2. Τὸ μειράκιον ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν
3. ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ
4. πρώτῃ κοιλία ταραχώδης, χολώδεσι πολλοῖσι λεπτοῖσι,
5. οὖρα λεπτὰ, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης.
6. δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα,
7. οὐχ ὕπνωσε, τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ
8. ἐφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς
9. βληστρισμὸς, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιὰ καὶ ψυχρὰ
10. ὑποχονδρίου ἔντασις, ὑπολάπαρος ἐξ ἀμφοτέρων.
11. τετάρτῃ οὐχ ὕπνωσεν ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν,
12. ἡλικίῃ περὶ ἔτεα πι, ζ, θ.
14. Ἄρξασθαι μὲν τὴν νόσον αὐτῷ φασὶν ἐκ κόπων ἐπ’
15. ἀήθεσι γυμνασίοις γενομένων. ἴσμεν γὰρ ὅτι πόνους ὀνομάζει
16. τὰ γυμνάσια, καθάπερ καὶ ὅτι κόπους τὴν διάθεσιν
17. τοῦ σώματος, ἐφ’ ἧς εἰ καὶ βραχύ τις κινοῖτο, τονώδης
18. αἴσθησις ἢ ἑλκώδης αὐτῷ γίνεται. προσθεὶς δὲ τοῖς πόνοις
1. τοὺς δρόμους ἐκ περιττοῦ δοκεῖ προσγεγραφέναι τοὺς πόνους,
2. περιέχονται γὰρ ὡς γένος ἐν εἴδει τοῖς δρόμοις· διό
3. τινες ἀντὶ τοῦ πόνων πότων ἔγραψαν, ὑπαλλάξαντες τὸ
4. πρῶτον ν τῆς δευτέρας συλλαβῆς εἰς τὸ τ. ἡ δ’ ἐφεξῆς
5. πᾶσα διήγησις τῶν συμβάντων τῷ μειρακίῳ παράδειγμά
6. ἐστιν ὀξέος νοσήματος ἐν ἡλικίαις καὶ μάλιστα τῶν νέων
7. γινομένου. τὰ μὲν οὖν ἄλλα συμπτώματα τῆς κατὰ τὴν νόσον
8. ὀξύτητός ἐστιν, ἐξ ὧν δ’ ἄν τις προγνῷ κίνδυνον ἢ θάνατον
9. ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἴρηται, τὰ ὑπομέλανα
10. οὖρα, κατὰ δὲ τὴν δευτέραν τὸ σμικρὰ ἐφίδρου, κατὰ
11. δὲ τὴν τρίτην ὁ πολὺς βληστρισμός. ἐν ἁπάσαις δὲ ταῖς
12. ἡμέραις τὸ μηδ’ ὅλως ὑπνῶσαι. ταυτὶ μὲν οὖν κινδυνώδη.
13. τὰ δ’ ἄκρεα πελιὰ ψυχρὰ γενόμενα, τῇ τρίτῃ τῶν ἡμερῶν
14. ἐν ὀξεῖ πυρετῷ θανατῶδες καὶ μᾶλλον ἔτι κατὰ τὴν ἡλικίην
15. ταύτην. γίνεται γὰρ ἤτοι διὰ μέγεθος ὑπερβάλλον
16. τῆς ἐν τοῖς σπλάγχνοις φλεγμονῆς ἢ σβεννυμένης τῆς ἐμφύτου
17. θερμασίας. περὶ δὲ τῆς καθ’ ὑποχόνδρια ἐντάσεως
18. ὑπολαπάρου φθάνομεν εἰρηκότες ὅτι τὴν χωρὶς ὄγκου
1. τάσιν ὁ Ἱπποκράτης δηλοῖ διὰ τῆς εἰρημένης λέξεως. ἐνδείκνυται
2. δ’ ἡ τοιαύτη τάσις τῶν μὲν ἔξω σωμάτων, ἅπερ
3. οἱ κατ’ ἐπιγάστριόν εἰσι μύες, οὐδὲν φλεγμαῖνον, ἤτοι δὲ
4. τὰς φρένας ἢ τὸ ἧπαρ ἢ τὸν σπλῆνα. κινδυνώδη δὲ ταῦτα
5. σὺν τοῖς ἄλλοις. τοῦ δὲ θανάτου σημεῖον ἱκανὸν ἡ πελίωσίς
6. τε καὶ ψύξις τῶν ἄκρων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν, ἐν
7. ὀξεῖ πυρετῷ κατὰ τὴν εἰκοσαετῆ ἡλικίαν γενόμενα. διὰ τούτου
8. δὲ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἐξήρκεσιν ὁ νεανίας,
9. ἴσως καὶ ἄλλως ἰσχυρὸς ὢν φύσει τὴν δύναμιν, οὐ μόνον
10. διὰ τὴν ἡλικίαν. ἃ μὲν οὖν ἄν τις ἐκ τῆς περὶ τὸν ἄῤῥωστον
11. τοῦτον ἱστορίας λάβοι χρήσιμα ταῦτ’ ἐστί. τὸ δὲ
12. ζητεῖν ἐν ποίᾳ πόλει καλεῖταί τι χωρίον ψευδὲς, καθάπερ
13. Ἀθήνῃσιν ἡ τῶν Κερκώπων οὕτως ὠνόμασται, ὅσα τ’ ἄλλα
14. τοιαῦτα καθ’ ἕκαστον τῶν ἀῤῥώστων ἔνιοι τῶν ἐξηγητῶν
15. ἔγραψαν, οὐκ ἂν ὑπερέβαινον εἴ τι χρήσιμον ἐν αὐτοῖς ἑώρων
16. εἰς τὰ τῆς τέχνης ἔργα. ὀξὺ, τοῦτο γέγραπται μεταξὺ
17. τοῦ προγεγραμμένου καὶ τοῦ μέλλοντος γραφήσεσθαι,
18. δυνάμενον ἑκατέρῳ προσνέμεσθαι, φαινομένων γ’ ἀμφοτέρων
1. ὀξέως νενοσηκέναι. ἀλλ’ ἐπεὶ καὶ κατὰ τὴν προγεγραμένην
2. ἄῤῥωστον τὴν κυναγχικὴν, ἐπὶ τῷ τέλει πρόσκειται
3. τὸ καί τισιν ἄλλοις ἀῤῥώστοις ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
4. προγέγραπταί τι τοιοῦτον, δι’ οὗ τὸ χρήσιμον ἐμφαίνεται
5. τῆς ἱστορίας, εὐλογώτερόν ἐστι τῷ προτέρῳ τῶν ἀῤῥώστων
6. προσγεγράφθαι τὸ ὀξύ. τάχα δ’ ὁ τοὺς χαρακτῆρας
7. προσγράψας καὶ τοῦτο προσέγραψε καὶ μικρὸν ὕστερον
8. ἐπὶ τοῦ δεκάτου κατὰ τὴν τάξιν ἀῤῥώστου περὶ τῶν οὕτω
9. προγεγραμμένων εἰρήσεται τελέως.
10. Ἐπεὶ δὲ βέλτιον οἶμαι τὴν λοιμώδη κατάστασιν εἰς τὸ
11. τρίτον ὑπόμνημα φυλάξαι, προσθήσω τοῖς προειρημένοις ἔνια
12. τῶν ἠμφισβητημένων τοῖς ἰατροῖς περὶ τῶν προσγεγραμμένων
13. σημείων τῇ διηγήσει τοῦδε τοῦ μειρακίου κατὰ τὴν ζ΄
14. ἡμέραν ἀποθανόντος. ὁ μὲν γὰρ Ζήνων ἔγραψε τούσδε τοὺς
15. χαρακτῆρας. πρῶτον μὲν ἁπάντων τὸ π, τὴν διὰ μέσου
16. γραμμὴν εὐθεῖαν ὀρθὴν ἔχον, ὃ τοῦ πιθανοῦ διὰ παντὸς
17. εἶναι σημεῖον γέγραπται. δεύτερον δὲ ξ καὶ τρίτον ἐπ’ αὐτῷ
1. ζ καὶ τέταρτον τὸ θ. πι, ξ, ζ, θ, τὸ μὲν οὖν ζ τὴν
2. ἑβδόμην ἡμέραν φασὶ δηλοῦν, τὸ δὲ θ τὸν θάνατον. ἀλλὰ
3. ταῦτα μὲν ἐπὶ πάντων κοινά. τὸ δὲ ξ ξένον σημεῖον εἶναι
4. βούλεται. ξένον δὲ τὸ γεγονέναι φησὶ τῷ μειρακίῳ ἐν ἀρχῇ
5. τῆς διηγήσεως ἐκ κόπων καὶ δρόμων παρὰ τὸ ἔθος εἰς
6. τὴν νόσον ἐμπεσεῖν αὐτό. τὰ μὲν οὖν ἀντειρημένα τῷ Ζήνωνι
7. περὶ τοῦ πρώτου σημείου τοῦ τὸ πιθανὸν δηλοῦντος,
8. ἐπειδὴ κοινὰ πάντων ἐστὶ τῶν ἀῤῥώστων, ὀλίγον ὕστερον
9. ἐὰν δόξω, πρότερον δὲ τὰ κατὰ τὸν προκείμενον ἄῤῥωστον
10. ἰδίως ἐζητημένα σκεψόμεθα, διότι περὶ πράγματος ἰατρικοῦ
11. δοκεῖ τὴν ἀμφισβήτησιν εἰρηκέναι. γράψαντος γὰρ, ὡς
12. καὶ πρόσθεν ἔφην, οὐ μικρὸν βιβλίον τοῦ Ζήνωνος περὶ
13. τῶν χαρακτήρων, εἶθ’ ἕτερον αὐτοῦ μεῖζον, Ἀπολλωνίου
14. τοῦ ἐμπειρικοῦ πρὸς αὐτὸν ἀντιγράψαντος, εἶθ’ ὕστερον
15. πάλιν ἐκείνῳ τοῦ Ζήνωνος ἀντειπόντος, Ἀπολλώνιος
16. ὁ Βιβλᾶς ἐπικληθεὶς ἔγραψε μετὰ ταῦτα καὶ αὐτὸς ἤδη,
17. τεθνεῶτος τοῦ Ζήνωνος, βιβλίον ὑπὲρ τῶν χαρακτήρων,
18. οὐ μόνον διεσκευασμένους ἐλέγχων, ἀλλὰ καὶ τὸν καλούμενον
19. παρεξέλεγχον ἐπ’ αὐτοῖς τὸν Ζήνωνα ποιησάμενος. ὡς
1. γὰρ μηδ’ ἑρμηνεῦσαι δυνηθέντος αὐτοῦ καλῶς τὰ διεσκευασμένα
2. πρὸς τοῦ Μνήμονος, ἀλλ’ ἐν οἷς ἠπόρει πιθανολογίας,
3. ὑπαλλάττοντος τοὺς χαρακτῆρας εἰς εὐπορίαν ἐξηγήσεως,
4. οὕτω πεποίηται τὴν ἀντιλογίαν, οὔτε τὸ κατὰ τὴν
5. βασιλικὴν βιβλιοθήκην εὑρεθὲν οὔτε τὸ ἐκ τῶν πλοίων
6. οὔτε τὸ κατὰ τὴν ὑπὸ Βακχείου γενομένην ἔκδοσιν ἔχειν
7. φάσκων οὕτω τοὺς χαρακτῆρας, ὡς ὁ Ζήνων ἔγραψεν ἐπὶ
8. τοῦ προκειμένου κατὰ τὸν λόγον μειρακίου. εἰς ταύτην δ’
9. οὐκ οἶδ’ ὅπως τὴν ἀδολεσχίαν ὁ Ταραντῖνος Ἡρακλείδης
10. ὑπεσύρη, καίτοι πειρώμενος ἀεὶ πρὸς τὸ χρήσιμον ἀγαγεῖν
11. τὰς ἐξηγήσεις. ἀλλὰ νῦν γε φαίνεται φιλονεικεῖν τῷ Ζήνωνι
12. μᾶλλον ἢ τοῦ χρησίμου στοχάζεσθαι. ποιεῖται γοῦν
13. τὴν τῶν χαρακτήρων ἐξήγησιν ὡς διὰ τί ζ πρὸ τοῦ τελευταίου
14. θ γέγραπται. τὸ δ’ ἕτερον ὃ τούτου προτέτακται
15. δηλοῦν φησὶ τὸ ζητητέον εἶναι διὰ τί κατὰ τὴν ζ΄ ἡμέραν
16. ἀπέθανε τῶν παροξυσμῶν αὐτῷ κατὰ τὰς ἀρτίους γεγονότων.
17. εὔλογον γὰρ ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης λέγει, τὴν
18. κρίσιν τοῦ νοσήματος ἐν ταῖς παρεξοτικαῖς ἡμέραις γεγονέναι.
1. ὧν γὰρ οἱ παροξυσμοὶ, φησὶν, ἐν ἀρτίαις, τούτων καὶ
2. αἱ κρίσεις ἐν ἀρτίαις, ὧν δ’ ἐν περιτταῖς, καὶ τούτων πάλιν
3. ἐν περιτταῖς ἡμέραις γίνεσθαι τὴν κρίσιν. ὑποπέπτωκε
4. δὲ τῷ γενικῷ σημαινομένῳ τῆς κρίσεως καὶ ὁ θάνατος.
5. οὕτως μὲν Ταραντῖνος ἀπεφήνατο περὶ τῶν χαρακτήρων.
6. ἐπισκεψώμεθα δὲ εἴ τις λέγει σοφόν· ὅτι μὲν γὰρ ἀποθνήσκειν
7. ὡς τὰ πολλὰ κατὰ τὰς τῶν παροξυσμῶν ἡμέρας
8. συμβαίνει καὶ σπάνιόν ἐστι τοὐναντίον ὁμολογητέον τ’
9. ἐστὶ καὶ συγχωρητέον ἀληθεύειν τῷ Ταραντίνῳ, οὐ μήν γε
10. οὗτος ἐν ταῖς ἀρτίαις φαίνεται τοὺς παροξυσμοὺς ἐσχηκώς.
11. ἐπὶ μὲν γὰρ πρώτης ἡμέρας ὁ Ἱπποκράτης ἔγραψε τὰ κατὰ
12. τὴν ἀρχὴν τοῦ νοσήματος γενόμενα. ταύτῃ δ’ ἐφεξῆς φησὶ,
13. πάντα παρωξύνθη, διὰ τὴν ἀνάβασιν τοῦ νοσήματος ὀξέως
14. κινουμένου, κατὰ γοῦν τὴν τρίτην μᾶλλον αὐξηθῆναι δηλοῦν
15. τὸ νόσημα. προειρηκὼς γὰρ ἐπὶ τῆς δευτέρας τό τ’ οὐχ
16. ὕπνωσε καὶ τὸ τὰ τῆς γνώμης ταραχώδεα κατὰ τὴν τῆς
17. τρίτης διήγησιν ἔγραψε. πρῶτον μὲν τὸ δυσφόρως, ὃ κατὰ
18. τὴν πρώτην ἡμέραν οὐκ ἐγεγράφει. τούτῳ δ’ ἐφεξῆς τὸ
1. διψώδης, εἶτα τὸ ἀσώδης, εἶτα τὸ πολὺς βληστροσμὸς, εἶτα
2. τὸ ἀπορίη· καὶ τούτων ἓν ἤρκει καὶ ἐν τῇ τρίτῃ προσγενόμενον
3. ἡμέρα, χείρονα τῆς δευτέρας αὐτὴν ἐνδείξασθαι. τὸ
4. μὲν γὰρ οὐχ ὑπνῶσαι κατὰ μίαν νύκτα καὶ τὰ τῆς γνώμης
5. ἔχειν ταραχώδη συνεχῶς φαίνεται γινόμενα κατὰ τὰς ὀξείας
6. νόσους, ἄνευ μεγάλου κινδύνου, τὰ δ’ ἐν τῇ τρίτῃ γεγραμμένα
7. γέγονε πάντα κινδυνώδη. πλὴν διὰ τοῦτ’ ὀνομάζει
8. τῆς δευτέρας χείρονα τὴν τρίτην εἶναι, διότι κατὰ μὲν τὴν
9. δευτέραν ἔγραψε τὰ τῆς γνώμης ταραχώδεα, κατὰ δὲ τὴν
10. τρίτην ἄλλα τέ τινα συμπτώματα τὰ μικρὸν ἔμπροσθεν
11. εἰρημένα διηγήσατο γεγονέναι καὶ τὰ κατὰ τὴν γνώμην οὐχ
12. ἁπλῶς ταραχώδεα. μικρὸν γὰρ τὸ τοιοῦτον, ἀλλὰ παρακροῦσαι
13. φησί. φαίνεται γὰρ δὴ καὶ κατ’ αὐτὸ τοῦτο τὸ
14. σύμπτωμα χείρων ἡ τρίτη τῆς δευτέρας γεγονέναι, οὐ μὴν
15. οὔθ’ ὅτι προσέθηκεν ἐν αὐτῇ ὑπολάπαρον ὑποχόνδριον, ἔντασιν
16. οὐκ οὖσαν ἔμπροσθεν, ὑπονοήσειεν ἄν τις ἐκ τούτου,
17. τὴν δευτέραν ἡμέραν αὐτῷ γεγονέναι μετριωτέραν. ὅ τι
18. γὰρ ἂν ἔμπροσθεν ἀπαθὲς ὂν σπλάγχνον ἄρξηται πάσχειν
1. ἔν τινι ἡμέρᾳ, ἐκείνην ἐνδείκνυται τῶν ἔμπροσθεν χείρονα.
2. ἐν πᾶσι δὲ τοῖς εἰρημένοις ὀλεθριώτατα φαίνεται κατὰ
3. ταύτην γεγονέναι συμπτώματα κατάψυξις καὶ πελίδνωσις
4. τῶν ἄκρων. ὥσθ’ ὅπερ ὀλίγον ἔμπροσθεν ἔφην,
5. θαυμάσαι χρὴ ὅπως οὐκ ἀπέθανε κατὰ τὴν πέμπτην ἡμέραν
6. τὸ μειράκιον. ἀλλὰ νὴ Δία, φησί τις ἴσως βοηθῶν τῷ
7. Ταραντίνῳ, τοῖς εἰρημένοις ἐφεξῆς γέγραπται τετάρτῃ οὐχ
8. ὕπνωσεν, ἐπὶ τὸ χεῖρον διάθεσις. τοῦτον αὐτὸν μνήμονα
9. ποιήσω ἰατρικοῦ τοῦ θεωρήματος, ὅτι δήπου τετάρτῃ τῆς
10. ἑβδόμης ἐπίδηλος ὑπ’ αὐτοῦ Ἱπποκράτους εἴρηται, διότι
11. τῶν ἐν αὐτῇ γενομένων ἀγαθῶν ἢ κακῶν ἡ ἔκβασις οὐχ
12. ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐπὶ τῆς ζ΄ ἢ τῆς στ΄ ἡμέρας γίνεται.
13. πῶς οὖν, ὁ Ταραντῖνός φησιν, εὐλογώτερον ἦν τεθνάναι
14. τὸ μειράκιον τοῦτο κατὰ τὴν στ΄ ἡμέραν, ἐπειδὴ τοὺς
15. παροξυσμοὺς ἐν αὐταῖς ἀρτίαις ἔσχεν. ἐν γὰρ τῇ τρίτῃ τῶν
16. εἰρημένων φαίνεται τὰ πλεῖστ’ αὐτῷ γεγονέναι συμπτώματα,
17. κατὰ δὲ τὴν τετάρτην ηὐξῆσθαι, διαρκέσαι δὲ καὶ ἀντισχεῖν
18. ἄχρι τῆς ζ΄ ἡμέρας, ἴσως μὲν καὶ ὅτι τὴν δύναμιν
1. φύσει ἔσχεν ἰσχυρὰν, οὐ μὴν ἀλλὰ διὰ τὴν ἡλικίαν. ὡς εἴ
2. γε μὴ ταῦθ’ ὑπῆρχεν αὐτῷ, κατὰ τὴν ε΄ ἂν ἐτεθνήκει.
3. φαίνεται δή μοι φιλοτιμούμενος πρὸς τὸν Ζήνωνα μᾶλλον
4. ἢ ἀκριβῶς ἐξετάζων τὸ πρᾶγμα ταῦθ’ ὁ Ταραντῖνος ἐσχηκέναι.
5. ταὐτὸ δὲ τοῦτ’ ἔπαθε καὶ ὁ Ἀπολλώνιος, ἐξηγούμενος
6. καὶ αὐτὸς φιλοπόνως τὸ ζ γράμμα τὸ δεύτερον ἐν
7. τοῖς χαρακτῆρσι γεγραμμένον. ἠκολούθησαν δ’ αὐτῷ καὶ
8. ἄλλοι πολλοὶ καὶ μάλισθ’ ὅτι πρῶτον μὲν ἰατρικόν τι θεώρημα
9. λέγει χρήσιμον ἐξηγεῖσθαι χωρὶς χαρακτήρων, εἶθ’
10. ὅτι καὶ ἀληθὲς αὐτοῖς ἔδοξεν εἶναι τὸ ῥηθέν. διὰ τοῦτο
11. γὰρ ἀποθανεῖν φησὶ τὸ μειράκιον, ὅτι παρὰ τὸ ἔθος ἐν
12. κόποις καὶ πόνοις καὶ δρόμοις ἐγένετο. ἐγὼ δὲ τοὺς μὲν
13. πόνους καὶ δρόμους, εἴπερ ἐκ τῆς προσηγορίας ταύτης δηλοῦται
14. τὰ πλείω γυμνάσια, διατεινόμενος εἴποιμι χωρὶς τῆς
15. ἐν τῷ σώματι προϋπαρχούσης νοσώδους κατασκευῆς μηδέποτ’
16. ἂν αἰτίους γενέσθαι θανάτου. περὶ τῶν κατ’ ἐνίους
17. ποτῶν, ἔφην γὰρ οὕτως μεταγράφειν τινὰς, οὐδὲν ἔχω σαφὲς
1. εἰπεῖν ἐπί γε τοῦ μειρακίου τούτου, διότι μήτε τὴν
2. ποιότητα τῶν γινομένων ποτῶν γινώσκω, καίτοι πολλῆς οὔσης
3. ἐν αὐτοῖς διαφορᾶς. καὶ γὰρ ἐν τῷ χρόνῳ διαφέρουσιν
4. οἱ ποτοί. τινὲς μὲν ἐν ἡμέραις δυσὶ καὶ τρισὶν, ἔνιοι
5. δὲ πολλαπλασίοις τούτων γινόμενοι καὶ τὸ πινόμενον ἑκάστης
6. ἡμέρας πλῆθος οὐ μικρὰν ἔχει τὴν διαφοράν. ἔτι πρὸς
7. τούτοις ἡ ποιότης τοῦ πόματος, ἔνιοι μὲν γὰρ ἀκρατέστερον,
8. ἔνιοι δ’ ὑδαρέστερον, ἔνιοι δ’ εὔκρατον πίνουσι. καὶ
9. τινὲς μὲν ψυχρὸν, ἔνιοι δὲ θερμὸν καὶ τούτων γ’ ἑκάτερον,
10. ἤτοι γ’ ἐξ ἔθους ἢ παρὰ τὸ ἔθος ἔπιόν ποτε. προσέρχεται
11. δὲ καὶ ἡ τῶν οἴνων οὐ μικρὰ διαφορὰ κατά τε τὸ γένος
12. καὶ τὸν χρόνον· οὐ γὰρ τὴν αὐτὴν ἐργάζεται διάθεσιν
13. ὁ νέος οἶνος καὶ ὁ παλαιὸς, οὐδ’ ὁ παχὺς καὶ λεπτὸς, οὐδ’ ὁ
14. λευκὸς καὶ μέλας, οὐδ’ ὁ εὐώδης καὶ δυσώδης, ὥσπερ οὐδ’ ὁ αὐστηρὸς
15. καὶ γλυκὺς, ὥστ’ εἰκότως ἔφην οὐκ ἔχειν ἀποφήνασθαι
16. βέβαιον οὐδὲν ὑπὲρ τῆς ἐξ οἴνου βλάβης γενομένης τῷ μειρακίῳ.
17. τό γε μὴν ὡς τὸ πολὺ κοινὸν ἁπάντων οἴνων ἀμετροτέρας
18. πόσεώς ἐστιν ὅτι καὶ τῶν νεύρων ἅπτονται καὶ
1. τῆς γνώμης, οὐ μὴν ἡ τούτων τριπτὴ ἐπεκράτησε βλάβη,
2. κατὰ τὴν τοῦ μειρακίου νόσον· οὔτε γὰρ σπασμῶδες οὔτε
3. τρομῶδες, ἀλλ’ οὐδὲ φρενιτικὸν ἐγένετο καὶ διὰ τοῦτ’ οἶμαι
4. καὶ τὴν τῶν ποτῶν γραφὴν ἀλογωτέραν ὑπάρχειν. εὐλογώτερον
5. γάρ ἐστιν ἀπεψίας προηγεῖσθαι τῷ μειρακίῳ, τάχα
6. μὲν καὶ κατὰ τὴν κοιλίαν, εἰ δὲ μὴ, ἀλλὰ κατά
7. γε τὰς φλέβας πάντως, ἐφ’ αἷς οὐκ ὀλίγων ὠμῶν χυμῶν
8. ἠθροίσθη πλῆθος, ὡς ἐνδείκνυται τὰ οὖρα καὶ τὰ διαχωρήματα,
9. λεπτὰ μὲν, οὐ μὴν χολώδη γενόμενα. φαίνεται μέντοι
10. καὶ χολώδης τις αὐτῷ χυμὸς ἐν ὅλῃ τῇ τοῦ σώματος
11. ἕξει περιέχεσθαι, διὰ τοὺς γενομένους πόνους, ἐφ’ οἷς εὔλογόν
12. ἐστι καὶ παραφροσύνην τινὰ γενέσθαι καὶ πυρετόν.