15. Παρὰ Τισαμένῳ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα
16. δυσφόρως ὥρμησαν, ἔμετοι πολλοὶ, ποτὸν κατέχειν οὐκ
17. ἠδύνατο, πόνοι περὶ τὰ ὑποχόνδρια καὶ ἐν τοῖσι κάτω
1. κατὰ κοιλίην, πόνοι, στρόφοι συνεχέες, ἐπεθερμαίνετο·
2. ἄκρεα ψυχρὰ διὰ τέλεος, ἀσώδης, ἄγρυπνος· οὖρα ὀλίγα,
3. λεπτὰ, διαχωρήματα ὠμὰ, λεπτὰ, ὀλίγα, ὠφελέειν
4. οὐκέτι δύνατο, ἀπέθανε.
6. Κακῶς ἔνιοι γράφουσιν ἐπὶ τῆς γυναικὸς ταύτης ὑλεώδεα
7. διὰ τοῦ υ, δέον ἰλεώδεα διὰ τοῦ ι γράφειν. ἰλεὸς γὰρ
8. ὀνομάζεται τὸ πάθος, οὗ τὰ συμπτώματα γενέσθαι γράφει
9. τῇ γυναικὶ, πολλοὺς μὲν ἐμέτους καὶ ποτὸν κατέχειν μὴ
10. δύνασθαι. πόνους δ’ εἶναι περὶ τὰ ὑποχόνδρια καὶ στρόφους
11. μετὰ πόνων ἐν τοῖς κατὰ τὴν κοιλίαν, ἅπερ ἅπαντα
12. συνεδρεύει τοῖς εἰλεώδεσιν. ὃ δ’ ἐφεξῆς ἔγραψεν, οὐ τῶν
13. συνεδρευόντων ἐστὶν αὐτοῖς, ἀλλὰ τῶν ἐπιγινομένων κακοηθευομένῳ
14. τῷ πάθει, μάλιστα τὸ διὰ τέλους εἶναι ψυχρὰ
15. τὰ ἄκρα. μοχθηρὸν δὲ καὶ τὸ ἀσῶδες. ἀλλὰ καὶ τὰ οὖρα
16. προσέγραψε, καίτοι γ’ οὐκ οὔσης ἐν ταῖς φλεψὶ καὶ τοῖς
17. χυμοῖς τῆς διαθέσεως, ἀλλ’ ἐν τοῖς ἐντέροις. ὅταν γὰρ ἐν
1. τούτοις ἄρξηται μεγάλη φλεγμονὴ, τὰ προειρημένα
2. συμπτώματα φιλεῖ γίνεσθαι, καλεῖται δὲ τὸ πάθος εἰλεός.
3. μικρὰ μὲν οὖν ἐκ τῶν οὔρων, ὅταν ᾖ χρηστὰ, πρὸς
4. τὸ σωθῆναι τοὺς οὕτως ἔχοντας ἐλπὶς, οὐ μικρὰ δ’ εἰς
5. ὄλεθρον ῥοπὴ μοχθηρῶν γενομένων. κινδυνευόντων γὰρ τῶν
6. οὕτως νοσούντων διὰ φλεγμονὴν τῶν ἐντέρων, εἰ καὶ ἄλλη
7. τις ἐν τῷ σώματι φαίνεται διάθεσις εἶναι μοχθηρὰ, συνεπαύξεται
8. τῷ κάμνοντι τὸ κακόν. οὕτως οὖν εἴωθεν ὁ Ἱπποκράτης,
9. ὅταν περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ᾖ
10. διάθεσις, ἐπιβλέπειν τὰ οὖρα. κατὰ φύσιν μὲν γὰρ ἐχόντων
11. αὐτῶν, ἐκ μόνων τῶν ἀναπνευστικῶν ὁ κίνδυνος· εἰ δὲ καὶ
12. ταῦτα μοχθηρὰ φανείη, κακῶς ἔχειν ἐνδείκνυται καὶ τότε
13. τὸ τῆς τροφῆς ὄργανον καθάπερ καὶ νῦν. καίτοι τῶν κατὰ
14. γαστέρα πεπονθότων καὶ τῆς διαθέσεως αὐτῶν ἐκ τῶν
15. διαχωρημάτων γνωριζομένης, ὅμως καὶ τῶν οὔρων ἐμνημόνευσεν,
16. ὡς λεπτῶν ὄντων, ἅπερ ἀπεψίαν σημαίνει τῶν ἐν
17. ταῖς φλεψὶ χυμῶν. ἀλλὰ περὶ μὲν τῶν οὔρων ἀεὶ μέμνησο,
18. συνεπισκοπούμενος αὐτὰ κᾀν τοῖς κατὰ γαστέρα καὶ θώρακα
1. καὶ πνεύμονα καὶ νεῦρα πάθεσιν, οἷς μὲν ἀγαθὰ φανείη,
2. μεγάλην παρεχόντων τὴν ῥοπὴν εἰς σωτηρίαν, εἰ δὲ μοχθηρὰ,
3. συνεπισχυουσῶν καὶ αὐτῶν τι πρὸς τοῦ κάμνοντος κίνδυνον.
4. ὄντος δὲ παντὸς ἰλεοῦ κινδυνώδους οἱ κατὰ τὰ
5. μετέωρα τῶν ἐντέρων συνιστάμενοι τῶν ἐν τοῖς παχέσι
6. χείρους εἰσὶν, εἰς συμπάθειαν ἄγοντες ἧπάρ τε καὶ σπλῆνα.
7. διαγνώσῃ δ’ αὐτοὺς ἔκ τε τῆς τῶν ἐμέτων συνεχείας τε καὶ
8. σφοδρότητος καὶ τοῦ μηδὲ τὸ ποτὸν δύνασθαι κατέχειν,
9. ἔτι δὲ μᾶλλον ἐκ τοῦ μὴ διαχωρεῖν τι κάτω. καὶ οἱ
10. στρόφοι δὲ καὶ αἱ ὀδύναι συνενδείκνυνται, ὅταν ἐν τοῖς
11. ὑψηλοῖς μέρεσι γίνωνται. εἰ δὲ καὶ κόπρον ἐμέουσιν, ὁρᾶται
12. γὰρ τοῦτο γινόμενον, ἐναργέστατον ἔστω σοι γνώρισμα
13. τοῦ πεπονθέναι τὰ λεπτὰ τῶν ἐντέρων. ἔστι δ’ ὀξύτατον
14. τὸ πάθος καὶ διὰ τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης αὐτὸ
15. μετὰ τοῦ προσγράψαι, ὠφελεῖν οὐδὲν ἠδύνατο. μέμνησο
16. δή μοι καὶ τούτου πρὸς τὸν περὶ τῆς φλεβοτομίας λόγον.
17. οὐ γὰρ ἄλλο τι τῶν βοηθημάτων ἔγραψεν ἐπὶ τῶν ἐν τούτοις
18. τοῖς βιβλίοις ἀῤῥώστων, οὔτ’ ἐκείνην, οὐ δήπου τῶν
1. καμνόντων ἀβοηθήτων ἐῤῥιμμένων, ἀλλ’ ὡς οὐ χρῄζων γράφειν
2. τὰ βοηθήματα καθ’ ἕκαστον, εἰ μή τί που τῶν
3. σπανίως εἴη γεγονότων, ὡς ἐπὶ τοῦ φλεβοτομηθέντος ὀγδοαίου.
4. τήν γε μὴν ἡμέραν καθ’ ἣν ἀπέθανεν ἡ ἄῤῥωστος
5. αὕτη παρέλιπεν εἰπεῖν, ὡς ἂν αὐτῆς τεθνεώσης εὐθέως κατὰ
6. τὴν δευτέραν ἡμέραν ἢ τὸ πλεῖστον τὴν τρίτην διὰ τὴν
7. ὀξύτητα τοῦ πάθους, ἣν ἐδήλωσεν αὐτὸς ἐν τῇ διηγήσει.