11. Γυναῖκα ἣ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσάν γε τὸ
12. πρῶτον ἐπιπόνως ἄῤῥεν, πῦρ ἔλαβεν, αὐτίκα ἀρχομένη
13. διψώδης, ἀσώδης, καρδίαν ὑπήλγεε, γλῶσσα ἐπίξηρος,
14. κοιλίη ἐπεταράχθη, λεπτοῖσιν, ὀλίγοισιν, οὐχ ὕπνωσεν.
15. δευτέρῃ μικρὰ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, μικρὰ περὶ κεφαλὴν
16. ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως ἀπὸ κοιλίης ὠμὰ,
1. πολλὰ, λεπτὰ διῄει. τετάρτῃ ἐπεῤῥίγωσε, πάντα παρωξύνθη,
2. ἄϋπνος. πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν,
3. ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ πολλά. ἑβδόμῃ ἐπεῤῥίγωσε, πυρετὸς
4. ὀξὺς, δίψα πολλὴ, βληστρισμὸς περὶ δείλην ἵδρωσε
5. δι’ ὅλου ψυχρῷ, ψύξις ἀκρέων καὶ οὐκέτ’ ἀνεθερμαίνετο
6. καὶ πάλιν εἰς νύκτα ἐπεῤῥίγωσε, ἄκρεα οὐκ ἀνεθερμαίνετο,
7. οὐχ ὕπνωσε, μικρὰ παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει.
8. ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης,
9. κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα, μικρὰ, ξανθὰ,
10. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ, ἀθρόον,
11. οὐκ εἰδυῖα. ἐνάτῃ ξυνέδωκε πάντα, κωματώδης πρὸς
12. δείλην, μικρὰ, ἐπεῤῥίγωσε, ἤμεσε πικρὰ, χολώδεα. δεκάτῃ
13. ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδὲν, πρωΐ
14. οὔρησε πολὺ, ὑπόστασιν οὐκ ἔχον ἄκρεα ἀνεθερμάνθη.
15. ἑνδεκάτῃ ἤμεσεν ἰώδεα, χολώδεα, ἐῤῥίγωσεν οὐ μετὰ πολὺ,
16. καὶ πάλιν ἄκρεα ψυχρά. εἰς δείλην ῥῖγος, ἱδρὼς, ἤμεσε
17. πολλὰ, νύκτα ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ
1. μέλανα, δυσώδεα, λυγμὸς πολὺς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ
2. μέλανα, δυσώδεα, πολλὰ ἤμεσεν, ῥῖγος, περὶ
3. δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ
4. ῥινῶν, ἀπέθανε· ταύτῃ διὰ τέλεος κοιλίη ὑγρὴ, φρικώδης,
5. ἡλικίῃ περὶ ἔτεα ιζ΄.
7. Εἴτ’ Ἀθήνῃσιν ἐν τῇ τῶν Κερκώπων ἀγορᾷ κατέκειτο
8. τοῦτο τὸ γύναιον εἴτ’ ἄλλῃ πόλει ζητεῖν ἑτέροις παρέντες
9. σκεψώμεθα τὰ συμβάντα δι’ ὅλου τοῦ νοσήματος, ἐφ’ οἷς
10. ἀδύνατον ἦν αὐτῇ ζῆσαι. πάντα γὰρ ἀπ’ ἀρχῆς ἦν θανάσιμα.
11. καὶ μᾶλλον ἄν τις θαυμάσειε πῶς ἐξήρκεσεν ἄχρι
12. τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας. ἀλλά μοι δοκεῖ διὰ τοῦτο
13. ἐπὶ τῷ τέλει τῶν κατ’ αὐτὴν προσθεῖναι τὸ ἡλικίῃ περὶ
14. ἔτεα ιζ΄. δῆλον δ’ ἐστὶ πρὸς τῷ τῆς ἡλικίας ἰσχυρῷ καὶ
15. αὐτὴν καθ’ ἑαυτὴν οὐκ ἀσθενῆ τὴν φύσιν εἶναι, ἢ οὐκ ἂν
16. ἐξήρκεσεν. ὅπου γὰρ οὔτ’ ἄλλο τι τῶν γενομένων αὐτῇ χρηστὸν
1. ἦν, εὐθέως τὰ κατὰ τὴν δευτέραν ἐπιῤῥιγώσασα μικρὰ
2. καὶ ὀξέως πυρέξασα περὶ τὴν κεφαλὴν ἵδρωσεν ὀλίγον
3. ψυχρὸν, εἶτα πάλιν ἐν τῇ τετάρτῃ πάντα παρωξύνθη καὶ
4. κατὰ τὴν ζ΄ αὖθις ἐπεῤῥίγωσε, γλῶσσά τε ξηρὰ καὶ ὀξέως
5. πυρέξασα, πρὸς τῷ ἴσχειν ἄκρεα ψυχρὰ καὶ τὸ μηκέτ’ ἀναθερμαίνεσθαι
6. ταῦτα προσέλαβεν. πῶς οὐκ ἐχρῆν αὐτὴν
7. ἀποθανεῖν μὲν πάντως ἤτοι κατὰ τὴν ἐνάτην ἢ κατὰ τὴν
8. ἑνδεκάτην ἡμέραν; ἐπεμέτρησεν οὖν ἄχρι τῆς τεσσαρεσκαιδεκάτης
9. ἡμέρας, διά τε τὴν ἡλικίαν καὶ τὴν ἰσχὺν τῆς φύσεως,
10. ἥτις τὴν αὐτὴν ῥωμὴν ἐνεδείξατο κᾀν τῷ τῇ τεσσαρεσκαιδεκάτῃ
11. ἡμέρᾳ ποιῆσαι τὴν αἱμοῤῥαγίαν. ἀλλὰ γὰρ
12. οὐκ ἔμελλεν ἰάσασθαι τὴν νόσον οὖσαν μεγίστην ἡ κένωσις
13. τοῦ αἵματος. ἐνεδείξατο δὲ τὸ μέγεθος αὐτῆς πρὸς
14. τοῖς ἄλλοις συμπτώμασι καὶ ἡ δυσωδία τῶν ἐμεθέντων
15. μελάνων, ἀεὶ γὰρ ὀλέθρια τὰ δυσώδη, καθότι καὶ αὐτὸς
16. ἐν προγνωστικῷ φησι. πᾶσαί τε αἱ ὑπόσαπροι καὶ δυσώδεες
17. ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖς ἐμουμένοισι. τὸ δ’ ἐπὶ
1. τῷ τέλει προσγεγραμμένον, καῦσος, ὁμοίαν ἀτοπίαν ἔχει
2. τῷ κατὰ τὴν πρὸ ταύτης ἄῤῥωστον ἐπὶ τέλει γεγραμμένῳ,
3. φρενῖτις.