Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 2.8, ed. Kühn, 1828, vol. 17a, p. 634-641. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:2.8


11. Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον Οἰκέτεω γυναῖκα
12. πῦρ ἔλαβεν. ἀρχομένη δὲ κωματώδης καὶ πάλιν ἄγρυπνος,
13. ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίῃ ἐπεταράχθη,
14. ὀλίγοισι, λεπτοῖσι ἀκρήτοισι τὸ πρῶτον· τρίτῃ
15. πλείω καὶ χείρω, νυκτὸς οὐδὲ ἐκοιμήθη. τετάρτῃ παρέκρουσε,
16. φόβοι, δυσθυμίαι δεξιῷ ἴλλαινεν, ἵδρου περὶ κεφαλὴν
17. ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά. πέμπτῃ πάντα παρωξύνθη,
1. πολλὰ παρέλεγε, καὶ πάλιν, ταχὺ κατενόει, δίψος,
2. ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος, οὖρα
3. ὀλίγα, λεπτὰ, ὑπομέλανα, ἄκρεα ψυχρὰ, ὑποπέλια. ἕκτῃ
4. διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε φρενιτιαία.

6. Ἡ μὲν πρὸ ταύτης γεγραμμένη νήπιον ἔτι τὸ ἔμβρυον
7. ἀπέφθειρε καὶ χρὴ νήπιον τὸ ἔμβρυον, ὡς ἔφην, ἀκούειν ἢ
8. ἑνὸς ἢ δυοῖν μηνῶν ἢ τὸ μακρότατον τριῶν. ἡ δὲ νῦν οὐδὲ
9. κατὰ τὸν ἐνεστῶτα λόγον, πεντάμηνον ἔμβρυον ἐξέτρωσεν,
10. οὐδ’ αὐτὴ διά τι τῶν ἔξωθεν αἰτίων, ἀλλ’ ἐκ τῆς κατὰ τὸ
11. στῶμα διαθέσεως. ἐνίοτε μὲν γὰρ πηδήσασαι σφοδρότερον
12. ἢ δείσασαί τι τῶν ὀφθέντων αὐταῖς φοβερῶν, αἰφνίδιον ἐκτιτρώσκουσιν
13. αἱ γυναῖκες, ἐνίοτε δὲ καὶ δι’ ὀδύνην ἢ ἀπεψίαν
14. σφοδρὰν ἢ φαρμακώδους τινὸς ἐδωδὴν ἢ ἄντικρυς
15. φαρμάκου πόσιν ἢ διὰ τὸ προσέσθαι τι τῶν ἀμβλωθριδίων,
16. ἀλλὰ καὶ διὰ φλεβοτομίαν καὶ δι’ αἱμοῤῥαγίαν ἐκ τραύματος
1. ἢ ἐξ αἱμοῤῥοΐδος ἀμέτρου ἐξέτρωσαν ἔνιαι. οἶδα δέ
2. τινας κᾀξ αὐτοῦ τραχήλου τῆς μήτρας αἱμοῤῥαγησάσας
3. ἐγκύμονας ἐπὶ πλέον, εἶθ’ ἑξῆς ἐκβαλούσας τὸ ἔμβρυον,
4. ὧν ὅτι μηδὲν ἐγένετο ταῖς κατὰ τόνδε τὸν λόγον ἐφ’ Ἱπποκράτους
5. γεγραμμέναις γυναιξὶ, δῆλον ἐξ αὐτοῦ τοῦ μὴ
6. προσγεγράφθαι κατὰ τὴν διήγησιν αὐτῶν, καίτοι γ’ εἰωθότος
7. αὐτοῦ μὴ παραλείπειν τὰ τοιαῦτα. πυρέξαι τοίνυν
8. αὐταῖς οὐ διὰ τὴν τῶν ἐμβρύων ἐγένετο φθορὰν, ἀλλ’ ἔμπαλιν
9. ἀπεφθείρετο κύημα διὰ τὸν πυρετόν. ἔοικε δὲ κατ’
10. αὐτῆς γυναικὸς ὁρμηθεὶς ὁ γράψας τὸ προῤῥητικὸν οὕτως
11. εἰπεῖν. οἱ κωματώδεις ἐν ἀρχῇσι μετὰ κεφαλῆς, ὀσφύος,
12. ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί;
13. δύναται δὲ καὶ αὐτὸς ἑτέραν ἢ ἕτερον οὕτως ἔχοντα
14. θεάσασθαι. τὴν δ’ οὖν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα
15. κωματώδη τε καὶ πάλιν ἄγρυπνον ἔφη γενέσθαι, κεφαλῆς
16. τε βάρος ἔχειν καὶ τῆς ὀσφύος ὀδύνην, οὐ μὴν περὶ
17. τραχήλου προσέθετό τι. φησὶ δὲ καὶ τὴν κοιλίαν ἐπιταραχθῆναι
18. λεπτοῖς καὶ ἀκράτοις, οὐδὲν ἐνταῦθα προσθεὶς
1. ἔτι περὶ τῆς χρόας αὐτῶν. ἐγχωρεῖ γὰρ ἄκρατα, ὠχρὰ
2. καὶ ξανθὰ καὶ πυῤῥὰ καὶ ἐρυθρὰ καὶ ἰώδη καὶ μέλανα διαχωρεῖσθαι,
3. γινωσκόντων ἄκρατα καλεῖν αὐτὸν ὅσα τὴν οἰκείαν
4. χρόαν ἄμικτον ἔχει πρὸς ἕτερον χυμὸν, ὡς δ’ ἄν τις
5. εἰκάσειε, χολώδη διεχώρησεν ἄκρατα, τουτέστιν ἤτοι ξανθὰ
6. κατὰ τὴν χρόαν ἢ πυῤῥά. τὰ γὰρ ἰώδη καὶ μέλανα μετὰ
7. τοῦ προσθεῖναι τὴν χρόαν ἔθος ἐστὶ καὶ τούτῳ καὶ τοῖς
8. ἄλλοις ἰατροῖς. καὶ ἡμεῖς εἰώθαμεν ἄνευ προσθήκης χολώδη
9. διαχωρῆσαί τινα λέγειν ἐπὶ τῇ χολῇ ξανθῇ τοιαύτῃ
10. λέξει χρώμενοι. τὰ δὲ τῆς ἰώδους ἢ μελαίνης ἤ τινος
11. ἑτέρας χολῆς οὐ λέγομεν ἁπλῶς χολώδη, τίθεμεν δ’ αὐτοὶ
12. τὴν ἀπὸ τῆς χρόας διάκρισιν αὐτοῖς. καὶ τοῦτό γ’ ἐν ἅπασι
13. τὸ ἔθος ὑπῆρξε, διὰ τὸ συνεχῶς μὲν ἐμεῖσθαί τε καὶ διαχωρεῖσθαι
14. τὴν ὠχράν τε καὶ ξανθὴν χολὴν, οὐ μόνοις τοῖς
15. νοσοῦσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι, σπανίως δὲ τὰς ἄλλας
16. καὶ μόνον ἐπὶ τῶν νοσώδη διάθεσιν ἐχόντων. κατὰ γοῦν
17. τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰπὼν, νυκτὸς οὐδὲν ἐκοιμήθη,
18. τοῦ κώματος δ’ οὐκ ἔτι μνημονεύσας, ἔνδειξιν παρέσχεν
1. ἡμῖν τοῦ μέλλειν ὅσον οὔπω παραφρονήσειν. εἰκότως
2. γοῦν ἐφεξῆς ἐρεῖ, τετάρτῃ παρέκρουσε, φόβος, δυσθυμία,
3. πρὸς δὲ καὶ τῷ δεξιῷ ἴλλαινεν. ἔτι τε τὸ ἵδρου περὶ κεφαλὴν
4. ὀλίγῳ ψυχρῷ φρενιτικήν τε ἤδη τὴν ἄνθρωπον
5. ἐδήλωσεν εἶναι καὶ πρὸς τούτῳ μοχθηρῶς ἔχειν πάνυ.
6. προστιθέντων δὲ τοῖς εἰρημένοις σημείοις τε καὶ συμπτώμασι,
7. τῶν ψυχρῶν ἀκρέων ἔτι μᾶλλον ἄν τις αὐτὴν προσεδόκησε
8. τεθνήξεσθαι. καὶ τοίνυν ἀπέθανε ἀκόλουθον τοῖς
9. εἰρημένοις συμπτώμασιν ἔχουσα τὰ κατὰ τὴν πέμπτην καὶ
10. τὴν ἕκτην. τὰ δ’ ὡς μαρτυροῦντα τούτοις ἐν προῤῥητικῷ
11. γεγραμμένα φθάνω δείξας ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον,
12. ὅπως ἐστὶ μοχθηρά. μνημονεύσωμεν τοίνυν καὶ αὐτῶν
13. ἀναμνήσεως ἕνεκα, καίτοι παρῃτημένοι τὰ τοιαῦτα γράφειν.
14. εἰρημένου τοίνυν ἐν προῤῥητικῷ, ἐξ ὀσφύος ἀναδρομῆς
15. ὀφθαλμῶν ἴλλωσις, διὰ τοῦτο τῆς γυναικὸς ταύτης ἀναμιμνήσκουσιν,
16. ἔν τε τῷ περὶ ταύτης λόγῳ τῆς ἐν τῷ προῤῥητικῷ
17. λέξεως. ἔστι δ’, ὡς ἐδείχθη, τὰ τοιαῦτα πάντα μοχθηρὰ,
18. γινωσκόντων ἡμῶν ἐν τῷ καθόλου τὴν διαστροφὴν τῶν
1. ὀφθαλμῶν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ἐάν τ’ ἐξ ὀσφύος ἀναδρομῆς
2. ἐάν θ’ ὁπωσοῦν γένηται, μετὰ τοῦ κακόζηλον εἶναι
3. τὴν ἑρμηνείαν καὶ πόῤῥω τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ
4. ἂν εἶπεν ἐξ ὀσφύος ἀναδρομῆς, ἀλλ’ ὡς ἐν τῷ προγνωστικῷ
5. κατὰ τήνδε τὴν λέξιν. αἱ δὲ σὺν πυρετῷ ὀδύναι γινόμεναι
6. περὶ τὴν ὀσφὺν καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται,
7. τὰ κάτω ἐκλείπουσαι ὀλέθριον κάρτα. οὐ μὴν οὐδ’
8. ἔχει τις ἐπὶ τῆς προκειμένης ἀῤῥώστου δεῖξαι γεγονυίαν εἰς
9. τὴν κεφαλὴν ἄναδον τῶν κατὰ τὴν ὀσφὺν πλεοναζόντων
10. χυμῶν· ὥσπερ καὶ ταῦτα μάτην εἶπόν τινες τῶν
11. ἐξηγητῶν, οὕτω καὶ τήνδε τὴν ῥῆσιν κακῶς ἐκ τοῦ προῤῥητικοῦ
12. ἐπιφέρουσι τοῖς νῦν εἰρημένοις εἰς ἐξήγησιν τῆς προκειμένης
13. ἀῤῥώστου, καθ’ ἥν φησι, κοιλίης περίπλυσις ἐξέρυθρος,
14. κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ τοῖς προκειμένοις,
15. οὐκ εἰρηκότος Ἱπποκράτους ἐξέρυθρον τῇ γυναικὶ
16. ταύτῃ γεγονέναι περίπλυσιν κοιλίης. ἔτι δὲ μᾶλλον ἀτόπως
17. μνημονεύουσι καὶ τῆσδε τῆς ῥήσεως, ἐν πυρετοῖς καυσώδεσιν,
18. ὑποπεριψύχουσι καὶ διαχωρήμασιν ὑδατοχόλοισι
1. συχνοῖς, ὀφθαλμοῖσι λῆμαι σημεῖον κακὸν, ἄλλως τε
2. καὶ ἢν κάτοχοι γένωνται. διαφέρειν δ’ οὐδέν φασιν ἢ κάτοχον
3. εἰπεῖν ἢ κῶμα, μὴ γινώσκοντας ὡς αὐτὸς ὁ Ἱπποκράτης
4. διορίζει τὸ βαθὺ κῶμα τοῦ μετ’ ἀγρυπνίας. τὸ
5. μὲν οὖν βαθὺ κῶμα κοινωνίαν ἔχει τινὰ πρὸς τὴν καλουμένην
6. κατοχὴν ὑπὸ τῶν περὶ τὸν Ἀρχιγένην τε καὶ Φίλιππον.
7. οὐ μὴν ὅτι τὸ ἄγρυπνον, ὅ ταύτῃ τῇ γυναικὶ γενέσθαι
8. φασὶν ἐν ἀρχῇ τοῦ νοσήματος, οὐ καθ’ ὃν χρόνον ὁ
9. ὀφθαλμὸς παρεσπάσθη. θαυμάσαι δ’ ἐστὶ καὶ τοῦτο τῶν
10. ἀμφοτέρας τὰς ῥήσεις γραψάντων ἐν ἐξηγήσει τῆς προκειμένης
11. ἀῤῥώστου καθ’ ἥν φησι, κοιλίης περίπλυσις ἐξέρυθρος
12. καὶ τὸ διαχωρήμασιν ὑδατοχόλοισιν. οὐδετέραν μὲν γὰρ αὐτῶν
13. ἔγραψεν ἐπὶ τῆς γυναικὸς ταύτης ὁ Ἱπποκράτης, οὐδὲ
14. ὡς ἀμφοτέρας γράψαντος ἐξηγοῦνται, πρὸς τῷ μηδὲ δύνασθαι
15. τὴν αὐτὴν διαχώρησιν ἐξέρυθρόν τε καὶ ὑδατόχολον
16. εἶναι. παρατίθενται δὲ καὶ ἄλλας πολλὰς ῥήσεις, δι’ ἀλλήλων
17. ἐξηγούμενοί τε τὸ προῤῥητικὸν καὶ τοὺς ἐν ταῖς ἐπιδημίαις
18. ἀῤῥώστους. ἀλλὰ πάντ’ ἐξελέγχειν ὅσα κακῶς ἔγραψαν
1. οὐ καιρὸς, εἰρημένης γε σαφῶς τε ἅμα καὶ τελέως
2. ἡμῖν ἐν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασι τῆς μοχθηρίας
3. τῶν τοιούτων ἐξηγήσεων. φρενῖτις, καὶ τοῦτο τῶν
4. προσγεγραμμένων ἐστὶν, ὥσπερ ὁ καῦσος ἔμπροσθεν, οὐκ ἐν
5. ἅπασιν ὢν τοῖς ἀντιγράφοις. οὔτε γὰρ ἐπ’ ἄλλου τινὸς ἀῤῥώστου
6. τοιοῦτόν τι προσέγραψεν, οὔτε προύκειτο νῦν αὐτῷ
7. διαγνώσεις γράφειν νοσημάτων, ὡς ἐν τοῖς περὶ νούσων
8. ἐπιγεγραμμένοις ἐστὶν εὑρεῖν.

Cliquer un n° de page pour en afficher l’image