9. Οἷσι μὲν οὖν περὶ τὴν κεφαλὴν τούτων τι ξυμπίπτει γίνεσθαι,
10. μάδισίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου
11. καὶ ὀστέων ψιλώματα καὶ κοπώματα καὶ πολλὰ ῥεύματα.
12. ἐν πυρετοῖσι δὲ ταῦτα καὶ ἄνευ πυρετῶν· ἦν δὲ
13. ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ εἰς ἐμπύημα ὁ
14. τῶν τοιούτων ἀφίκοιτο πεπασμὸς, οἱ πλεῖστοι τούτων
15. ἐσώζοντο. οἷσι δ’ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας
16. ἀπέλθοι, τοιαύτην δ’ ἀπόστασιν μηδεμίαν ποιήσαιτο,
17. τούτων ἀπώλλυντο πουλοί. ὁμοίως δὲ καὶ ἄλλῃ τοῦ σώματος
18. πλανηθῆ, ξυνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ
1. βραχίων καὶ πῆχυς ὅλος περιεῤῥύη, οἷσι δὲ τὰ πλευρὰ
2. ταῦτ’ ἐκακοῦτο ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν, οἷσι
3. δ’ ὅλος μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς
4. ὅλος.
6. Ἡ σηπεδὼν τῶν ὑγρῶν ἔργον ἔχουσα κοινὸν ἐκεῖνα
7. τῶν σωμάτων φθείρειν, εἰς ἅπερ ἂν κατασκήψῃ, φοβερωτέραν
8. εἶχε φαντασίαν ἐν τοῖς περὶ κεφαλὴν μορίοις,
9. διὰ τὸ κᾂν βραχὺ τὴν παρὰ φύσιν ἐνταῦθα παραλλαχθείη,
10. πλέον γίνεσθαι τὸ αἶσχος ἢ κατὰ τὰ ἄλλα μόρια μεγάλην
11. ἐκτροπὴν εἰς τὸ παρὰ φύσιν ἔχοντα. μηροῦ μὲν γὰρ ἢ
12. βραχίονος ἢ κνήμης ἢ πήχεως ἀποῤῥυὲν δέρμα μικροτέραν
13. ἔχει φαντασίαν, εἰ δὲ τῆς κεφαλῆς συναποπέσοιεν αἱ τρίχες
14. τῷ δέρματι καὶ πολὺ μᾶλλον ἡ τοῦ γενείου σὺν αὐταῖς,
15. ἡ μὲν φαντασία τοῦ πάθους γίνεται μεγάλη, ὁ κίνδυνος δ’
16. ἦττον ἢ εἰ περὶ αἰδοῖα συμβαίη τὸ τοιοῦτον πάθος ἢ λάρυγγα
17. καὶ θώρακα καί τι τῶν κυρίων. οὐ μόνον
18. δὲ τὰ περὶ τὴν κεφαλὴν οὕτως γινόμενα φοβερὰ μᾶλλον ἦν
1. ἢ κακίω, ἀλλὰ καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος οὕτως ἐκπίπτοντα.
2. κακίω γὰρ ἦν ἐφ’ ὧν ἀπέστησεν εἰς τὸ βάθος ὁ τὸ ἐρυσίπελας
3. ἐργαζόμενος χυμὸς, ἐπειδὴ πρὸς τὰ σπλάγχνα καὶ
4. πρὸς τὰ κύρια μέρη χωρῶν ἅμα τοῖς ἄλλοις συμπτώμασι
5. καὶ πυρετοὺς ὀξεῖς ἐγέννα. τινὲς μέντοι τῶν ἐπιπολῆς
6. ἐχόντων τὴν τοιαύτην σηπεδόνα καὶ χωρὶς πυρετῶν διεφθάρησαν
7. τὰ μόρια καί τινες αὐτῶν διὰ τοῦτ’ ἐσώθησαν,
8. ἐκκριθείσης τῆς κακοχυμίας διὰ τῶν μορίων ὧν αὕτη διέσηψεν.
9. ἐπλανᾶτο γὰρ, ὡς αὐτὸς ὠνόμασε, δι’ ὅλου τοῦ
10. σώματος τὸ ῥεῦμα, τουτέστιν ἀλόγως καὶ ἀτάκτως καὶ ὡς
11. ἔτυχεν ἐφέρετο, μηδὲ προγνῶναί τινος ἰατροῦ δυναμένου
12. τεχνικῶς ἐς ὅ τι κατασκήψειεν.