2. Ἐν Θάσῳ Φιλίστης κεφαλὴν ἐπόνει χρόνον πολὺν καί ποτε
3. καὶ ὑποκαρωθεὶς κατεκλίθη. ἐκ δὲ πότων, πυρετῶν
4. συνεχῶν γενομένων ὁ πόνος παρωξύνθη νυκτὸς, ἐπεθερμάνθη
5. τὸ πρῶτον. τῇ πρώτῃ ἤμεσε χολώδεα ὀλίγα, ξανθὰ
6. πρῶτα, μετὰ δὲ ταῦτα ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης
7. κόπρανα διῆλθε, νύκτα δυσφόρως. δευτέρῃ κώφωσις,
8. πυρετὸς ὀξὺς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς
9. τὰ ἔσω, οὖρα λεπτὰ διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς
10. μικρὸν, ἐξεμάνη περὶ μέσον ἡμέρης, τρίτῃ δυσφόρως, τετάρτῃ
11. σπασμοὶ, παρωξύνθη πάντα, πέμπτῃ πρωῒ
12. ἀπέθανεν.
14. Ὡς μεμνημένοις ὦν εἴς τε τὸ προγνωστικὸν
15. ἐξηγησάμην καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ προῤῥητικὸν, ἔτι τε
16. τὸ πρῶτον καὶ δεύτερον τῶν ἐπιδημιῶν, οὕτω ποιήσομαι
17. τὸν λόγον, ὑπὲρ τοῦ μὴ μακρολογεῖν. ὀρθοστάδην οὗτος ὁ
1. ἄνθρωπος ἐνόσει κεφαλὴν ἀλγῶν, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ
2. γεγραμμένος. ἀλλ’ ἐπὶ τούτου μὲν οὐ σμικρὸν προσέθηκε
3. σύμπτωμα τὸ καρωθῆναι ποτ’ αὐτὸν, ἐπ’ ἐκείνου δὲ προσέθηκε
4. καὶ τὴν ἀρχὴν τῆς νόσου τούτῳ μὲν ἐξ ἁμαρτήματος
5. μεγάλου φησὶ γεγονέναι. πεπονθυίας γὰρ ἰσχυρῶς κεφαλῆς
6. μέγιστόν ἐστι κακὸν οἴνου πόσις δαψιλής. ἐπ’ ἐκείνου δὲ
7. ἐκ προφάσεώς φησιν ἄρξασθαι τὴν νόσον, ὥστ’ ἐπ’ ἐκείνου
8. μὲν οὐδέπω τὸν ἐγκέφαλον ἡγεῖται πεπονθέναι, μόνης δὲ
9. τῆς ἐν τῇ κεφαλῇ πλεονεξίας τῶν χυμῶν εἶναι τὰ συμπτώματα.
10. τῷ Φιλίστῃ δὲ τούτῳ καὶ αὐτὸν ἐν τῷ χρόνῳ τὸν
11. ἐγκέφαλον ἐν διαθέσει γεγονέναι μοχθηρᾷ. προσγενομένης
12. δὲ τῆς ἐν τῷ πότῳ βλάβης οὕτως μέγα καὶ ἰσχυρὸν ἀπειργάσατο
13. πάθος, ὡς ἀποκτεῖναι πεμπταῖον αὐτόν. ὅσα δὲ
14. κατὰ τὰς ἡμέρας ταύτας ὁ Ἱπποκράτης ἔγραψε γενέσθαι
15. συμπτώματα τῷ Φιλίστῃ, τὰ μὲν τῆς κατὰ τὴν νόσον ὀξύτητός
16. ἐστιν, ὡς εἰ καὶ μηδὲν ἐγκέφαλος ἐβέβλαπτο, τὰ δὲ
17. αὐτοῦ τοῦ ἐγκεφάλου. τῆς μὲν οὖν κατὰ τὴν νόσον ὀξύτητος
18. τά τε κατὰ τοὺς ἐμέτους ἐστὶ συμπτώματα καὶ τῶν
1. οὔρων ἡ ποιότης· αὐτοῦ δὲ τοῦ ἐγκεφάλου ἥ τε κώφωσις
2. καὶ ὁ σπασμὸς καὶ τὸ ἐκμανῆναι. τὸ δ’ οὕτως εἰρημένον
3. ὑπὸ τοῦ συγγραφέως ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν
4. εἰς τὸ εἴσω· γίνεται μὲν ὅταν ὑπὸ τοῦ διαφράγματος ἕλκηται
5. τὰ κατ’ αὐτό. τὸ διάφραγμα δ’ αὐτὸ τείνεται ποτὲ
6. μὲν πλευρίτιδι διὰ τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ τὰς πλευρὰς
7. ὑπεζωκότος ὑμένος, ποτὲ δὲ διὰ τὴν ἀρχὴν τῶν νεύρων
8. ἀνασπῶσαν ἐφ’ ἑαυτὴν τὰ καθήκοντα πρὸς τὸ διάφραγμα
9. νεῦρα, διὰ φλεγμονὴν ἰδίαν. ἀλλὰ νῦν γε τῶν εἰρημένων τριῶν
10. εὐλογώτερόν ἐστι διὰ τὴν τῶν νεύρων τάσιν ἀνασπώμενον
11. αὐτὸ ἀνεσπακέναι τὸ ὑποχόνδριον· ὡς τὰ πολλὰ μὲν οὖν
12. καὶ ἄμφω τὰ ὑποχόνδρια κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω
13. γίνεται. συμβαίνει δ’ ἐνίοις καὶ τὸ ἕτερον μόνον, ὅταν καὶ
14. τὸ τῆς ἀρχῆς τῶν νεύρων, τὸ μὲν ἕτερον μέρος ἰσχυρῶς ᾖ
15. πεπονθὸς, τὸ δ’ ἕτερον ἢ μηδ’ ὅλως ἢ μετρίως.