10. Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου, τῶν περὶ Παντιμίδην, τῇ
11. πρώτῃ πῦρ ἔλαβεν· ἡ γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης,
12. ἄγρυπνος· κοιλίαι ταραχώδεις πολλοῖσι λεπτοῖσιν
13. ὠμοῖσι· δευτέρῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἀπὸ κοιλίης
14. πολλὰ, οὐχ ὕπνωσε, τρίτῃ μείζους οἱ πόνοι, τετάρτῃ παρέκρουσεν,
15. ἑβδόμῃ ἀπέθανεν, κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι
16. πολλοῖσιν, λεπτοῖσιν, ὠμοῖσιν. οὖρα ὀλίγα, λεπτὰ,
17. πυρετὸς καῦσος.
1. Εἰ διά τι τῶν ἔξωθεν ἀποφθεῖραι τὴν γυναῖκα συνέβη
2. ταύτην, αὐτὸς ἂν ὁ Ἱπποκράτης ἀπεσημήνατο. δῆλον
3. οὖν ἐστιν ὡς διὰ τὸ νόσημα συνέβη τὴν ἀποφθορὰν γενέσθαι
4. τῇ γυναικὶ, μοχθηροὺς ἠθροικυίᾳ χυμούς. πρόκειται δὲ τῷ
5. ἐξ ἀποφθορᾶς τὸ νηπίου, δηλοῦντος, ὡς οἶμαι, τῇ προσθήκῃ
6. ταύτῃ μικρὸν εἶναι τὸ ἀμβλωθέν. ὀνομάζουσι γὰρ οἱ ἄνθρωποι
7. νήπια παιδία τὰ μετὰ τὴν ἀποκύησιν, οὐ πολλοῦ
8. χρόνου. κατὰ μεταφορὰν οὖν εἰκός ἐστι τὸν Ἱπποκράτην
9. τὰ πάνυ μικρὰ τῶν κυουμένων παιδίων οὕτως ὠνομακέναι.
10. καὶ γὰρ καὶ μάλιστα διαφθείρεται ταῦτα, τὴν μὲν ὀξύτητα
11. καὶ τὸ μέγεθος τοῦ πυρετοῦ διὰ αὐτοῦ τε τοῦ φάναι, πῦρ
12. ἔλαβεν, ἐδήλωσε κᾀκ τοῦ προσθεῖναι, γλῶσσα ἐπίξηρος,
13. διψώδης. τὸ δ’ ἀσώδης τῆς κακοηθείας γενομένου πυρετοῦ
14. σημεῖόν ἐστι. πρόσχες τὸν νοῦν ἐπιμελῶς τῇ τῶν διαχωρουμένων
15. ἰδέᾳ. γράψαντος γὰρ αὐτοῦ κοιλίη ταραχώδης,
16. λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι, καίτοι γ’ αὐτὸς εἰπὼν ἐπὶ
17. τῇ τελευτῇ τῆς διηγήσεως καῦσον αὐτῇ γεγονέναι. ὀνομάσας
18. δὲ καὶ τὸν πυρετὸν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν
1. ἀρξάμενον, παροξυνθέντα δ’ ἐν τῇ δευτέρᾳ, προσθεὶς δ’
2. ὅτι καὶ ἡ γλῶσσα ἐπίξηρος καὶ οὐχ ὕπνωσε καὶ διψώδης
3. ἦν, ὅμως ὠμά φησιν εἶναι τὰ διαχωρούμενα.
4. καῦσον δὲ πυρετὸν ἐπὶ χολώδεσι χυμοῖσι γινόμενον ἴσμεν.
5. εἰκὸς οὖν τῇ γυναικὶ ταύτῃ κατὰ μὲν ὅλον τὸν ὄγκον τοῦ
6. σώματος ἠθροῖσθαι τὸν χολώδη χυμὸν, ἐν δὲ ταῖς πρώταις
7. φλεψὶ ταῖς κατὰ τὸ μεσάραιόν τε καὶ τὰ σιμὰ τοὺ ἥπατος
8. ὠμὰ περιέχεσθαι. καὶ μὴν καὶ τὰ οὖρά φησιν αὐτῇ γεγονέναι
9. λεπτὰ παραπλησίως τοῖς ὠμοῖς διαχωρήμασιν, οὐ μόνον
10. ἐν ταῖς πρώταις φλεψὶν, ἀλλὰ καὶ κατὰ τὰ κυρτὰ τοῦ
11. ἥπατος ὠμῶν πλεοναζόντων χυμῶν. ὁ δὲ καῦσος ἐπὶ τέλει
12. τῆς ἀῤῥώστου ταύτης ἐν πολλοῖς τῶν ἀντιγράφων προσγέγραπται
13. καῦσος, ἔνια δ’ οὐ τοῦτο μόνον ἔχει γεγραμμένον,
14. ἀλλὰ καὶ τὸ α προκείμενον, ὡς ἤτοι πρώτην νοεῖσθαι τὴν
15. ἄῤῥωστον ταύτην ἐν καύσῳ γεγονυῖαν ἢ πρῶτον εἶδος εἶναι
16. τούτου τοῦ καύσου. τὸ δ’ ἐφεξῆς αὐτῷ γεγραμμένον, δεύτερον
17. ἐπὶ τῆς γυναικὸς, ἧς οὕτως ἄρχεται, ἑτέρην ἐξ ἀποφθορῆς.
18. ἐγὼ κατὰ τὸν ὄγδοον ἄῤῥωστον, οὗ ἡ ἀρχὴ, τὸ
1. μειράκιον ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τελεώτερον ἔφην
2. ποιήσασθαι τὸν περὶ τῶν οὕτως προσγεγραμμένων λόγων,
3. ὅταν ἐξηγῶμαι τὸν δέκατον ἄῤῥωστον, ἀποδώσω τε νῦν αὐτὸν,
4. ἐκ δυοῖν τούτοιν ὑποπτεύων προσγεγράφθαι τὸ καῦσος
5. ἀφ’ ἑτέρου τινὸς, οὐκ αὐτοῦ τοῦ συγγραφέως· ὅτι πρῶτον
6. μὲν ἂν οὐχ ἑνὶ ἢ δυοῖν τῶν ἀῤῥώστων ἐπὶ τῇ τελευτῇ τῆς
7. διηγήσεως τὴν ἰδέαν τῆς νόσου προσέγραψε, ἀλλὰ πᾶσιν ἢ
8. τοῖς πλείστοις, εἴπερ ὅλως ἐβούλετο καὶ ταύτας ἡμᾶς διδάσκειν,
9. ὡς ἔνιοι τῶν μετ’ αὐτὸν ἐποίησαν. ὁ δὲ ὡς εἰδόσι
10. διαγινώσκειν τὰ νοσήματα τὴν διήγησιν ἐποιήσατο
11. τῶν συμβάντων τοῖς ἀῤῥώστοις. φαίνονται δὲ καὶ οἱ ἄλλοι
12. παλαιοὶ μὴ στοχαζόμενοι κατὰ τὰ συγγράμματα τῶν ἄρτι
13. προσιόντων ταῖς βίβλοις, ἀλλὰ τῶν ἤδη κατ’ αὐτὰς ἐχόντων
14. ἕξιν. βεβαιοῖ δέ μου τὴν ὑπόληψιν ἐπὶ τῷ προειρημένῳ
15. δεύτερον τοῦτο, τὸ τῷ τρίτῳ τῶν ἐπιδημιῶν μόνῳ
16. προσγεγράφθαι. πᾶσιν οὖν τοῦτο τοῖς ἐξηγησαμένοις τὸ
17. βιβλίον· ἔδοξεν ὑφ’ ἑτέρου τινὸς τοῦ τοὺς διεσκευασμένους
18. τὸ νῦν ἐκείνους χαρακτῆρας προσγράψαντος καὶ ταῦτ’ εἰκὸς
1. προσγεγράφθαι. κατὰ μὲν γὰρ τὴν κυναγχικὴν εἰκότως ἄν
2. τις συγχωρήσειεν ὑφ’ Ἱπποκράτους αὐτοῦ προσγεγράφθαι
3. τὸ ἀπέθανε κυναγχικῇ, διὰ τὴν κυνάγχην αὐτὴν βουλομένου
4. τεθνάναι τὴν γυναῖκα· κατὰ δὲ τὴν ἐν τῷ νῦν τεθνάναι
5. λεγομένην οὐχ οὕτως ἀκοῦσαι δυνατόν. εἰπὼν γὰρ ἑβδόμῃ
6. ἀπέθανεν, ἐπήνεγκε, κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι
7. πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν, οὖρα ὀλίγα λεπτά. καὶ
8. μετὰ ταῦτ’ ἐφεξῆς γέγραπται καῦσος. ἐνίοις δὲ καὶ τὸ α
9. πρόσκειται, κατά τινα δ’ ἀντ’ αὐτοῦ γέγραπται πρῶτος, ἐν
10. ἄλλοις δὲ πρώτῃ. παντοίως γὰρ ἐλυμήναντο τῷ βιβλίῳ
11. τούτῳ κατὰ τὰ προσγραφόμενα πολλοὶ τῶν νεωτέρων ἰατρῶν.
12. εὔδηλον οὖν ὅτι μὴ ὡς ἐπὶ τῆς κυναγχικῆς ἐπὶ
13. τέλει προσέγραψε τὸ ἀπέθανε κυναγχικῇ, κατὰ τὸν αὐτὸν
14. τρόπον ἐγχωρεῖ καὶ νῦν προσγεγράφθαι τὸ καῦσος. οὐ γὰρ
15. εἶπεν ἀπέθανε καυσουμένη, καθάπερ ἐπὶ τῆς κυναγχικῆς,
16. ἀπέθανε κυναγχικῇ, ἀλλὰ τό τε καῦσος ὄνομα κατὰ
17. τὴν εὐθεῖαν πτῶσιν εὑρίσκεται γεγραμμένον, ἐν τῷ μεταξὺ
18. δὲ τούτου τε καὶ τοῦ ἀπέθανε τό τε κοιλίη διὰ παντὸς
1. ὑγρὴ καὶ τὰ τούτῳ συνεχῆ. ἐπεὶ τοίνυν οὔτ’ ἀπέθανε καυσουμένη,
2. ἀλλ’ οὐδὲ ἐφεξῆς ὅλως ἀλλήλων ταῦτα γέγραπται,
3. δῆλον ὅτι παρεγγέγραπται τοῦτο πρός τινος, οὐχ ὑφ’ Ἱπποκράτους
4. αὐτοῦ γέγραπται. τάχα δέ τις καὶ προσέγραψεν
5. ἕνεκεν ἑαυτοῦ, καθάπερ εἰώθαμεν ὑπόμνησιν ἐν τοῖς
6. μετωπίοις τὰ τοιαῦτα προσγράφειν. εἶτά τις τῶν μεταγραφόντων
7. βιβλίον ὡς αὐτοῦ τοῦ συγγραφέως ὂν εἰς τὸ ὕφος
8. αὐτὸ μετέθηκεν.