ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Γ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Β.
1.
Ἐμοὶ μὲν οὔτ’ ἄλλο τι βιβλίον ἐγράφη
2. χωρὶς τοῦ δεηθῆναί τινας ἑταίρους καὶ μάλιστα τοὺς εἰς
3. ἀποδημίαν μακροτέραν στελλομένους, ἀξιώσαντας ἔχειν ὑπόμνημα
4. τῶν ὑπ’ ἐμοῦ ῥηθέντων αὐτοῖς ἢ δειχθέντων ἐν ταῖς
5. τῶν ζώων ἀνατομαῖς κᾀπὶ τῶν νοσούντων. ἐπεὶ δ’ ἐκπεσόντα
6. τινὰ καὶ ἄλλοις ἔδοξεν ἄξια σπουδῆς εἶναι, προτρεψαμένοις
7. με καὶ αὐτοῖς ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ μέρη
8. συμπληρῶσαι, κατὰ τὸν αὐτὸν τρόπον ὡς ἤδη τισὶν ἔδωκα
1. καὶ τοῦτ’ ἔπραξα. γινώσκων δ’ ἐμαυτὸν ἐν ἅπασιν αἷς ἐγεγράφειν
2. ἐξηγησάμενον ἀεὶ τὴν Ἱπποκράτους γνώμην, ἅμα
3. τῷ καὶ τὰς ἐπικαιροτάτας αὐτοῦ τῶν ῥήσεων παρατεθεῖσθαι,
4. περιττὸν ἡγούμην εἶναι γράφειν ἐξηγήσεις ἐν ὑπομνήμασι
5. καθ’ ἑκάστην λέξιν ἀπ’ ἀρχῆς ἕως τέλους ἁπάντων
6. αὐτοῦ τῶν βιβλίων. ἐπεὶ δὲ καὶ ταύτας ἐδεήθησαν ἔνιοι
7. τῶν ἑταίρων ἔχειν, ἀπὸ τῶν γνησιωτάτων καὶ χρησιμωτάτων
8. Ἱπποκράτους βιβλίων ἠρξάμην, τὸν αὐτὸν φυλάττων
9. σκοπὸν τοῖς συγγράμμασι ὃν κᾀν τοῖς ἔμπροσθεν ἐπεποιήμην.
10. ἔστι δ’ οὗτος ὅσα δηνεκῶς ἢ πλειστάκις ἐπὶ τῶν ἀῤῥώστων
11. ὁρᾶται, ταῦτα μόνα γράφειν ἄνευ τοῦ διελέγχειν
12. τοὺς ἤτοι τὰ σπάνια γράψαντας ἢ τὰ μηδ’ ὅλως ὁρώμενα
13. καὶ ψευδῆ παντάπασιν ὄντα. καί τοι τά τε εἰς τὸ περὶ
14. ἀγμῶν καὶ περὶ ἄρθρων ὑπομνήματα, καὶ πρὸς τούτοις
15. εἴς τε τὸ περὶ ἑλκῶν καὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων,
16. ἀφορισμούς τε καὶ προγνωστικὸν οὕτως ἐγένετο. μετὰ δὲ
17. ταῦτα τοῖς ἑταίροις παρακαλέσασι πεισθεὶς ἐξηγήσεις ἐν
18. ὑπομνήμασιν ἔγραψα τοῦ περὶ διαίτης ὀξέων, προτέρου
1. μὲν ἄχρι τῆς τῶν βαλανείων χρήσεως μέρους τοῦ βιβλίου,
2. ὃ καὶ γνησιώτατον εἶναι πεπίστευται, δευτέρου δὲ μετ’ αὐτὸ,
3. καὶ γὰρ καὶ τοῦτο φαίνεται πολλὰ κατὰ τὴν Ἱπποκράτους
4. γνώμην ἔχειν ἐν ἑαυτῷ θεωρήματα. μετὰ δὲ τοῦτο
5. τοῦ περὶ χυμῶν ἐξήγησιν ἐποιησάμην διὰ ταχέων ἐν ἡμέραις
6. ὀλίγαις, ἐπειγομένου πρὸς ἀποδημίαν τοῦ παρακαλέσαντος
7. αὐτὸ γραφῆναι. δοξάντων δὲ καὶ τούτων ἔχειν καλῶς,
8. ἐξέπεσε γὰρ εἰς πολλοὺς, ἐκ τούτου συνέβη μὴ μόνον τοὺς
9. ἑταίρους, ἀλλὰ καὶ ἄλλους πολλοὺς τῶν φίλων ἰατρῶν προτρέψαι
10. πάντων τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις ποιήσασθαι.
11. καὶ τοίνυν ἐποιησάμην ἤδη τοῦ τε κατ’ ἰατρεῖον
12. καὶ τοῦ πρώτου καὶ δευτέρου τῶν ἐπιδημιῶν, ἐφ’ οἷς μέλλοντος
13. ἄρξασθαί μου τῶν εἰς τὸ τρίτον ἐξηγητικῶν συνέβη
14. παρακληθῆναι πάνυ λιπαρῶς ὑπό τινων εἰς τὸ προῤῥητικὸν
15. ἤδη ποιῆσαι. ἐγένετο δ’ ἡ παράκλησις αὕτη λόγου ποτέ
16. ἐμπεσόντος ἡμῖν ἐν περιοδείᾳ περὶ τῶν ἐν τῷ προγνωστικῷ
17. καὶ τοῖς ἀφορισμοῖς εἰρημένων. ἐδείκνυον μὲν γὰρ ἅπαντα
18. ταῦτα μεγάλην ἔχειν ἐπὶ τῶν νοσούντων δύναμιν· ἐὰν δ’
1. ὡς καθολικοῖς τις προσχῇ τοῖς ἐν τῷ προῤῥητικῷ γεγραμμένοις
2. ἅπασι, πάμπολυ σφαλησόμενον. τοιαῦτα δ’ εἶναι καὶ
3. τὰ πλεῖστα τῶν κατὰ τὰς Κωακὰς προγνώσεις ἐδείκνυον,
4. ἀναμεμιγμένα τισὶ μὲν τῶν ἐν ἀφορισμοῖς εἰρημένων ἢ προγνωστικῷ,
5. τισὶ δὲ τῶν ἐν τοῖς ἐπιδημίοις, ἃ καὶ μόνα τῶν
6. ἔν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶν ἀληθῆ. τὰ δ’
7. ἄλλα πάντα μοχθηρῶς ἔχει κατὰ τὸ προῤῥητικὸν καὶ τὰς
8. Κωακὰς προγνώσεις. παρέγκειται μὲν οὖν τινὰ κᾀν τῷ
9. δευτέρῳ καὶ ἕκτῳ τῶν ἐπιδημιῶν, ὥσπερ καὶ κατὰ τοὺς
10. ἀφορισμοὺς ἐπὶ τῆς τελευτῆς. ἀλλὰ τἄλλα πάντα καὶ
11. κατὰ τὸ δεύτερον καὶ ἕκτον Ἱπποκράτους ἐστὶν, οὐκ ὀλίγα
12. μὲν ἐν ὑπομνήμασιν εὑρεθέντα, τινὰ δὲ καὶ τοῦ συνάγοντος
13. αὐτὰ προσθέντος. ἦν δ’ οὗτος ὁ τῶν Ἱπποκράτους υἱέων
14. εὐδοκιμώτατος, ὄνομα Θεσσαλὸς, ἀκριβῶς ἀκολουθήσας
15. τῇ γνώμῃ τοῦ πατρός. ἐν δὲ τῷ πρώτῳ καὶ
16. τρίτῳ τῶν ἐπιδημιῶν ἢ οὐδὲν ἢ βραχέα παντελῶς ὑποπτεύσειεν
17. ἄν τις ἐγγεγράφθαι. καθόλου δ’ ἐν τοῖς βιβλίοις
18. τούτοις θεωρήματα παντάπασιν ὀλίγα γέγραπται, διηγήσεως
1. οὔσης ἐν αὐτοῖς ψιλῆς τῶν συμβάντων, ἤτοι κοινῇ πολλοῖς
2. ἐν καταστάσεσιν ἐπιδήμοις ἢ καθ’ ἕκαστον ἰδίᾳ. συμπεληρωμένων
3. οὖν ἤδη τῶν ἐς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνημάτων,
4. ἐν τῷ μεταξὺ τρία συνέβη γραφῆναι διὰ τοὺς
5. παρακαλέσαντας, ὡς ἔφην, εἰς τὸ προῤῥητικὸν ὑπομνήματα,
6. δι’ ὧν ἐδείκνυον ἐν ἐκείνῳ τῷ βιβλίῳ τὰ πλεῖστα μοχθηρῶς
7. εἰρῆσθαι, πολλὰ μὲν ὡς καθόλου, καίτοι σπάνια ὄντα,
8. πολλὰ δ’ ἀόριστα διορισμῶν δεόμενα. σαφηνείας δ’ ἕνεκα
9. ἀναμιμνήσκω τινὸς ἐξ αὐτῶν τῶν μοχθηρῶς γεγενημένων
10. τισὶν, ἔν τε τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασι κᾀν τοῖς
11. εἰς τοὺς ἐν ταῖς ἐπιδημίαις ἀῤῥώστους. γεγραμμένης τοίνυν
12. ἐν τῷ προῤῥητικῷ τοιαύτης τινὸς λέξεως οἱ ἐξ ὑποχονδρίων
13. πυρετοὶ κακοήθεες. ἔνιοι τῶν ἐξηγησαμένων τὸ
14. βιβλίον ἀναμιμνήσκουσιν ἡμᾶς τῶν ἐν τοῖς ἐπιδημίοις ἀῤῥώστων
15. ἐκείνους προχειριζόμενοι μόνους, ἐφ’ ὧν ἀποθανόντων
16. ἤτοι σύντασιν ὑποχονδρίων ἔγραψεν ὁ Ἱπποκράτης γεγονέναι
17. κατὰ τὸν τῆς νόσου καιρὸν ἢ ὀδύνην ἢ παλμὸν,
18. ἤ τι τοιοῦτον σιωπῶντες τοὺς σωθέντας ἐξ αὐτῶν. Ἱπποκράτης
1. δ’ ὥσπερ τἄλλ’ ἐπὶ τῶν ὀξέων νοσημάτων χρήσιμα κατὰ
2. τὸ προγνωστικὸν ἔγραψεν, οὕτω καὶ τὰ περὶ τῶν ὑποχονδρίων
3. ἐν ἐκείνῳ τῷ μέρει τοῦ συγγράμματος, οὗ κατὰ τόνδε τὸν
4. τρόπον ἄρχεται. ὑποχόνδριον ἄριστόν ἐστιν ἀνώδυνόν τε
5. ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά·
6. αὕτη μὲν ἡ ἀρχὴ τῆς ὅλης ῥήσεώς ἐστιν οὔσης μακρᾶς,
7. ἐν ᾗ διδάσκει περὶ τῶν ὑποχονδρίων ὁ Ἱπποκράτης. ὁ δ’
8. ἀποφηνάμενος ἁπλῶς τοὺς ὑποχονδρίων πυρετοὺς κακοήθεας
9. ἄνευ τῶν προσηκόντων διορισμῶν, οὓς ἔγραψεν Ἱπποκράτης
10. ἐν τῷ προγνωστικῷ προφανῶς ψεύδεται· πολὺ γὰρ ἦν
11. ἀληθέστερον εἰπεῖν, οἱ ἐπ’ ἐγκεφάλῳ πάσχοντι πυρετοὶ κακοήθεες·
12. οἱ ἐπὶ μήνιγξι πασχούσαις πυρετοὶ κακοήθεες.
13. οἱ ἐπὶ πνεύμονι πάσχοντι πυρετοὶ κακοήθεες· ἔτι δὲ μᾶλλον
14. τούτων οἱ ἐπὶ καρδίᾳ πασχούσῃ πυρετοὶ κακοήθεες ἢ
15. οἱ ἐξ ὑποχονδρίων πυρετοί. κυρίως μὲν ἀκουόντων τῆς
16. προσηγορίας τῶν ὑποχονδρίων ἐπιεικέστατοι πάντων εἰσὶ
17. τῶν ὀξέων πυρετῶν, οὐ κυρίως δ’, ἀλλὰ συμπεριλαμβανόντων
18. τῇ προσηγορίᾳ καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ καὶ τὸν
1. σπλῆνα καὶ τὰς φρένας, ἔνιοι μὲν αὐτῶν κακοήθεις, ἔνιοι
2. δ’ ἐπιεικεῖς, ὡς ἐν τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι
3. διώρισται. τουτὶ μὲν ἕν σοι παράδειγμα ἔστω
4. τῶν τ’ ἐν τῷ προῤῥητικῷ γεγραμμένων οὐκ ὀρθῶς καὶ τῶν
5. ἐξηγησαμένων, ὡς εἶπον ἄρτι, δι’ ἀλλήλων τὰ βιβλία. κατὰ
6. μὲν τὸ προῤῥητικὸν οὕτως ἐξηγοῦνται· καλῶς εἶπεν οἱ ἐξ
7. ὑποχονδρίων πυρετοὶ κακοήθεες. ἐν γοῦν τοῖς τῶν ἐπιδημιῶν
8. ὅδε καὶ ὅδε φαίνονται τεθνεῶτες ὑποχόνδριον πάσχοντες·
9. ἐν δ’ αὐτοῖς τῶν ἐπιδημιῶν, ὅταν ἐπὶ τοὺς αὐτοὺς
10. ἔλθωσιν, ὀρθῶς τόνδε τὸν ἄῤῥωστον φασὶν ἀποθανεῖν. εἰρῆσθαι
11. γὰρ ἐν τῷ καθόλου κατὰ τὸ προῤῥητικὸν, οἱ ἐξ
12. ὑποχονδρίων πυρετοὶ κακοήθεες. εἰ δ’ οὕτως ἐξηγεῖσθαι
13. χρὴ, πρῶτον μέν ἐστιν ἀπόφασιν ἐναντίαν τῇ κατὰ τὸ
14. προῤῥητικὸν εἰπεῖν, οἱ ἐξ ὑποχονδρίων πυρετοὶ μέτριοι.
15. δεύτερον δ’ ἐπ’ αὐτῇ δεικνύναι τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν
16. σωθέντας, ὑποχονδρίων πεπονθότων. ἓν μὲν δὴ
17. τοῦτ’ ἔστι παράδειγμα, ὡς ἔφην, μοχθηρῶν ἐξηγήσεων.
18. ἕτερον δὲ τὸ τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων, ᾧ καὶ
1. αὐτῷ πολλῷ φαίνεται κεχρημένος ὁ γράψας τὸ προῤῥητικὸν,
2. ὡς ἐν τοῖς εἰς αὐτὸ γεγονόσιν ὑπομνήμασιν ἐδείκνυον.
3. ἐπιπεπληγμένας δὲ λέγω διαθέσεις ἐν αἷς πλείω τὰ
4. πεπονθότα μόρια· δύναται γὰρ ὁ αὐτὸς ἄνθρωπος οὐ κατὰ
5. θώρακα πεπονθέναι μόνον, ἀλλὰ καὶ κατὰ τὸν πνεύμονα
6. καὶ τὴν κεφαλὴν, ἐγχωρεῖ δ’ αὐτοῖς προσθεῖναι καὶ κατὰ
7. γαστέρα καὶ ἧπαρ. ἐὰν οὖν γράφῃ ποτὲ σύμπτωμα φρενίτιδος
8. ἐσομένης δηλωτικόν· ἑξῆς δ’ αὐτῷ προσθῇ καὶ ἄλλο
9. περιπνευμονίας ἴδιον καὶ φλεγμονῆς ἥπατος ἢ γαστρὸς ἤ
10. τινος τῶν ἄλλων, εἶτα χαλεπωτέραν εἶναι φάσκει τὴν διάθεσιν
11. ἐκείνοις τῶν ἀνθρώπων, οἷς δύο ἢ πλείω μόρια πάσχει,
12. μοχθηρὰν ποιήσεται διδασκαλίαν. ἔσεται γὰρ ὁ τρόπος
13. τῶν λόγων τοιόσδε· οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι
14. μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης ἀγρυπνέοντες,
15. ἆρά γε ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσι; μυκτὴρ
16. ἐν τούτοις ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν
17. ἀρχομένοισι, κοιλίης περίπλυσις ἐξέρυθρος.
18. ἡπατικόν ἐστι σύμπτωμα δυνάμενον μὲν καὶ σὺν τοῖς προειρημένοις
1. γενέσθαι, καθάπερ καὶ πλευρῖτις ἢ περιπνευμονία
2. τοῖς κωματώδεσιν ἐκείνοις συνέπεσε, οὐ μέντοι τῆς αὐτῆς
3. διαθέσεως σημεῖον ὑπάρχον. εἰ δέ τις ἐθέλοι τά τ’ ἐν τῷ
4. προῤῥητικῷ κακῶς εἰρημένα καὶ τοῖς δι’ ἀλλήλων ἐξηγουμένοις
5. τά τ’ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένα καὶ τοὺς ἐν
6. τοῖς τῶν ἐπιδημιῶν ἀῤῥώστοις ἐλέγχειν, ἀναγνώτω τὰ εἰς
7. τὸ προῤῥητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺς ἐν τῷ
8. πρώτῳ καὶ δευτέρω βιβλίῳ γεγραμμένους ἀῤῥώστους ἐξηγησάμην
9. ἔμπροσθεν ἄνευ τῶν εἰς τοὺς μοχθηρῶς ἐξηγουμένους
10. ἐλέγχων. ἐπεὶ δὲ πολλοὶ τῶν ἑταίρων ἠξίωσάν με ἐπ’ ὀλίγων
11. ἀῤῥώστων ἐπισημῄνασθαι περὶ τῶν οὐκ ὀρθῶς ἐξηγουμένων,
12. ἠναγκάσθην εἰς τρεῖς ἀῤῥώστους μόνους ἓν ἐξηγητικὸν
13. βιβλίον ποιήσασθαι τὸ πρὸ τούτου. νῦν δ’ ἡγοῦμαι
14. πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξηγεῖσθαι τοὺς
15. ὑπολοίπους, ὅνπερ καὶ ἔμπροσθεν ἤδη τοὺς ἐν τῷ πρώτῳ
16. τῶν ἐπιδημιῶν ἐξηγησάμην. κινδυνεύω γὰρ εἰς ἕτερον ἐμπεσεῖν
17. ἔγκλημα τῶν μισούντων μέγεθός τε καὶ μῆκος
18. ὑπομνημάτων.