14. Ἦν δὲ καὶ τὸ ῥεῦμα συνιστάμενον, οὐ πύῳ ἴκελον, ἀλλὰ
15. σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον.
17. Αὐτὸς ἐδήλωσέ σοι σαφῶς, ὅπερ ἤδη πολλάκις ἡμεῖς
18. ἔμπροσθεν εἴπομεν, ὡς οἱ ἐν τῷ σώματι χυμοὶ διὰ τὴν
1. ὑγρότητά τε καὶ ἄπνοιαν τοῦ περιέχοντος ἐσήποντο, καὶ διὰ
2. τοῦτο πῦον μὲν οὐκ ἐγεννᾶτο, διεσήπετο δ’ ὑπὸ τῶν μοχθηρῶν
3. χυμῶν ὑγρῶν τὰ στερεά. ποικίλον δ’ εἶναι τὸ ῥεῦμα
4. διὰ τὴν τῶν σηπομένων διαφθορὰν εὔλογον. ὑπὸ γὰρ κοινῆς
5. αἰτίας τῆς σηπεδόνος ἕκαστον τῶν σηπομένων ἴδιον
6. εἶδος ἴσχει τῆς διαφθορᾶς.