῦ
13. κατὰ τὴν ῥᾳστώνην ἀπίστου. τὸ γὰρ ἐνδεχόμενον ἐν τῇ
14. τεσσαρεσκαιδεκάτῃ τῶν ἡμερῶν εἴπερ ἐγένετο, ἔσωσεν ἂν τὸν
15. ἄνθρωπον. ἐκ γοῦν τοῦ μὴ γενέσθαι τῆς κακοηθείας τοῦ
16. νοσήματος ἀνέμνησεν ἡμᾶς. ἀγνοοῦνται δὲ πολλοῖς τῶν ἰατρῶν
17. αἱ τοιαῦται διαθέσεις, καὶ χαίρουσιν ἐπὶ τοῖς ἄμεινον
18. ἔχειν δόξασιν, κᾂν ἐπ’ ὀλεθρίοις τοῖς ἔμπροσθεν σημείοις τε
1. καὶ συμπτώμασι τοῦτο γενέσθαι συμβῇ, μὴ γινώσκοντες ὡς
2. νεκρουμένης τῆς φύσεως καὶ σβεννυμένου τοῦ ἐμφύτου θερμοῦ
3. τὰς τοιαύτας διαθέσεις συμβαίνει γίνεσθαι, παραπλησίως
4. τοῖς εἰς ὄγκον αἰρομένοις μορίοις ἐκ κακοήθους ῥεύματος,
5. ὅταν ἡ φύσις ἀῤῥωστοῦσα μηδ’ ὅλως ἐπιχειρῇ τῇ
6. πέψει τοῦ τὸν ὄγκον ἐργασαμένου χυμοῦ. περὶ γὰρ τὰς
7. γενέσεις τοῦ πύου, φησὶν, οἵ τε πόνοι καὶ οἱ πυρετοὶ γίνονται,
8. μεταβαλλομένων ὑπὸ τῆς ἐμφύτου θερμασίας τῶν
9. τὸν ὄγκον ἐργασαμένων χυμῶν ὅταν οὖν αὕτη μηκέτ’ ἐγχειρῇ
10. τῇ πέψει δι’ ἀῤῥωστίαν, οὔτε πονοῦσιν οὔτε πυρέττουσιν,
11. εἰ μὴ πάνυ μικρόν. ἐπὶ μὲν οὖν τοῖς ἐκπυήσασιν ἐκκριθέντος
12. τοῦ πύου σῶον φυλάττεται τὸ μόριον εἰς ὃ τὸ ῥεῦμα
13. κατέσκηψεν· ἐφ’ ὧν δ’ οὔτ’ ἐκπύησις οὔτ’ ὀδύνη τις
14. ἀξιόλογος οὔτε πυρετὸς γίνεται, σήπεται τὸ μόριον, ὡς
15. ἀναγκαῖον ἡμῖν γενέσθαι παντελῶς ἐκκόψαι ποτ’ αὐτό. παραπλήσιόν
16. τι συμβαίνει τούτῳ κἀπὶ τῶν ἀσήμως τε καὶ
17. ἀλόγως ἀπυρέτων γενομένων ἐπὶ θανατώδεσι σημείοις. ὅτι
18. δὲ τοιαύτη διάθεσις ἦν τῷ Ἑρμοκράτει καὶ τὰ τοῦ γενομένου
1. κώματος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας ἐδήλου. τὸ γὰρ
2. ἅμα πυρετῷ διακαεῖ καὶ χυμὸν ἔχοντι δηλονότι δακνώδη
3. καὶ δριμὺν ἐξαίφνης σύμπτωμα σχεῖν, ὑγροῖς καὶ ψυχροῖς
4. καὶ ἀδήκτοις ἑπόμενον χυμοῖς, ἐνδεικτικόν ἐστιν οὐ τοῦ πεπαῦσθαι
5. τὴν ἔμπροσθεν διάθεσιν, οὐδενός γε κρισίμου γεγονότος,
6. ἀλλὰ τοῦ νεκροῦσθαί τε καὶ σβέννυσθαι τὴν ἔμφυτον
7. θερμασίαν. εἴρηται μὲν οὖν ἐπὶ πλέον περὶ τούτων
8. ἐν ἑτέροις, ἀλλὰ καὶ νῦν ἐν κεφαλαίοις ἅπαξ ἀρκείτω λελέχθαι
9. περὶ τῶν ἀλόγως ἐπὶ χαλεποῖς νοσήμασιν ἀπυρέτων
10. γενομένων. ὅσῳ γὰρ ἂν ὀλεθριωτέρων προηγησαμένων σημείων
11. ἄμεινον ἔχειν δόξωσι, τοσούτῳ τὴν νόσον ὀλεθριωτέραν
12. ἔχουσιν. εἰ δ’, ὡς οἱ περὶ τὸν Σαβῖνον εἰρήκασι, λοχοῦντος
13. τοῦ νοσήματος, ὥσπερ θηρίου τινὸς ἢ ἀνθρώπου
14. πονηροῦ, διάνοιαν γὰρ ἔχοντός ἐστι ζώου τὸ λοχεῖν, ἐξαίφνης
15. ἐπιθῆται λάθρα, μὴ προσδοκῶσι τοῖς ἐνεδρευομένοις
16. ὑπ’ αὐτοῦ. ἀλλὰ τὰ μὲν οὕτως εἰρημένα προσηκόντως ἄν
17. τις ὀνομάσαι περιλάλησιν. οὐδὲν γὰρ εἰπόντες ἐπιστημονικὸν,
18. ἀλλὰ περιλαλήσαντες μόνον, οἴονται τὸ προκείμενον ἀποδεδειχέναι,
1. διὰ παραδείγματος οὐδὲν οὐδὲ τοῖς παραβαλλομένοις
2. ὅμοιον ἔχοντός τι. καταλιπόντες οὖν αὐτοὺς αὐτοὶ
3. συμπληρώσωμεν ἤδη τὰ προκείμενα. καί μοι πρόσεχε τὸν
4. νοῦν ἀκριβῶς ἐνταῦθα καὶ μὴ θαύμαζε πῶς ἐγὼ
5. πολλάκις ὀλεθρίως εἰπὼν ἔχειν τινὰ μεταξὺ καλῶς αὐτοῦ
6. σχόντος ἐξαίφνης, ὡς καὶ λούσασθαι, καταγελώμενος οὐ
7. μόνον ὑπὸ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν, ἐμμείνας τῇ
8. προῤῥήσει, μετὰ ταῦτ’ ὑποστρέψαντος εἰς τὸ νόσημα τοῦ
9. δόξαντος ἐσχηκέναι καλῶς, εἶτ’ ἀποθανόντος, ἐκ μαντικῆς
10. ἐνομίσθην, οὐκ ἰατρικῆς θεωρίας, προειρηκέναι, καὶ ταῦτα
11. τῶν θαυμαστῶν τούτων ἰατρῶν οὐδαμόθι γεγράφθαι λεγόντων
12. αὐτά. πόθεν οὖν ὅτι κατὰ τὴν ἑνδεκάτην ἡμέραν
13. ἢ τεθνήξεσθαί τινας ἢ κριθήσεσθαι προεῖπον ἔστι μοι
14. κᾀν τοῖς περὶ κρισίμων αὐτάρκως γεγραμμένα τὰ περὶ τῶν
15. τοιούτων προῤῥήσεων, ἔστι δὲ κᾀν τοῖς περὶ κρισίμων· καὶ
16. πάντων αὐτῶν ἡγεμών ἐστιν ὁ θαυμάσιος Ἱπποκράτης.
17. ἀλλὰ τὰ μὲν ἄλλα διά τε τῶν εἰρημένων ἄρτι βιβλίων ἐξείργασμαι
18. καί τινων ἑτέρων. ἐν δὲ τῷ παρόντι τοῖς ἀνεγνωκόσιν
1. ἐκεῖνα σαφῆ τὸν περὶ τῶν ἐνεστώτων ἀπεργάσομαι
2. λόγον. ἐπὶ μὲν γὰρ τῆς ἑνδεκάτης ἡμέρας ἔδοξεν ὁ Ἑρμοκράτης
3. κεκουφίσθαι, τῇ τεσσαρεσκαιδεκάτῃ ἀπηλλάχθαι τελέως·
4. ὡρισμένου δ’ ἤδη καὶ προεγνωσμένου τοῦ πάντως
5. ὑποστρέψαι τε καὶ τεθνήξεσθαι τὴν ἑπτακαιδεκάτην ἡμέραν
6. ἀκόλουθον ἦν τοῖς κατὰ τὴν ἑνδεκάτην καὶ τεσσαρεσκαιδεκάτην
7. γενομένοις ἐνεγκεῖν τὴν ὑποστροφὴν, ὡς ἂν κατὰ
8. κρισίμους ἡμέρας τῆς τοῦ νοσήματος μεταβολῆς γενομένης.
9. ἐμάθομεν γὰρ ἔν τε τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς
10. τὰς κατὰ τετράδα περιόδους τῶν ἡμερῶν εἰς τὴν εἰκοστὴν,
11. οὐ τὴν εἰκοστὴν πρώτην ἀφικνεῖσθαι, καὶ διὰ τοῦτο τὴν
12. μὲν ια΄ τῆς ιδ΄ ἐπίδηλον εἶναι, τὴν δὲ ιζ΄ τῆς κ. ὑποστρέψαι
13. μὲν οὖν τῷ Ἑρμοκράτει εὐλογώτατον τὸ νόσημα κατὰ
14. τὴν ιζ΄ ἡμέραν, ἀκολουθῆσαι δὲ κατὰ τὴν κ΄ ἑτέραν μεταβολήν.
15. οὐ μὴν ἤδη γέ πω δῆλον ἡμῖν τοῖς ἀναγινώσκουσι
16. τὰ γεγραμμένα πρὸς Ἱπποκράτους ὁποία τις ἡ κατὰ τὴν
17. εἰκοστὴν ἡμέραν ἔσοιτο μεταβολὴ, διὰ τὸ μήτε τὴν δύναμιν
18. ὅπως εἶχε τοῦ κάμνοντος ἐπίστασθαι μήτε τὸ βεβαιότατον 
1. αὐτῆς σημεῖον ὑπ’ αὐτοῦ γεγράφθαι. σὺν μὲν γὰρ τῇ τούτων
2. γνώσει ῥᾷστον ἦν εἰπεῖν, εἴτε κατὰ τὴν εἰκοστὴν
3. ἡμέραν ὁ κάμνων ἕξει τὴν τελευτὴν εἴτε καὶ εἰς πλείονας
4. ἐκταθήσεται τὸ νόσημα. μὴ γινωσκομένων δ’ ἐκείνων
5. ἄδηλον. ἀκούσωμεν οὖν ὧν περὶ τῆς ἑπτακαιδεκάτης καὶ
6. ὧν περὶ τῆς εἰκοστῆς εἶπεν αὐτός.

Cliquer un n° de page pour en afficher l’image