10. Τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα.
12. Τῶν ἐπιδημιῶν νοσημάτων ἕν τι καὶ τὸ λοιμῶδές
13. ἐστιν, ὡς κᾀν τῷ περὶ διαίτης ὀξέων ἐλέγετο. ὅταν γὰρ
14. μὴ λοιμώδεος νόσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ
15. σποράδες ἔωσιν αἱ νοῦσοι. οὐ γὰρ δὴ νοσήματός γέ τινος
16. ὄνομά ἐστιν ἐπίδημον ἢ λοιμῶδες, ἀλλ’ ὅ τί περ ἂν πολλοῖς
17. ἐν ἑνὶ γένηται χωρίῳ, τοῦτο ἐπίδημον ὀνομάζεται. προσελθόντος
18. δ’ αὐτῷ τοῦ πολλοὺς ἀναιρεῖν, λοιμὸς γίνεται.