2. Τὴν Εὐρυάνακτος θυγατέρα παρθένον πῦρ ἔλαβεν, ἦν δ’
3. ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ
4. κοιλίης σμικρὰ διῄει. οὖρα ὀλίγα λεπτὰ, οὐκ εὔχροα.
5. ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ
6. ἐοῦσα ἄπυρος οὐκ ἵδρωσεν, ἐκρίθη. τὸ δὲ περὶ τὴν
7. ἕδρην σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. μετὰ κρίσιν
8. ἑβδομαίη ἐοῦσα ἐῤῥίγωσε σμικρὰ, ἐπεθερμάνθη, ἵδρωσε.
9. μετὰ δὲ κρίσιν ὀγδαῖος ἐοῦσα ἐῤῥίγωσεν οὐ πολλὰ, ὕστερον
10. δὲ ἄκρεα ψυχρὰ ἀεί. περὶ δὲ δεκάτην κατὰ τὸν
11. ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει.
12. ἔλεγον δὲ γευσαμένην βότρυος ταῦτα παθεῖν. διαλιποῦσα
13. δὲ δωδεκάτην πάλιν πολλὰ παρελήρει, κοιλίη
14. ἐπεταράχθη χολώδεσιν ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι,
15. πυκνὰ ἀνίστατο. ἀφ’ ἧς δὲ παρέκρουσε τοῦ
16. ὕστερον, ἀπέθανεν ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος
17. ἤλγει φάρυγγα καὶ διὰ τέλεος ἔρευθος εἶχε, καὶ γαργαρεὼν
18. ἀνεσπασμένος, ῥεύματα πολλὰ σμικρὰ, λεπτὰ,
1. δριμέα, ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν, ἀπόσιτος πάντων,
2. παρὰ πάντα τὸν χρόνον οὐδ’ ἐπεθύμησεν οὐδενὸς, ἄδιψος,
3. οὐδ’ ἔπινεν, οὐδὲν ἄξιον λόγου, σιγῶσα, οὐδὲν διελέγετο,
4. δυσθυμίη ἀνελπίστως ἑωϋτῆς εἶχεν. ἦν δέ τι καὶ
5. συγγενικὸν φθινῶδες.
7. Μετὰ τὸ διηγήσασθαι τὰ γενόμενα ταύτῃ νοσούσῃ
8. μέχρι θανάτου, προσέθηκεν αὐτὸς ὅλης τῆς νόσου
9. τὴν ὑπόθεσιν, ἐφ’ ᾗ προσηκόντως ἀπέθανεν. ἀπὸ κεφαλῆς
10. γὰρ αὐτῇ φησὶν εἰς πνεύμονα γενέσθαι κακὰ ῥεύματα, φάρυγγι
11. καὶ γαργαρεῶνι λυμαινόμενα. προσέθηκε δὲ τῷ λόγῳ
12. καὶ τὸ, ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες, οὗ μεμνῆσθαι
13. χρὴ καὶ μὴ πείθεσθαι τοῖς λέγουσι σοφισταῖς οὐδὲν
14. εἶναι πάθος συγγενικόν. ἀλλὰ τοῦτο μὲν αὐτὸ καθ’ ἑαυτὸ
15. μόνον οὐκ ἂν οὕτω ταχέως ἀπέκτεινεν αὐτὴν, ἡ δ’ ἐπιπλακεῖσα
16. τῷ παθήματι τούτῳ νέφρωσις τῆς φυσικῆς δυνάμεως
17. αἰτία τοῦ θᾶττον ἀποθανεῖν ἐγένετο. δεδήλωται δ’
1. αὕτη διὰ τῆσδε τῆς λέξεως, ἦν δ’ ἄδιψος διὰ τέλεος, γεύματα
2. οὐ προσεδέχετο. προείρηται δέ μοι περὶ τῆς τούτων
3. τῶν συμπτωμάτων κακοηθείας ἐν τῷ πρὸ τούτου γράμματι.
4. καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
5. πάλιν ἐπισημαινόμενος, ὥσπερ εἴωθε, τά τε τοῦ θανάτου
6. καὶ τῆς σωτηρίας αἴτια τοῖς ἀῤῥώστοις γινόμενα προσέγραψε.
7. ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ’
8. ἐπεθύμησεν οὐδενὸς, ἄδιψος, ἔσχατόν τι μῖσος αὐτῇ γεγονέναι
9. σιτίων ἐνδεικνύμενος, ὡς μηδ’ εἰς ἐπιθυμίαν ἀφικνεῖσθαί
10. τινος, οἵαν ἴσχουσιν ἔνιοι τῶν ἀνορεκτούντων ἐξ
11. ἀναμνήσεως, ἐφ’ οἷς ἔμπροσθέν ποτε διετέθησαν ἡδέως.
12. ὁρῶμεν γὰρ ὁσημέραι τῶν ἀνορεκτούντων ἐν νόσοις τινὰς
13. ἅμα τὸ γεύσασθαί τινων ἀποστρεφομένους αὐτῶν, τινὰς δ’
14. οὐδὲ γεύσασθαι τολμῶντας. ἀλλ’ ὅμως καὶ τούτων οἱ πλεῖστοι
15. τοῖς πυνθανομένοις αὐτῶν, εἴ τινος ἐπιθυμοῖεν, ἀποκρίνονταί
16. τινα βρώματα, κατὰ μνήμην τῶν ἔμπροσθεν ἡσάντων
17. αὐτοὺς τοῦτο ποιοῦντες. καὶ μέγιστόν γέ τοι σημεῖον
18. ἔστω τῆς ὀρεκτῆς τῶν σιτίων δυνάμεως ἐν νεκρώσει παντελεῖ
1. γινομένης, ἐὰν παρασκευασθέντων ὧν ἐπιθυμεῖν φασὶν
2. ἅμα τὸ γεύσασθαι μέμψωνταί τε καὶ μηκέτι προσενέγκωνται.
3. κάκιστα δ’ ἐχόντων καὶ τούτων, ἔτι μοχθηρότερον αὐτῶν
4. οἱ μηδ’ ἐπιθυμήσαντές τινων διάκεινται, νέκρωσιν
5. ἐσχάτην ἐνδεικνύμενοι τῆς φυσικῆς δυνάμεως, ᾗ σιτίων τε
6. καὶ πομάτων ὀρεγόμεθα. διὰ ταῦτα τοίνυν ἀποθανούσης
7. τῆς γυναικὸς οὐδὲν ἔτι δεόμεθα τὴν διαφορὰν τῶν ἀντιγράφων
8. ἐπισκοπεῖσθαι καὶ ἀνακρίνειν ἐν τῇ τῶν ἡμερῶν
9. ἐξετάσει. μηδεμίαν γὰρ αὐτῶν ἐχουσῶν τάξιν, ἐπειδὴ τὸ
10. ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ τὸ συγγενικὸν φθινῶδες αἴτιον
11. ἐγένετο τοῦ θανάτου, διὰ τοῦτο καὶ τὴν τῶν ἀντιγράφων
12. διαφωνίαν δύσκριτόν τε ἅμα καὶ περιττὴν ἡγησάμενος
13. ἀπέλιπον.