2. Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ ποτοῦ πῦρ ἔλαβεν
3. αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο,
4. κοιλίη ταραχώδης ἐπὶ λεπτοῖσιν ὑποχολώδεσι. τρίτῃ πυρετὸς
5. ὀξὺς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω,
6. μετ’ ὀλίγον δὲ ῥῖγος, σπασμοὶ, πάντα παρέκρουσε, νύκτα
7. δυσφόρως. τετάρτῃ δι’ ἡσυχίης μικρὰ ἐκοιμήθη, παρέλεγε·
8. πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη ληρός·
9. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη· ἕκτῃ διὰ τῶν αὐτῶν·
10. ἑβδόμῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκρίθη,
11. τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα
12. ὀλίγα, ἄκρητα, οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον
13. ἔχοντα· περὶ δ’ ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα
14. ὑπόστασιν λευκὴν, ὀλίγην, κατενόει, ἄπυρος διέλιπεν·
15. ἐνάτῃ ὑπέστρεψε· περὶ δὲ τεσσαρεσκαιδεκάτην
16. πυρετὸς ὀξύς. ἑξκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθὰ
17. ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς,
1. ἵδρωσεν, ἄπυρος ἐκρίθη, οὖρα μετ’ ὑποστροφὴν καὶ
2. κρίσιν εὔχροα, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν
3. τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρὰ, ἐπεδίψα,
4. οὖρα λεπτὰ ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσε.
5. περὶ δὲ ἐννεακαιδεκάτην ἄπυρος, τράχηλον ἐπωδύνως
6. εἶχεν, οὔροις ὑπόστασις, τελείως ἐκρίθη εἰκοστῇ.
8. Οὗτος ὁ ἄνθρωπος ἐκ πλήθους φαίνεται καὶ μάλιστα
9. χολωδῶν νοσήσας. ἐξετάζων δ’ ἐπ’ αὐτοῦ τά τε κατὰ τὰς
10. κρισίμους ἡμέρας δεδειγμένα καὶ τὰ περὶ τῶν οὔρων, εὑρήσεις
11. συμφωνοῦντα κατὰ λόγον αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἡμέρας
12. ἀπαλλαγέντα τελέως. ἔνια μέντοι τῶν ἀντιγράφων
13. οὐκ ἔχει προσγεγραμμένον τῷ τέλει τῆς διηγήσεως τὸ εἰκοστῇ,
14. καίτοι τῶν δοκιμωτάτων οὕτως εἰδότων γεγραμμένην
15. τὴν ῥῆσιν.