12. Πολλοῖς μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι
13. καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν ἐφ’ ὅλῳ τῷ
14. σώματι, μάλιστα δὲ τοῖς περὶ ἑξήκοντα ἔτεα περὶ κεφαλὴν,
15. εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν
16. θεραπείαις ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο καὶ τὸ ἐρυσίπελας
17. πολὺ ταχὺ πάντοθεν ἐπενέμετο.
1. Οὗ πρώτου πάντως ἐμνημόνευσε πάθους, εἰκότως καὶ
2. νῦν πρώτου γράφει τὰς κατὰ μέρος διαφοράς. ἐνίοις μὲν
3. αὐτὸ γίνεσθαι λέγων ἐπὶ μικραῖς ἀφορμαῖς, ἃς προφάσεις
4. ὠνόμασεν, ἐνίοις δ’ ἐν θεραπείαις οὖσι μεγάλας τε φλεγμονὰς
5. ἀκολουθῆσαι, ὡς νενόμενον ἐπὶ πολὺ τὸ ἐρυσίπελας.
6. τοῖς πλείοσι δὲ περὶ τὴν κεφαλὴν τοῦτο συμβῆναι, διὰ τὸ
7. πληρωθῆναι μάλιστα ταύτην ἐν ταῖς νοτίοις τε καὶ θερμαῖς
8. ἀπνοίαις. τὸ δὲ τοῖς ἑξηκονταετέσιν αὐτὸ γενέσθαι μᾶλλον
9. αἰτίαν ἔχει τήνδε. τὸ περιϊστάμενον ἔξωθεν παρὰ φύσιν
10. θερμὸν αἴτιον ἐγένετο τοῦ σαπῆναι τοὺς ἐν τῷ σώματι
11. χυμοὺς, ὡς τό γ’ ἐν ἡμῖν θερμὸν, ὅταν ἀκριβῶς φυλάττῃ
12. τὴν κατὰ φύσιν ἑαυτοῦ κρᾶσιν, αἷμα τῶν ἄλλων χυμῶν
13. ἐργάζεται πλέον, ὅταν δ’ ἐπὶ τὸ πυρωδέστερον ἐκτραπῇ, τὴν
14. ὠχράν τε καὶ ξανθὴν χολήν. τὸ δ’ ἔξωθεν θερμὸν αἴτιόν
15. ἐστι σηπεδόνος χυμῶν. ὕλη μὲν γάρ ἐστιν ἡ ὑγρότης, αἰτία
16. δὲ δραστικὴ τὸ παρὰ φύσιν θερμόν. οἱ τοίνυν γέροντες
17. ὑγρότητας μὲν ἀθροίζοντες ἀεὶ περιττὰς, διὰ τὴν ἀσθένειαν
18. τῆς φύσεως, προσλαβόντες δὲ καὶ τὴν ἐκ τοῦ περιέχοντος
1. θερμότητα, διὰ τὴν γενομένην τότε κατάστασιν εὐαλωτότεροι
2. τῶν νέων ἐγένοντο τῇ σηπεδονώδει φθορᾷ τῶν χυμῶν.