14. Πολλοὶ φάρυγγας ἐπόνεσαν, φωναὶ κακούμεναι.
16. Οἷς εὐπλήρωτος ἦν ἡ κεφαλὴ φύσει, τούτοις νῦν ἐμπλησθεῖσα
17. περιουσίας χυμῶν, ἤρξατο καταπέμπειν εἰς πνεύμονά
18. τε καὶ γαστέρα ῥεύματα διὰ τῆς φάρυγγος. εἰκότως
1. δὲ καὶ τὰς φωνὰς ἔφη κακοῦσθαι τοῖς τοιούτοις. ὁρᾶται
2. γὰρ καὶ τοῦτο συνεχῶς γινόμενον ἐπὶ κατάῤῥοις, ὅταν ἱκανῶς
3. διαβρέξωσι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα
4. χωρία.