Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.1, ed. Kühn, 1828, vol. 17a, p. 647-652. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.1


13. Ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος.

15. Ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταστάσεις ἔγραψε
16. τρεῖς, ἐνταῦθά γε μίαν ταύτην ἡμῖν ἐξηγεῖσθαι πρόκειται.
17. καὶ μέντοι κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἰσί τινες
1. ἄλλαι γεγραμμέναι. ἀλλ’ οὐ δοκεῖ πρὸς ἔκδοσιν ἐκεῖνο καθάπερ
2. τὸ πρῶτόν τε καὶ τὸ τρίτον αὐτῷ πεποιῆσθαι. οὐ
3. μὴν οὐδὲ προγέγραπται τῆς διηγήσεως τῶν γενομένων εὐθέως
4. ἐν ἀρχῇ τὸ κατάστασις ἐν ἐκείνοις τοῖς βιβλίοις, ἀλλ’
5. ἄντικρυς διηγήσεως ἄρχεται τῶν ἱστορισμάτων αὐτὸ, κατά
6. τε τὰ γενόμενα νοσήματα καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν.
7. ἐν Θάσῳ γοῦν, φησὶ, φθινοπώρου, περὶ ἰσημερίην καὶ ὑπὸ
8. Πληϊάδας ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς ἐν νοτίοισιν,
9. ἀνάλογόν γε καὶ τῶν ἑξῆς δυοῖν καταστάσεων ἤρξατο. κατὰ
10. δὲ τὴν νῦν προκειμένην αὐτὸ μὲν τὸ τῆς καταστάσεως
11. ὄνομα σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις, οὐ μὴν ἔν τινί
12. γε χώρᾳ ταῦτ’ ἐγένετο δηλοῦται. κοινοῦ γάρ τινος ἔθνεσι
13. πολλοῖς γενομένου λοιμοῦ τὴν διήγησιν ἐν τῷδε ποιεῖται. ἐν
14. μὲν τοῖς κατὰ Διοσκορίδην ἀντιγράφοις οὐ μόνον οὕτως
15. ἁπλῶς γέγραπται κατάστασις, ἀλλὰ πρόσκειται τὸ θερμὴ
16. καὶ ὑγρὰ κατὰ τὸ μέσον τῆς σελίδος ὅλου τοῦ γεγραμμένου,
17. καθάπερ ἐν τοῖς ἄλλοις ἀντιγράφοις μόνου τοῦ κατάστασις.
1. εὕροις δ’ ἄν τινα μηδ’ ἐν τῷ μέσῳ τὸ πρόγραμμα τοῦτο
2. ἔχοντα, καθάπερ ἔν τισι μηδ’ ὅλως, ἐξ ὧν ὑπονοήσειεν ἄν
3. τις οὐκ αὐτὸν Ἱπποκράτην προγεγραφέναι τὸ κατάστασις,
4. ἀλλ’ ἴσως ἐκείνους, ὅσοι καὶ τοὺς χαρακτῆρας ἐπὶ τῷ τέλει
5. τῶν κατὰ τοὺς ἀῤῥώστους διηγήσεως ἔγραψαν. ἀλλὰ ταῦτα
6. μὲν ὅπως ἂν ἔχῃ, βλάβην ἢ ὠφέλειαν οὐδεμίαν
7. εἰς πρόγνωσιν ἢ θεραπείαν φέρει. τρεπώμεθα δ’ ἐπὶ τὴν
8. ἐξήγησιν ἐκείνων, ἐν οἷς ὠφέλειά τίς ἐστιν. ἔτος νότιον,
9. ἔπομβρον, ἄπνοια διὰ τέλεος. ὁμοία τῇδε τῇ καταστάσει
10. καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐστι, κατὰ
11. τήνδε τὴν τάξιν εἰρημένη. ἄνθρακες ἐν Κρανῶνι θερινοὶ,
12. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγίνετο μᾶλλον νότῳ.
13. διαφέρουσι δ’ ἀλλήλων αἱ καταστάσεις, ὅτι τε δι’ ὅλου τοῦ
14. ἔτους ἐνταῦθά φησι γεγονέναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος
15. κρᾶσιν, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὸ θέρος μόνον· ὅτι τε
16. προσέγραψε νῦν, ἄπνοια διὰ τέλεος, ὅπερ οὐ προσέγραψεν
17. ἐκεῖ. λογίσαιτο δ’ ἄν τις ἐκ τοῦ προσγράψαι κατ’
1. ἐκεῖνο τὸ βιβλίον, ἐγίνοντο μᾶλλον νότῳ, τοιοῦτόν τι δηλοῦσθαι.
2. καὶ γὰρ οὖν κᾀνταῦθα νότιόν τε ἅμα καὶ ἄπνουν
3. ἔφη γεγονέναι ὅλον τὸ ἔτος, ὡς δυνατόν ἐστιν ἄπνουν τε
4. ἅμα καὶ βόρειον εἶναί τε καὶ λέγεσθαι τὸ ὅλον ἔτος, οὕτως
5. ἡμῶν ἀκουόντων, διορισθήσεται γὰρ ὀλίγον ὕστερον τοῦτο.
6. ἀναμνησθῶμεν δ’ ὅτι πολλὰς ἐν τῷ περιέχοντι κράσεις
7. ἑοράκαμεν ἠρεμίαν καὶ νηνεμίαν ἐχούσας, οὐ μὴν ὁμοίως
8. ἀλλήλαις, ἀλλὰ τὴν μέν τινα μαλακήν τε καὶ ὑγρὰν, τὴν δὲ
9. ξηράν τε καί τι κρύους ἔχουσαν. αὕτη μὲν οὖν ἀκριβῶς
10. αἴθριός ἐστιν, ἡ μαλακὴ δ’ ὁμιχλώδη τε ἔχει καὶ θολερὰν
11. κατάστασιν καὶ νότιον, ἔσθ’ ὅτε καὶ νεφελῶν οὖσαν πλήρη,
12. ἡ δ’ ἐναντία αὐτῇ βόρειος καὶ ὅτι μάλιστα μηδεμία φαίνοιτο
13. κατὰ τὸν ἀέρα κίνησις, ἀλλ’ ἀκριβῶς εἴη τὸ καλούμενον
14. νήνεμον. τὸν αὐτὸν γὰρ τρόπον ἔοικεν ἔχειν τὰ κατὰ τὸν
15. ἀέρα τοῖς κατὰ θάλατταν. ὡς οὖν ἐν ἐκείνῃ διὰ παντὸς
16. μέν ἐστι ῥεῦμα κατὰ τὸ βάθος μεῖζον ἢ μεῖον, οὐ φαίνεται
17. δ’ ἐνίοτε σαφῶς διὰ σμικρότητα, πλὴν εἰ στενὸν εἴη
1. τὸ δεχόμενον αὐτὴν χωρίον, ὡς ἐν Χαλκίδι τε τῆς Εὐβοίας
2. καὶ Μεσσήνῃ τῆς Σικελίας φαίνεται, κατὰ τὸν αὐτὸν λόγον
3. ἐν τῷ περιέχοντι παντελὴς μὲν ἀκινησία καὶ στάσις ἔοικεν
4. οὐδέποτε γίνεσθαι, λανθάνει δ’ ἐνίοτε διὰ σμικρότητα. καὶ
5. νέφη δ’ ὁρῶμεν ἐν ταῖς τοιαύταις ἀπνοίαις πολλάκις ἑστάναι
6. μὲν δοκοῦντα, κινούμενα δὲ κατ’ ἀλήθειαν. ὁρᾶται
7. οὖν ὀλίγον ὕστερον ἐν ἑτέρᾳ χώρᾳ τοῦ περιέχοντος, ὅπερ
8. οὐκ ἂν αὐτοῖς ἐγένετο μηδ’ ὅλως κινουμένοις. τοιαύτην
9. οὖν τινα καὶ νῦν ἡγεῖσθαι χρὴ κατάστασιν ἐν ὅλῳ τῷ ἔτει
10. γεγονέναι, τοσούτῳ διαφέρουσαν τῆς ἐν Κρανῶνι κατὰ τὸ
11. δεύτερον βιβλίον εἰρημένης, ὅσῳ καὶ χρονιωτέρα. τό γε
12. μὴν ἐν ἀμφοτέραις ταῖς καταστάσεσι κοινὸν πάθος σηπεδών
13. ἐστι, κοινὴν ἔχουσα καὶ τὴν αἰτίαν, ὑγρότητα σὺν ἀπνοίᾳ.
14. φαίνεται δὲ ἐξ ὕλης μὲν ὑγρᾶς πᾶσα γίνεσθαι σηπεδὼν, αἰτίας
15. δὲ δραστικῆς, ἀλλοτρίου τε καὶ παρὰ φύσιν θερμοῦ,
16. συνεπαύξεσθαι δ’ ὑπὸ τῆς ἀκινησίας. ὅτι μὲν οὖν οὐδὲν
17. τῶν ἀκριβῶς ξηρῶν σήπεται πάντες ἐναργῶς ὁρῶμεν. οὐδὲ
18. γὰρ λίθος, οὕτε κέραμος, οὔτε χρυσὸς, οὔτ’ ἄργυρος, οὔτε
1. χαλκὸς, οὔτ’ ἄλλο τι τοιοῦτον φαίνεται σηπόμενον. ὅτι δὲ
2. καὶ τὰ φύσιν ἔχοντα σήπεσθαι διαμένοντα μέχρι πλείστου
3. φαίνεται κατὰ τὰς ψυχρὰς κράσεις, οὐδὲ τοῦτ’ ἀγνοεῖ τις,
4. ἔτι δὲ μᾶλλον ὅταν ῥιπίζηται τοιούτοις ἀνέμοις. ἀμέλει καὶ
5. τὴν ἐσθῆτα συνεχῶς τινάσσουσιν οἱ ἄνθρωποι καὶ μάλισθ’
6. ὅταν ὑγρὸν καὶ θερμὸν ᾖ τὸ περιέχον ὡς τῆς ἀκινησίας
7. σηπούσης αὐτήν. οὕτως δὲ καὶ ἡ τῶν ἀρτηριῶν κίνησις
8. ἐν τοῖς ζώοις ἄλλα τέ τινα χρηστὰ καὶ τὴν τοιαύτην
9. ὠφέλειαν παρέχεται. λέγει δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης
10. ἐν τοῖς ἀφορισμοῖς, ὡς ἐν τοῖς ἔμπροσθεν ἔφην, ἐν ταῖς
11. ἐπομβρίαις γίνεσθαι σηπεδόνας. ὅτι μὲν οὖν ἀναγκαῖον
12. ἦν σαπῆναι τὰς ἐν τοῖς σώμασιν ὑγρότητας ἐκ τούτων δῆλον.
13. ἴδωμεν δ’ ἐφεξῆς ἕκαστον τῶν κατὰ μέρος ἀκολουθήσαντες
14. αὐτοῦ ταῖς ῥήσεσιν.

Cliquer un n° de page pour en afficher l’image