16. Ἡ κυναγχικὴ ἡ παρὰ τὰ Βίτωνος, ἣ πρῶτον ἀπὸ γλώσσης
17. ἤρξατο, ἀσαφὴς ἡ φωνὴ, γλῶσσα ἐρυθρὴ, ἐπεξηράνθη.
18. τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη, ῥῖγος, πυρετὸς ὀξὺς,
1. οἴδημα ὑπέρυθρον, σκληρὸν, τραχήλου καὶ ἐπὶ στῆθος ἐξ
2. ἀμφοτέρων, ἄκρεα ψυχρὰ, πελιὰ, πνεῦμα μετέωρον, ποτὸν
3. διὰ ῥινῶν ἐχεῖτο, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα
4. καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη,
5. πέμπτῃ ἀπέθανε, κυναγχική. πι. ευ. ε. εθ.
7. Οὔτε ἐν ἅπασι τῶν ἀντιγράφων οὕτως εὑρίσκεται γεγραμμένον
8. τὸ τέλος τῆς ῥήσεως οὔτ’ ὑπὸ τῶν ἐξηγησαμένων
9. τὸ βιβλίον ἁπάντων φαίνεται γινωσκόμενον. ἀλλὰ καὶ
10. τούτων ἔνιοι μὲν ἀντὶ τοῦ πέμπτῃ ἑβδόμῃ γράφουσιν, ἔνιοι
11. δ’ ὀγδόῃ. Καπίτων δ’ οὐκ οἶδα τί δόξαν αὐτῷ καὶ
12. τὸ τῆς ἡμέρας ἀφείλετο καὶ τὸ κυναγχική. καὶ πρὸ τούτων
13. δ’ ἔτι τὸ τετάρτῃ πάντα παρωξύνθη χωρὶς τοῦ τετάρτῃ
14. γράφει, τὸ τέλος ὅλης τῆς ῥήσεως τοιοῦτον ποιήσας,
15. διαχωρήματα καὶ οὖρα ἐπέστη, πάντα παρωξύνθη ἀπέθανε.
16. περὶ μὲν οὖν τῆς βελτίονος γραφῆς ὕστερον ἐπισκεψόμεθα·
17. πρότερον δὲ τῶν εἰρημένων ἐπ’ αὐτῆς ἐξηγησόμεθα τὰ μὴ
1. σαφῆ, τοῦτο γάρ ἐστι τὸ μάλιστα προκείμενόν μοι ἐν τοῖς
2. ἐξηγητικοῖς βιβλίοις. φαίνεται δὴ τὸ πνεῦμα μετέωρον οὐκ
3. εἶναι σαφὲς, ἀμέλει Σαβῖνος ὑπὲρ αὐτοῦ κατὰ τήνδε τὴν
4. λέξιν ἔγραψε. μετέωρος δ’ ἦν ἡ ἀναπνοὴ, τουτέστιν. ἄκρα
5. τῇ ῥινὶ ἀνέπνει, διὰ φλεγμονὴν τῆς ἀρτηρίας, κλειομένης
6. τῆς εὐρυχωρίας καὶ μηκέτι δυναμένης τῆς ὁλκῆς τοῦ πνεύματος
7. εἰς τὸν πνεύμονα γενέσθαι. ἀσαφὴς δ’ ἐστὶ καὶ ἡ
8. αὐτοῦ τοῦ Σαβίνου ῥῆσις, ὡς ἐξηγητοῦ πάλιν ἑτέρου δεῖσθαι.
9. δοκεῖ δέ μοι βούλεσθαι δηλοῦν ἐκείνους ἀναπνεῖν
10. ἄκρᾳ τῇ ῥινὶ τοὺς κινοῦντας αὐτῆς ἐν ταῖς ἀναπνοαῖς τὰ
11. πτερύγια. πολλοὺς γὰρ τῶν νοσούντων οὕτως εἴδομεν ἀναπνέοντας,
12. ὡς ἐν μὲν ταῖς εἰσπνοαῖς προστέλλειν, ἐν δὲ ταῖς
13. ἐκπνοαῖς διαστέλλειν αὐτὰ, καὶ συμβαίνει γε τοῦτο τοῖς τε
14. πνιγομένοις ὑπὸ κυνάγχης ἢ περιπνευμονίας ἢ ἐμπυήματος,
15. ἔτι τε τοῖς ἀῤῥώστοις τὴν δύναμιν. ὅπως μὲν οὖν ἐπὶ τῶν
16. ἀῤῥώστων γίνεται νῦν οὐκ ἀνάγκη λέγειν· ὅπως δ’ ἐπὶ τῶν
17. διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, νῦν ἐροῦμεν
18. εὐθὺς καὶ διὰ τί μετέωρον ὠνόμασεν ὁ Ἱπποκράτης τὸ
1. τοιοῦτον πνεῦμα, συνεξηγησόμενοι. φαίνεται γὰρ τοῖς οὕτω
2. διακειμένοις τὰ τοῦ θώρακος ὑψηλὰ μέχρι τῶν ὠμοπλατῶν
3. κινούμενα, καὶ τοῦτ’ εὔλογον εἰρῆσθαι νῦν ὑπ’ αὐτοῦ
4. μετέωρον πνεῦμα γινόμενον, οὐ μόνον ἐν τοῖς κυναγχικοῖς,
5. ἀλλὰ κᾀν τοῖς περιπνευμονικοῖς καὶ τοῖς ἐμπυηκοῖς ὀνομαζομένοις
6. πάθεσι. γίνεται δὲ καὶ χωρὶς πυρετῶν ἐπὶ τῶν ἰδίως
7. ὀνομαζομένων ὀρθοπνοϊκῶν τε καὶ ἀσθματικῶν. ἀπὸ γὰρ
8. τοιούτων συμβεβηκότων ἑκάτερον τῶν ὀνομάτων τῷ πάθει
9. τούτῳ τέθειται, τὸ μὲν ἆσθμα διὰ τὴν ὑπειγμένην ἀναπνοὴν,
10. ἣ καὶ τοῖς δραμοῦσιν ὀξέως γίνεται· τὴν δ’ ὀρθόπνοιαν
11. ἐπειδὴ διὰ τὸ πνίγεσθαι κατακειμένους σχηματίζουσιν
12. ἑαυτοὺς ὀρθίους· ἔνιοι δὲ καὶ ἀναγκάζονται καὶ τελέως
13. ἐξανίστασθαι. γέγραπται δὲ κᾀν προγνωστικῷ κατὰ
14. λέξιν οὕτως λεγομένην· αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι
15. καὶ τάχιστ’ ἀναιροῦσαι, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι ἔκδηλον
16. μηδὲν ποιέουσι μήτ’ ἐν τῷ αὐχένι· πλεῖστον δὲ πόνον παρέχουσι
17. καὶ ὀρθόπνοιαν. ἡ αὐτὴ τοίνυν αἰτία τήν τ’ ὀρθόπνοιαν
18. ἐργάζεται τοῖς πνιγώδεσι πάθεσι καὶ τὸ προσαγορευόμενον
1. ἀρτίως μετέωρον πνεῦμα. κατὰ φύσιν μὲν γὰρ
2. ἔχοντες, ὅταν ἐν ἡσυχίᾳ πάντων τῶν κατὰ προαίρεσιν ὦμεν
3. ἐνεργειῶν, μόνοις τοῖς κατὰ τοῦ θώρακος μέρεσι τοῖς κατὰ
4. τὰς φρένας ἀναπνέομεν, ὡς ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς
5. αἰτίων ἐδείχθη. πλείονος δ’ εἰσπνοῆς δεόμενον καὶ τὰ συνεχῆ
6. τοῖς κάτω συγκινοῦμεν. ἐπειδὰν δὲ πλείστης
7. δεώμεθα, καὶ τὰ κατὰ τὰς ὠμοπλάτας μόρια κινοῦμεν, ἅπαντι
8. τῷ θώρακι βιαίως ἐνεργοῦντες. ἀλλὰ τοῦτο μὲν ἡμῖν ὑγιαίνουσι
9. γίνεται δραμοῦσιν ὀξέως ἢ ὁπωσοῦν σφοδρῶς κινηθεῖσι,
10. διὰ τὸ πλείονος εἰσπνοῆς δεῖσθαι. κατὰ δὲ τὰς περιπνευμονίας
11. καὶ τὰ τῶν ἐμπύων παθήματα ἤτοι πάθη καὶ
12. τὰς ἐπὶ τῶν πυρετῶν ὀρθοπνοίας, διὰ τὴν στενοχωρίαν
13. τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ δυναμένων καταδέξασθαι
14. τοσαύτην οὐσίαν ἀέρος, ὅσης χρῄζει τὸ ζῶον. ἀπλήρωτος
15. οὖν ἡ χρεία τῆς ἀναπνοῆς γινομένη κίνδυνον ἐπάγει πνιγὸς,
16. καὶ διὰ τοῦτο ἀναγκάζονται συνεχῶς τε καὶ παντὶ τῷ
17. θώρακι ποιεῖσθαι τὴν ἀναπνοήν· ἐπὶ δὲ τῆς συνάγχης αἱ
18. μὲν κατὰ τὸν πνεύμονα κοιλίαι τοῦ πνεύματος, ἐν αἷς ἀναπνέομεν,
1. πνέομεν, ἄφρακτοί εἰσι καὶ καθαραί. φλεγμαινόντων δὲ τῶν
2. ἐν τῷ λάρυγγι μυῶν στενοχωρία γίνεται κατὰ τὴν εἴσοδον
3. τὴν πρώτην τοῦ ἔξωθεν ἀέρος, ὃν διὰ τῆς εἰσπνοῆς ἕλκομεν,
4. ὥστε καὶ νῦν καθ’ ἑτέραν μὲν αἰτίαν, ὡσαύτως δ’ ἀπλήρωτος
5. ἡ χρεία γίνεται τῆς ἀναπνοῆς, ὡς ἐπ’ ἀσθματικῶν,
6. ἐμπύων τε καὶ περιπνευμονικῶν ἐνεγίνετο. διὰ τοῦτο ἐξορμῶσιν
7. οἱ πνιγόμενοι διανίστασθαί τε καὶ παντὶ τῷ θώρακι
8. βιαίως ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα. κατὰ τοῦτο μὲν δὴ
9. τοῖς κυναγχικοῖς τὸ μετέωρον ὠνομάσθαι πνεῦμα λογίσαιτ’
10. ἄν τις. ἐγχωρεῖ δὲ καὶ διὰ τὸ μετεωρίζειν ἑαυτοὺς ἐθέλειν
11. οὕτως εἰρῆσθαι, ταυτὸν σημαίνοντος τοῦ μετεώρου
12. πνεύματος τῇ κατὰ τὸ προγνωστικὸν ὀρθοπνοίᾳ. γέγραπται
13. δ’ ἐν τῇ διηγήσει τῆς προκειμένης ἐν τῷ λόγῳ κυνάγχης,
14. ὡς καὶ τὸ ποτὸν εἰς τὰς ῥῖνας ἀνεκόπτετο. γίνεται δὲ τοῦτο
15. τοῖς μὴ καταπίνειν αὐτὸ δυναμένοις, ἤτοι διὰ στενοχωρίαν
16. τοῦ πόρου τοῦ κατὰ τὸν στόμαχον ἢ διὰ νέκρωσιν αὐτοῦ
17. καὶ παράλυσιν, ὀλέθριον ἐσχάτως ἑκάτερον ὂν, ὥσπερ καὶ
18. τὸ προγεγραμμένον οὕτως ὑπ’ αὐτοῦ κατὰ τὴν τρίτην ἡμέραν,
1. ἄκρεα ψυχρὰ, πελιά. προειρηκὼς γὰρ, τῇ τρίτῃ ῥῖγος,
2. πυρετὸς ὀξὺς ἐπήνεγκεν, ἄκρεα ψυχρὰ, πελιά. νεκρώσεως
3. δ’ ἐστὶ καὶ σβέσεως τῆς ἐμφύτου θερμασίας σημεῖον
4. ἡ τῶν ἄκρων ψύξις τε καὶ πελίωσις ἐν ὀξέσι πυρετοῖς γινομένη.
5. οὕτως οὖν συνέβη τῇ νοσούσῃ καὶ ἡ τῶν διαχωρημάτων
6. καὶ ἡ τῶν οὔρων ἐπίσχεσις, ὡς ἂν ἤδη νεκρουμένων
7. ἁπασῶν τῶν ἐνεργειῶν, διὸ καὶ πιθανόν ἐστι μήτε
8. κατὰ τὴν ζ΄, ἡμέραν ἀποθανεῖν τὸν ἅνθρωπον μήτε κατὰ
9. τὴν η΄. οὐδὲ γὰρ ἐξαρκέσαι δυνατὸν ἦν τοσοῦτον χρόνον τὴν
10. δύναμιν, ἤδη κατὰ τὴν γ΄, ἡμέραν συμπτώματά τε καὶ σημεῖα
11. ἔχουσαν ἀπὸ ψυχομένης τῆς φύσεως. ὁ Ἱπποκράτης
12. τε ἐν τοῖς οὕτως ὀξέσι νοσήμασιν εἰωθὼς τὰ καθ’ ἑκάστην
13. ἡμέραν γινόμενα γράφειν οὐκ ἂν παρέλιπεν εἰπεῖν τι καὶ
14. περὶ τῆς ε΄ ἡμέρας καὶ τῆς ς΄. ἐπεὶ τοίνυν ἐπὶ συμπληρωθείσῃ
15. τῇ τῆς τρίτης ἡμέρας διηγήσει, τῆς δ΄ μόνης ἐμνημόνευσε,
16. πάντ’ ἐν αὐτῇ παροξυνθῆναι λέγων, ἔτι καὶ μᾶλλόν
17. ἐστι δῆλον ὡς ἀδύνατον ἦν ἄχρι τῆς ζ΄ ἢ η΄ ἡμέρας ζῆσαι
18. τὴν γυναῖκα. παραδόξους μὲν γὰρ μεταβολὰς ἐν τῷ σπανίῳ
1. γινομένας διὰ ῥωμὴν φύσεως ἡμεῖς τε πολλάκις ἐθεασάμεθα
2. καὶ ὁ Ἱπποκράτης αὐτὸς ἐν τῇ διηγήσει τῶν ἀῤῥώστων
3. ἔγραψε, μετὰ τοῦ συνεπισημαίνεσθαι τοῦτο αὐτὸ
4. καὶ δηλοῦν ἄμεινον ἐσχηκέναι τὸν ἄῤῥωστον· ἀλλὰ νῦν γε
5. κατὰ τὴν τρίτην ἡμέραν σὺν ὀξεῖ πυρετῷ τῶν ἄκρων ψυχρῶν
6. τε καὶ πελιῶν γενομένων, ἐπισχεθέντων τε καὶ τῶν
7. οὐρουμένων, εἰ καὶ μὴ προσεγεγράφει, τετάρτῃ πάντα παρωξύνθη,
8. πάντως ἂν ἐτεθνήκει περὶ τὴν πέμπτην ἡμέραν.
9. ἐπεὶ δὲ καὶ τοῦτο προσέγραψεν, ἔτι καὶ μᾶλλον ἄν τις ἀποφαίνοιτο
10. θαῤῥούντως οὕτως ἔχουσαν μὴ εἰς τὴν ἕκτην
11. ἡμέραν ἀφικέσθαι ζῶσαν. καὶ πολύ γε μᾶλλον εἰς τὴν ἑβδόμην
12. ἔτ’ ἀδυνατώτερον ἢ εἰς τὴν ὀγδόην. ἄξιον οὖν
13. θαυμάσαι πῶς ὑπέγραψεν, ὁ πρῶτος ὑπογράψας τοὺς χαρακτῆρας,
14. οὕτως ὡς δηλοῦσθαι κατὰ τὴν ὀγδόην ἡμέραν
15. τεθνηκυῖαν αὐτήν· καὶ τούτου μᾶλλον ἔτι πῶς καὶ Ζήνων
16. Ἡροφίλειος, οὐχ ὁ τυχὼν ἀνὴρ, ἐξηγούμενος τοὺς προγεγραμμένους
17. χαρακτῆρας ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν καὶ
18. αὐτὸς ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν ἀποθανεῖν φησι τὴν κυναγχικὴν
19. καὶ τοῦτο δηλοῦσθαι διὰ τῶν τοιούτων χαρακτήρων
1. πι, δ, ε, κ, θ. τούτων τῶν χαρακτήρων ὁ μὲν πρῶτος
2. τὸ πιθανὸν δηλοῖ, διὰ τοῦ π γράμματος γραφόμενος,
3. μέσην ὀρθὴν ἔχοντος γραμμὴν, ἑκατέρᾳ τῶν ἄλλων παραλλήλων,
4. οἷον ἔνιοι γράφουσι τὸ σημαῖνον τὸν τῶν ἐννεακοσίων
5. ἀριθμόν. καὶ διὰ παντός γε κατὰ πάντας τοὺς ἀῤῥώστους
6. τοῦτο σημαίνει προγεγραμμένος ἁπάντων τῶν ἐφεξῆς χαρακτήρων·
7. ὁ δ’ ἐπὶ τῆς τελευτῆς αὐτῶν ἐνταῦθα μὲν τὸν
8. θάνατον δηλοῖ, τοῦ θ γράμματος σημαινόμενον, ἐπ’ ἄλλων
9. δ’ ἀῤῥώστων τὴν ὑγίειαν ὑπὸ τοῦ υ γράμματος δηλούμενον.
10. ὁ δὲ πρὸ τοῦ τελευταίου χαρακτῆρος γεγραμμένος ἀεὶ σημαίνει
11. τὸν ἀριθμὸν τῶν ἡμερῶν, ἐν ὅσαις ἐνόσησεν ὁ προκείμενος
12. ἑκάστοτε κατὰ τὸν λόγον ἄῤῥωστος. οἱ δ’ ἐν τῷ
13. μεταξὺ τούτου τε καὶ τοῦ πρώτου πάντων τὴν αἰτίαν δηλοῦσι
14. τοῦ σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι, καθάπερ
15. ἐπὶ τῆς κυναγχικῆς ταύτης οἱ δύο χαρακτῆρές εἰσιν, ὁ μὲν
16. ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου γραμμὴν
17. ὀρθὴν ἔχον ἐγέγραπτο π. τούτῳ δ’ ἐφεξῆς ἄλλος τε καὶ ἄλλος.
18. ὁ μὲν οὖν ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου τὸ δ
1. στοιχεῖόν ἐστιν ἔχον ἀπὸ μέσης τῆς κάτω γραμμῆς ἑαυτοῦ
2. γραμμὴν ἑτέραν ὀρθὴν εἰς τὰ κάτω μέρη ἠγμένην, ὥσπερ
3. τὸ ι γράφομεν. ὁ δ’ ἐφεξῆς ἐστιν ὁ τοῦ ε γράμματος, ἐκ
4. τούτων δ’ ἐφεξῆς ὁ Ζήνων δηλοῦσθαί φησι τῶν διαχωρούντων
5. τὴν ἐπίσχεσιν, τοῦ μὲν ἀπεστιγμένου κάτω δ καθ’ ὁντινοῦν
6. τρόπον διαχωρούμενα δηλοῦντος, καὶ γὰρ ἱδρῶτος
7. αὐτό φησι σημεῖον, οὐκ οὔρων μόνον ἢ διαχωρημάτων εἶναι,
8. τοῦ δὲ ε τὴν ἐποχὴν ἢ ἐπίσχεσιν αὐτῶν, ὁποτέρως ἂν
9. ὀνομάζειν ἐθέλοις, ὡς εἶναι τὴν ὅλην διάνοιαν τῶν σημείων
10. τοιάνδε, πιθανόν ἐστι τῶν διαχωρουμένων ἐπισχεθέντων
11. ὀγδοαίαν ἀποθανεῖν τὴν κυναγχικήν. θαυμάζω τοίνυν, ὅπερ
12. ἔφην, τῶν ἀκριβέστερον ἀντιγράφων ἐχόντων τὴν ε ἡμέραν,
13. ὁμολογοῦντος τῇ γραφῇ τῇδε καὶ αὐτοῦ τοῦ ε, ὡς ὀλίγον
14. ἔμπροσθεν ἐδείκνυον, αὐτόν τε τὸν Ζήνωνα τὴν ὀγδόην ἡμέραν
15. ἐπίστασθαι γεγραμμένην, ἀντιλέγοντάς τέ τινας αὐτῷ
16. περὶ μὲν τούτου μηδὲν εἰρηκέναι, περὶ δὲ τῶν χαρακτήρων
17. ἐλέγχειν αὐτὸν, ὡς μεταγράψαντα τὸ δεύτερον γράμμα καὶ
18. ποιήσαντα τὸ ἀπεστιγμένον δ, μὴ οὕτως ἐχούσης τῆς κατὰ
1. τὸ τρίτον τῶν ἐπιδημιῶν γραφῆς. ἀλλὰ μετὰ τὸν πρῶτον
2. χαρακτῆρα τὸ ρ γεγραμμένον, καθάπερ ἐκεῖνοί φασι. παρεισέρχεται
3. δ’ ἐνταῦθα λοιπὸν ἤδη μακρός τις λόγων ἐσμός.
4. οἰήσεται γάρ τις ὄντως ὑφ’ Ἱπποκράτους προσκεῖσθαι τοὺς
5. χαρακτῆρας τοῖς ἀῤῥώστοις, εἴπερ οἱ ἀντιλέγοντες τῷ Ζήνωνι
6. τὸ ρ φασὶν οὐ τὸ κάτωθεν ἀπεστιγμένον δ γεγράφθαι.
7. ἀλλ’ ἐὰν ἀναγνῷ τις τὰ τῶν ἀντειπόντων τῷ Ζήνωνι βιβλία,
8. μήθ’ Ἱπποκράτους εἶναι λεγόντων τοὺς χαρακτῆρας, εὑρεθῆναί
9. τε βιβλίον τι τῶν Πτολεμαίου τοῦ Εὐεργέτου κληθέντος,
10. ἔχον αὐτοὺς διεσκευασμένους ὑπό τινος ἰατροῦ
11. Παμφίλου, τὸ γένος ἐκ πόλεως Ἰνδικῆς, Κλεοφαντίου δὲ
12. τὴν αἵρεσιν. ἀκούσῃ δὲ καὶ τὴν αἰτίαν δι’ ἣν ἐνέγραψε
13. τῷ βιβλίῳ τοὺς χαρακτῆρας τούτους ὁ Μνήμων, οὓς δόξειαν
14. αὐτοὶ διαφέρεσθαι πρὸς ἑαυτοὺς οἱ ἀντειπόντες τῷ
15. Ζήνωνι, μήθ’ Ἱπποκράτους εἶναι μήθ’ οὕτως γεγράφθαι
16. τοὺς χαρακτῆρας, ὡς ἐκεῖνος ἐξηγήσατο. ἐμοὶ μὲν οὖν δοκεῖ
17. καὶ τὰ μέχρι νῦν εἰρημένα περιττά τ’ εἶναι καὶ μηδὲν
18. ὀνίναι τοὺς ἀναγνωσομένους εἰς τὰ τῆς τέχνης ἔργα,
1. πρὸς ἃ σπεύδειν δεῖ τὸν ἀσκούμενον ἐν αὐτῇ. ἀλλ’ ἐπειδὴ
2. γραφομένων αὐτῶν ἔδοξε τοῖς φίλοις, οἷς πεισθεὶς κατὰ τὸ
3. πρῶιον βιβλίον ἐλέγχους τινὰς ἔγραψα τῶν μοχθηρῶς ἐξηγησαμένων
4. τὰ κατὰ τοὺς ἀῤῥώστους, εἰπεῖν τί με καὶ περὶ
5. τῶν χαρακτήρων τούτων ἅπαξ ἐν τῷδε τῷ βιβλίῳ, καὶ τοῦθ’
6. ὑπέμεινα πρᾶξαι γινώσκων, ὅπερ ἀεὶ λέγω, τὰ ὑπὸ τῶν νεωτέρων
7. ἰατρῶν ἐν ὑπομνήμασι γεγραμμένα, ἀπολλύντα μὲν
8. ἡμῶν τὸν χρόνον, ἰατρικὸν δ’ οὐδὲν διδάσκοντα, δι’ οὓς
9. κᾀγὼ τὰς μὲν ἰατρικὰς πραγματείας ἰδίᾳ καθ’ ἑαυτὰς ἐποιησάμην,
10. τὰς δὲ πρὸς τοὺς σοφιστὰς, ἐπειδὴ καὶ τούτων
11. ὁρῶ δεομένους τοὺς νέους, ὅσοι διαστρέφονται πρὸς αὐτῶν,
12. αὐτὰς καθ’ ἑαυτὰς πάλιν καὶ ταύτας, ἵν’ εἴ τις ἔχῃ χρόνον
13. ἐκ περιουσίας ἐντυγχάνειν αὐταῖς, ὡς πρὸς πολεμίους εἴη
14. παρεσκευασμένος τοὺς σοφιστάς. οὕτως οὖν καὶ νῦν ἄχρηστον
15. πρᾶγμα πρὸς τὸ καλῶς ἰᾶσθαι τὸ κατὰ τοὺς χαρακτῆρας
16. τούτους ὑπάρχον, ὅμως οὐκ ὀκνήσω διελθεῖν ἅπαν,
17. ἐπειδὴ τοῖς φίλοις οὕτως ἔδοξεν. ᾐσχυνάμην δ’ ἂν εἰς
18. τοιαύτην φλυαρίαν ἐκτρεπόμενος, εἰ μὴ πρότερον ἐν πολλαῖς
1. πραγματείαις ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ χρήσιμα διελθὼν
2. οὕτως ἧκον ἐπὶ τὰς τῶν Ἱπποκρατείων βιβλίων ἐξηγήσεις,
3. ἐν αἷς ἐπιμαθεῖν μὲν οὐδὲν ἔχουσιν οἱ μανθάνοντες
4. τὴν τέχνην, ἔξωθεν ὧν ἐν ταῖς ἰατρικαῖς πραγματείαις
5. ἔγραψα κατὰ διέξοδον σαφῶς, ὡς καὶ τοὺς ἀμβλεῖς τὴν διάνοιαν
6. ἕπεσθαι τοῖς λεγομένοις. ἱστορίας δὲ γνῶσιν ἕξουσιν,
7. ἀφ’ ἧς οἱ πολλοὶ τῶν ἀνθρώπων θαυμάζουσιν ἐνίοτε τῶν
8. τὰς τέχνας μεταχειριζομένων τινὰς, οἰόμενοι τοὺς πολυΐστορας
9. καὶ πολυμνήμονας ἀνθρώπους, εὐθὺς καὶ τὰ τῆς τέχνης
10. διαγινώσκειν θεωρήματα. καὶ νῦν οὖν ἐρῶ τὴν περὶ
11. τῶν χαρακτήρων ἱστορίαν ἅπασαν, ἐπεὶ δὲ τοῦτο δοκεῖ τοῖς
12. τε φίλοις καὶ τοῖς ἑταίροις ἅπαξ ἐνθάδε γενέσθαι βέλτιον
13. εἶναι. λέλεκται μὲν οὖν ἃ μέλλω λέγειν ὑπὸ Ζεύξιδος ἐν
14. τῷ πρώτῳ τῶν εἰς τὸ προκείμενον βιβλίον ὑπομνημάτων,
15. καὶ ἦν ἴσως ἄμεινον, ὥσπερ εἴωθα ποιεῖν ἐν τοῖς τοιούτοις,
16. ἀναπέμψαι τοὺς βουλομένους τὴν ἱστορίαν ταύτην γνῶναι
17. πρὸς ἐκεῖνο τὸ βιβλίον, ἀλλ’ ἐπειδὴ τὰ τοῦ Ζεύξιδος ὑπομνήματα
18. μηκέτι σπουδαζόμενα σπανίζει, διὰ τοῦτ’ ἠξίωσαν
1. ἐμὲ διελθεῖν αὐτὰ τὴν ἀρχὴν ἀπὸ τοῦ Μνήμονος ποιησάμενον
2. αὐτῆς. ἔνιοι μὲν γάρ φασιν αὐτὸν λαβόντα τὸν τρίτον
3. τῶν ἐπιδημιῶν ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ μεγάλης βιβλιοθήκης
4. ὡς ἀναγνωσόμενον ἀποδοῦναι, παρεγγράψαντα ἐν αὐτῷ καὶ
5. μέλανι καὶ γράμμασι παραπλησίοις τοὺς χαρακτῆρας τούτους.
6. ἔνιοι δὲ καὶ αὐτὸν ἐκ Παμφυλίας κεκομικέναι καὶ
7. φιλότιμον περὶ βιβλία τόν τε βασιλέα τῆς Αἰγύπτου Πτολεμαῖον
8. οὕτω γενέσθαι φασὶν, ὡς καὶ τῶν καταπλεόντων
9. ἁπάντων τὰ βιβλία κελεῦσαι πρὸς αὐτὸν κομίζεσθαι καὶ
10. ταῦτα εἰς καινοὺς χάρτας γράφοντα διδόναι μὲν τὰ γραφέντα
11. τοῖς δεσπόταις, ὧν καταπλευσάντων ἐκομίσθησαν
12. αἱ βίβλοι πρὸς αὐτὸν, εἰς δὲ τὰς βιβλιοθήκας ἀποτίθεσθαι
13. τὰ κομισθέντα καὶ εἶναι τὰς ἐπιγραφὰς αὐτοῖς τῶν ἐκ πλοίων.
14. ἓν δέ τι τοιοῦτόν φασιν εὑρεθῆναι καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν
15. ἐπιγεγραμμένον, τῶν ἐκ πλοίων κατὰ διορθωτὴν Μνήμονα
16. Σιδίτην, ἔνιοι δ’ οὐ κατὰ διορθωτὴν ἐπιγεγράφθαι
17. φασὶν, ἀλλ’ ἁπλῶς τοὔνομα τοῦ Μνήμονος, ἐπειδὴ καὶ τῶν
18. ἄλλων ἁπάντων τῶν καταπλευσάντων ἅμα βίβλοις ἐπέγραφον
1. οἱ τοῦ βασιλέως ὑπηρέται τὸ ὄνομα τοῖς ἀποτιθεμένοις
2. εἰς τὰς ἀποθήκας. οὐ γὰρ εὐθέως εἰς τὰς βιβλιοθήκας
3. αὐτὰ φέρειν, ἀλλὰ πρότερον ἐν οἴκοις τισὶ κατατίθεσθαι
4. σωρηδόν. ὅτι δ’ οὕτως ἐσπούδαζε περὶ τὴν τῶν παλαιῶν
5. βιβλίων κτῆσιν ὁ Πτολεμαῖος ἐκεῖνος οὐ μικρὸν εἶναι
6. μαρτύριόν φασιν ὃ πρὸς Ἀθηναίους ἔπραξε. δοὺς γὰρ
7. αὐτοῖς ἐνέχυρα πεντεκαίδεκα τάλαντα ἀργυρίου καὶ
8. λαβὼν τὰ Σοφοκλέους καὶ Εὐριπίδου καὶ Αἰσχύλου βιβλία
9. χάριν τοῦ γράψαι μόνον ἐξ αὐτῶν, εἶτ’ εὐθέως ἀποδοῦναι
10. σῶα, κατασκευάσας πολυτελῶς ἐν χάρταις καλλίστοις, ἃ μὲν
11. ἔλαβε παρὰ Ἀθηναίων κατέσχεν, ἃ δ’ αὐτὸς κατεσκεύασεν
12. ἔπεμψεν αὐτοῖς παρακαλῶν ἔχειν τε τὰ πεντεκαίδεκα
13. τάλαντα καὶ λαβεῖν ἄνθ’ ὧν ἔδοσαν βιβλίων παλαιῶν τὰ
14. καινά. τοῖς μὲν οὖν Ἀθηναίοις, εἰ καὶ μὴ καινὰς ἐπεπόμφει
15. βίβλους, ἀλλὰ κατεσχήκει τὰς παλαιὰς, οὐδὲν ἦν
16. ἄλλο ποιεῖν, εἰληφόσι γε τὸ ἀργύριον ἐπὶ συνθήκαις τοιαύταις,
17. ὡς αὐτοὺς κατασχεῖν, εἰ κᾀκεῖνος κατάσχοι τὰ βιβλία,
18. καὶ διὰ τοῦτ’ ἔλαβόν τε τὰ καινὰ καὶ κατέσχον καὶ τὸ
1. ἀργύριον. ὁ δ’ οὖν Μνήμων, εἴτ’ αὐτὸς ἐκόμισε τὸ βιβλίον
2. εἴτε λαβὼν ἐκ τῆς βιβλιοθήκης παρέγραψε, φαίνεται πράξας
3. ἕνεκα σχηματισμοῦ τοῦτο. μόνον γὰρ ἐπίστασθαι λέγων
4. ἑαυτὸν ἃ δηλοῦσιν αἱ χαρακτῆρες, μισθὸν τῆς ἐξηγήσεως
5. αὐτῶν εἰσεπράττετο καὶ εἴπερ τοῦθ’ οὕτως ἔχει, πιθανώτερόν
6. ἐστὶ τὸ κατὰ τὴν βιβλιοθήκην ἀποκείμενον ὑπ’
7. αὐτοῦ διεσκεύασθαι. πολὺ γὰρ ἀξιοπιστότερον ἔμελλεν αὐτῷ
8. τὸ τῆς ἐξηγήσεως ἔσεσθαι, τῆς βασιλικῆς βιβλιοθήκης
9. ἐχούσης τοὺς χαρακτῆρας. ὕποπτος δ’ ἂν ἦν, εἰ αὐτὸς
10. ἐκεμομίκει τὸ βιβλίον οἴκοθεν· οὐκ ὀκνοίην δ’ ἂν οὐδὲ τὰς
11. ὑφ’ Ἡρακλείου τοῦ Ταραντίνου τε καὶ τοῦ Ἐρυθραίου γεγραμμένας
12. ἀποδείξεις τοῦ παρεγγεγράφθαι τοὺς χαρακτῆρας
13. εἰπεῖν, εἰ μή γε τοῖς νῦν ἔχουσι πρόδηλον ἐνόμιζον εἶναι
14. τοῦτο καὶ θᾶττον ἔσπευδον ἀπαλλαγῆναι τῆς τοιαύτης πολυλογίας.
15. ἐπάνειμι τοίνυν ἐπὶ τὸ χρήσιμον, οὗπερ ἕνεκα
16. καὶ τὴν τῶν ἀῤῥώστων τούτων ἱστορίαν ἀναλεγόμεθα. γελοῖον
17. γάρ ἐστι διὰ τοῦτ’ ἀποθανεῖν νομίσαι τὸν ἄνθρωπον,
18. ὅτι τῶν διαχωρημάτων ἐπίσχεσις ἐγένετο. οὐ γὰρ δὴ διὰ
1. τὴν ἐπίσχεσιν ἀπέθανεν, ἀλλ’ ὅτι συνέβαινεν αὐτῇ διὰ τοῦτ’
2. ἐπέχεσθαι τὰ διαχωρούμενα, νεκρουμένων τῶν κατὰ φύσιν
3. ἐνεργειῶν. οὐ γὰρ διότι ψυχρὰ καὶ πελιδνὰ τὰ ἄκρεα κατὰ
4. τὴν τρίτην ἡμέραν ἐγένετο, διὰ τοῦτ’ ἀπέθανεν, ἀλλὰ
5. διότι ἀπέθνησκεν ἐνεκροῦτο καὶ ταῦτα. καὶ αὐτὸς δ’ ὁ
6. Ἱπποκράτης ὥσπερ μαντευσάμενος ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
7. προσέγραψεν, ἀπέθανε κυναγχική. καίτοι προειρηκὼς
8. εὐθὺς ἐν ἀρχῇ, ἡ κυναγχικὴ παρὰ Βίτωνος. ἀλλ’ ἡ
9. κατὰ τὸ τέλος προσθήκη τοιαύτην τινὰ ἔχει τὴν ἔνδειξιν,
10. ἀπέθανεν ἡ ἄνθρωπος αὕτη διὰ τὴν κυναγχικήν. οὕτως
11. γοῦν ἔγραψε κᾀν τῷ προγνωστικῷ περὶ τῶν ὀλεθρίων κυναγχῶν.
12. αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖον
13. καὶ τριταῖον. εἰκὸς οὖν καὶ τὴν προκειμένην ἐν
14. τῷ λόγῳ γυναῖκα διὰ τοῦτο ἀποθανεῖν τριταίαν, ἡνίκα καὶ
15. τὰ ἄκρεα πελιδνὰ καὶ ψυχρὰ καὶ τῶν διαχωρημάτων ἐπίσχεσις
16. ἐγένετο, ὥστ’ εἰκάζειν χρὴ τὴν δύναμιν αὐτῆς ἰσχυρὰν
17. οὖσαν ἐξαρκέσαι μέχρι τῆς ε΄ ἡμέρας. τὸ δ’ ἄχρι τῆς
18. ὀγδόης ἀδύνατον· ἀλλὰ μέχρι μὲν τούτων ἅλις, ἐννοήσας
1. δέ τις ὡς, εἴθ’ Ἱπποκράτης αὐτὸς ἐνεκεχείριστο τὴν θεραπείαν
2. τῆς γυναικὸς ταύτης εἴτε συνεπισκέπτετο τῷ θεραπεύοντι,
3. πάντως ἂν εἰ καὶ μηδὲν ἄλλο, καταπλασμάτιον
4. γοῦν ἐπέθηκεν ἢ διακλυσμάτιον ἔδωκεν αὐτῇ. πεισθήσεται
5. γοῦν παραλελεῖφθαι κατὰ τὴν διήγησιν τά τ’ ἄλλα βοηθήματα
6. προσαχθέντα ἐν τῇ νοσούσῃ καὶ τὴν φλεβοτομίαν,
7. μόνον δὲ κλυστῆρα καὶ βαλάνου πρόσθεσιν οὐ προηγουμένως,
8. ἀλλὰ κατὰ τὸ πάρεργον γεγράφθαι. διηγούμενος γὰρ
9. τά τ’ οὐρούμενα καὶ ἐμούμενα καὶ τὰ διαχωρούμενα κατὰ
10. γαστέρα, προσγράφων δὲ καὶ τὴν ἐπίσχεσιν αὐτὴν,
11. ἐφ’ ὧν οὐδὲν ἀπέκρινεν αὐτομάτως ὁ κάμνων, ἐπὶ τούτων
12. ἐν παρέργῳ προσέγραψε μετὰ τῆς ποιότητος τῶν ἐκκριθέντων
13. τό τ’ ἀπὸ βαλάνου καὶ ἀπὸ κλυσματίου.
14. Ἐγὼ μὲν ἀπηλλάχθαι τελέως ἠβουλόμην ἤδη τῆς
15. περὶ τοὺς χαρακτῆρας ἀδολεσχίας. ἐπεὶ δὲ καὶ τῶν ἑταίρων
16. πολλοὶ συντελεσθῆναι τὸν λόγον ἅπαντα ποθοῦσιν,
17. ἐμοί τε πολὺ μέρος τῆς φλυαρίας ἤδη ταύτης διήνυσται,
1. προσθεῖναι τὸ κατάλοιπον οὐκ ὀκνήσω. προηγούμην μὲν
2. οὖν, ὥσπερ εἴωθα, τοὺς μηδὲν συντελοῦντας εἰς τὴν τέχνην
3. λόγους ἰδίᾳ γράφειν, οὕτω καὶ τούτῳ βιβλίον ἓν ἀναθεῖναι
4. κατὰ μόνας γεγραμμένον, ἵν’ ἔχοιεν οἱ καὶ τοιαῦτα περιεργάζεσθαι
5. βουλόμενοι σχολάζειν ἀχρήστοις φλυαρίαις· ἐπεὶ
6. δ’ ὁρῶ προεληλυθὼς ἤδη τὸ δεύτερον ὑπόμνημα τοῦτο καὶ
7. μῆκος ἀξιόλογον εἰληφὼς, ὡς μὴ δύνασθαι μηκέτι κατ’ αὐτὸ
8. τοὺς θ΄ ὑπολοίπους ἀῤῥώστους ἐξηγήσασθαι καὶ προσθεῖναι
9. τὴν λοιμώδη κατάστασιν ἐφεξῆς γεγραμμένην αὐτῶν,
10. οὐ μὴν οὐδὲ διασπάσαι βούλομαι τὴν τῆς καταστάσεως ἐξήγησιν,
11. ὡς μέρος μὲν αὐτῆς κατὰ τοῦτο γεγράφθαι τὸ ὑπόμνημα.
12. τὸ δ’ ὑπόλοιπον ἐν τῷ μετ’ αὐτό· διὰ τοῦτο καὶ
13. τὸν περὶ χαρακτήρων λόγον ἐν τῷδε συμπληρώσω, περιελὼν
14. καὶ τούτων τὸν πολὺν λῆρον. εἰ γὰρ ὅσα λέλεκται τοῖς
15. γράψασι περὶ τῶν χαρακτήρων τούτων εἰς ἐξέτασιν ἄγων
16. καὶ διακρίνων, τά τ’ ὀρθῶς εἰρημένα καὶ τὰ μὴ τοιούτως,
17. οὐχ ἑνὸς εἰς τοῦτο δεήσομαι βιβλίου. ἡγεῖται μὲν οὖν, ὡς
18. ἔφην, ἁπάντων τὸ τὴν διάμετρον γραμμὴν ἔχον πι, σημαῖνον
1. ἀεὶ τὸ πιθανόν. τελευταῖον δ’ ἤτοι τὸ υ γράμμα φαίνεται
2. γεγραμμένον ἢ τὸ θ. τὸ μὲν ὑγείαν, τὸ δὲ θάνατον
3. σημαῖνον, ἔμπροσθεν δ’ αὐτῶν ὁ τῶν ἡμερῶν ἀριθμὸς, ἐν
4. αἷς ἐνόσησεν ἢ ἀπέθανεν ὁ κάμνων. οἱ δ’ ἐν τῷ μεταξὺ
5. τούτων χαρακτῆρες ἅπαντες μέν εἰσι διὰ τῶν γραμμάτων
6. ἃ σημαίνει τὰ στοιχεῖα τῆς φωνῆς, πλὴν τοῦ κάτωθεν ἀπεστιγμένου
7. δέλτα, τίνα δὲ διάνοιαν ἕκαστος αὐτῶν ἔχει δηλώσω.
8. μεμνημένων οὖν ἡμῶν ὅτι τὰ πρὸ τοῦ τελευταίου
9. τῶν χαρακτήρων, ὑφ’ οὗ θάνατον ἢ ὑγείαν ἔφαμεν δηλοῦσθαι
10. γεγραμμένα, τὸν ἀριθμὸν τῶν ἡμερῶν σημαίνει, περὶ
11. τῶν ἄλλων ὅσα μεταξὺ τούτων τε καὶ τῆς ἀρχῆς γέγραπται
12. ποιήσομαι τὸν λόγον· τὸ μὲν α δηλοῖ ἀποφθορὰν, ἀπώλειαν,
13. τὸ δὲ γ γονοειδὲς οὖρον. τὸ δ ἀπεστιγμένον, οἷάπερ ἐστὶν
14. ἃ κάτωθεν ἔχῃ τρόπῳ τοιῷδε γεγραμμένον δ. διαχωρούμενα
15. δι’ ἱδρώτων καὶ διάῤῥοιαν καὶ διαφόρησιν καὶ συνελόντι
16. φάναι κένωσιν ἡντιναοῦν σημαίνειν βούλονται. τὸ δὲ ε
17. ἐποχὴν, ἕδραν. τὸ δὲ ζ ζήτημα, τὸ δὲ θ θάνατον, ὡς προείρηται.
1. τὸ δὲ ι ἱδρῶτα, τὸ δὲ κ κρίσιν ἢ κοιλιακὴν διάθεσιν.
2. τὸ δὲ μ μανίαν ἢ μήτραν, τὸ δὲ ν νεότητα καὶ νέκρωσιν,
3. τὸ δὲ ξ ξανθὴν χολὴν καὶ ξένον τι καὶ σπάνιον
4. καὶ ξυσμὸν καὶ ξηρότητα. τὸ δὲ ο ὀδύνας ἢ οὖρον, ἔνιοι
5. δέ φασιν ὅταν ἐπικείμενον ἄνωθεν ἔχῃ τὸ υ, τότε σημαίνειν
6. τὸ οὖρον αὐτὸ, γραφόμενον ὡς εἰώθασι τὸ οὕτως γράφειν.
7. τὸ δὲ π πλῆθος ἢ πτύελον ἢ πυρὸν ἢ πυρετὸν ἢ
8. πνεύμονος πάθος. τὸ πι δ’ ἐν αὑτῷ μέσον ἔχον τὸ ι, καθότι
9. προείρηται, τὸ πιθανὸν δηλοῖ τὸ δὲ ρ ῥύσιν ἢ ῥῖγος,
10. τὸ δὲ φ φρενῖτιν ἢ φθίσιν, τὸ δὲ σ σπασμὸν ἢ στομάχου
11. κάκωσιν ἢ στόματος, τὸ δὲ τ τόκον, τὸ δὲ υ ὑγείαν ἢ ὑποχόνδριον
12. τὸ δὲ χ χολὴν ἢ χολῶδες, τὸ δὲ ψ ψύξιν, τὸ δὲ
13. ω ὠμότητα.